ὣς
οἳ
μὲν
παρὰ
νηυσὶ
κορωνίσι
θωρήσσοντο
1
ἀμφὶ
σὲ
Πηλέος
υἱὲ
μάχης
ἀκόρητον
Ἀχαιοί
,
Τρῶες
δʼ
αὖθʼ
ἑτέρωθεν
ἐπὶ
θρωσμῷ
πεδίοιο
·
Ζεὺς
δὲ
Θέμιστα
κέλευσε
θεοὺς
ἀγορὴν
δὲ
καλέσσαι
κρατὸς
ἀπʼ
Οὐλύμποιο
πολυπτύχου
·
ἣ
δʼ
ἄρα
πάντῃ
5
φοιτήσασα
κέλευσε
Διὸς
πρὸς
δῶμα
νέεσθαι
.
οὔτέ
τις
οὖν
ποταμῶν
ἀπέην
νόσφʼ
Ὠκεανοῖο
,
οὔτʼ
ἄρα
νυμφάων
αἵ
τʼ
ἄλσεα
καλὰ
νέμονται
καὶ
πηγὰς
ποταμῶν
καὶ
πίσεα
ποιήεντα
.
ἐλθόντες
δʼ
ἐς
δῶμα
Διὸς
νεφεληγερέταο
10
ξεστῇς
αἰθούσῃσιν
ἐνίζανον
,
ἃς
Διὶ
πατρὶ
Ἥφαιστος
ποίησεν
ἰδυίῃσι
πραπίδεσσιν
.
ὣς
οἳ
μὲν
Διὸς
ἔνδον
ἀγηγέρατʼ
·
οὐδʼ
ἐνοσίχθων
νηκούστησε
θεᾶς
,
ἀλλʼ
ἐξ
ἁλὸς
ἦλθε
μετʼ
αὐτούς
,
ἷζε
δʼ
ἄρʼ
ἐν
μέσσοισι
,
Διὸς
δʼ
ἐξείρετο
βουλήν
·
15
τίπτʼ
αὖτʼ
ἀργικέραυνε
θεοὺς
ἀγορὴν
δὲ
κάλεσσας
;
ἦ
τι
περὶ
Τρώων
καὶ
Ἀχαιῶν
μερμηρίζεις
;
τῶν
γὰρ
νῦν
ἄγχιστα
μάχη
πόλεμός
τε
δέδηε
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
νεφεληγερέτα
Ζεύς
·
ἔγνως
ἐννοσίγαιε
ἐμὴν
ἐν
στήθεσι
βουλὴν
20
ὧν
ἕνεκα
ξυνάγειρα
·
μέλουσί
μοι
ὀλλύμενοί
περ
.
ἀλλʼ
ἤτοι
μὲν
ἐγὼ
μενέω
πτυχὶ
Οὐλύμποιο
ἥμενος
,
ἔνθʼ
ὁρόων
φρένα
τέρψομαι
·
οἳ
δὲ
δὴ
ἄλλοι
ἔρχεσθʼ
ὄφρʼ
ἂν
ἵκησθε
μετὰ
Τρῶας
καὶ
Ἀχαιούς
,
ἀμφοτέροισι
δʼ
ἀρήγεθʼ
ὅπῃ
νόος
ἐστὶν
ἑκάστου
.
25
εἰ
γὰρ
Ἀχιλλεὺς
οἶος
ἐπὶ
Τρώεσσι
μαχεῖται
οὐδὲ
μίνυνθʼ
ἕξουσι
ποδώκεα
Πηλεΐωνα
.
καὶ
δέ
τί
μιν
καὶ
πρόσθεν
ὑποτρομέεσκον
ὁρῶντες
·
νῦν
δʼ
ὅτε
δὴ
καὶ
θυμὸν
ἑταίρου
χώεται
αἰνῶς
δείδω
μὴ
καὶ
τεῖχος
ὑπέρμορον
ἐξαλαπάξῃ
.
30
ὣς
ἔφατο
Κρονίδης
,
πόλεμον
δʼ
ἀλίαστον
ἔγειρε
.
βὰν
δʼ
ἴμεναι
πόλεμον
δὲ
θεοὶ
δίχα
θυμὸν
ἔχοντες
·
Ἥρη
μὲν
μετʼ
ἀγῶνα
νεῶν
καὶ
Παλλὰς
Ἀθήνη
ἠδὲ
Ποσειδάων
γαιήοχος
ἠδʼ
ἐριούνης
Ἑρμείας
,
ὃς
ἐπὶ
φρεσὶ
πευκαλίμῃσι
κέκασται
·
35
Ἥφαιστος
δʼ
ἅμα
τοῖσι
κίε
σθένεϊ
βλεμεαίνων
χωλεύων
,
ὑπὸ
δὲ
κνῆμαι
ῥώοντο
ἀραιαί
.
ἐς
δὲ
Τρῶας
Ἄρης
κορυθαίολος
,
αὐτὰρ
ἅμʼ
αὐτῷ
Φοῖβος
ἀκερσεκόμης
ἠδʼ
Ἄρτεμις
ἰοχέαιρα
Λητώ
τε
Ξάνθός
τε
φιλομειδής
τʼ
Ἀφροδίτη
.
40
εἷος
μέν
ῥʼ
ἀπάνευθε
θεοὶ
θνητῶν
ἔσαν
ἀνδρῶν
,
τεῖος
Ἀχαιοὶ
μὲν
μέγα
κύδανον
,
οὕνεκʼ
Ἀχιλλεὺς
ἐξεφάνη
,
δηρὸν
δὲ
μάχης
ἐπέπαυτʼ
ἀλεγεινῆς
·
Τρῶας
δὲ
τρόμος
αἰνὸς
ὑπήλυθε
γυῖα
ἕκαστον
δειδιότας
,
ὅθʼ
ὁρῶντο
ποδώκεα
Πηλεΐωνα
45
τεύχεσι
λαμπόμενον
βροτολοιγῷ
ἶσον
Ἄρηϊ
.
αὐτὰρ
ἐπεὶ
μεθʼ
ὅμιλον
Ὀλύμπιοι
ἤλυθον
ἀνδρῶν
,
ὦρτο
δʼ
Ἔρις
κρατερὴ
λαοσσόος
,
αὖε
δʼ
Ἀθήνη
στᾶσʼ
ὁτὲ
μὲν
παρὰ
τάφρον
ὀρυκτὴν
τείχεος
ἐκτός
,
ἄλλοτʼ
ἐπʼ
ἀκτάων
ἐριδούπων
μακρὸν
ἀΰτει
.
50
αὖε
δʼ
Ἄρης
ἑτέρωθεν
ἐρεμνῇ
λαίλαπι
ἶσος
ὀξὺ
κατʼ
ἀκροτάτης
πόλιος
Τρώεσσι
κελεύων
,
ἄλλοτε
πὰρ
Σιμόεντι
θέων
ἐπὶ
Καλλικολώνῃ
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.