αὐτὰρ
ὃ
μακρὰ
βοῶν
Ἀγαμέμνονα
νείκεε
μύθῳ
·
Ἀτρεΐδη
τέο
δʼ
αὖτʼ
ἐπιμέμφεαι
ἠδὲ
χατίζεις
;
225
πλεῖαί
τοι
χαλκοῦ
κλισίαι
,
πολλαὶ
δὲ
γυναῖκες
εἰσὶν
ἐνὶ
κλισίῃς
ἐξαίρετοι
,
ἅς
τοι
Ἀχαιοὶ
πρωτίστῳ
δίδομεν
εὖτʼ
ἂν
πτολίεθρον
ἕλωμεν
.
ἦ
ἔτι
καὶ
χρυσοῦ
ἐπιδεύεαι
,
ὅν
κέ
τις
οἴσει
Τρώων
ἱπποδάμων
ἐξ
Ἰλίου
υἷος
ἄποινα
,
230
ὅν
κεν
ἐγὼ
δήσας
ἀγάγω
ἢ
ἄλλος
Ἀχαιῶν
,
ἠὲ
γυναῖκα
νέην
,
ἵνα
μίσγεαι
ἐν
φιλότητι
,
ἥν
τʼ
αὐτὸς
ἀπονόσφι
κατίσχεαι
;
οὐ
μὲν
ἔοικεν
ἀρχὸν
ἐόντα
κακῶν
ἐπιβασκέμεν
υἷας
Ἀχαιῶν
.
ὦ
πέπονες
κάκʼ
ἐλέγχεʼ
Ἀχαιΐδες
οὐκέτʼ
Ἀχαιοὶ
235
οἴκαδέ
περ
σὺν
νηυσὶ
νεώμεθα
,
τόνδε
δʼ
ἐῶμεν
αὐτοῦ
ἐνὶ
Τροίῃ
γέρα
πεσσέμεν
,
ὄφρα
ἴδηται
ἤ
ῥά
τί
οἱ
χἠμεῖς
προσαμύνομεν
ἦε
καὶ
οὐκί
·
ὃς
καὶ
νῦν
Ἀχιλῆα
ἕο
μέγʼ
ἀμείνονα
φῶτα
ἠτίμησεν
·
ἑλὼν
γὰρ
ἔχει
γέρας
αὐτὸς
ἀπούρας
.
240
ἀλλὰ
μάλʼ
οὐκ
Ἀχιλῆϊ
χόλος
φρεσίν
,
ἀλλὰ
μεθήμων
·
ἦ
γὰρ
ἂν
Ἀτρεΐδη
νῦν
ὕστατα
λωβήσαιο
·
ὣς
φάτο
νεικείων
Ἀγαμέμνονα
ποιμένα
λαῶν
,
Θερσίτης
·
τῷ
δʼ
ὦκα
παρίστατο
δῖος
Ὀδυσσεύς
,
καί
μιν
ὑπόδρα
ἰδὼν
χαλεπῷ
ἠνίπαπε
μύθῳ
·
245
Θερσῖτʼ
ἀκριτόμυθε
,
λιγύς
περ
ἐὼν
ἀγορητής
,
ἴσχεο
,
μηδʼ
ἔθελʼ
οἶος
ἐριζέμεναι
βασιλεῦσιν
·
οὐ
γὰρ
ἐγὼ
σέο
φημὶ
χερειότερον
βροτὸν
ἄλλον
ἔμμεναι
,
ὅσσοι
ἅμʼ
Ἀτρεΐδῃς
ὑπὸ
Ἴλιον
ἦλθον
.
τὼ
οὐκ
ἂν
βασιλῆας
ἀνὰ
στόμʼ
ἔχων
ἀγορεύοις
,
250
καί
σφιν
ὀνείδεά
τε
προφέροις
,
νόστόν
τε
φυλάσσοις
.
οὐδέ
τί
πω
σάφα
ἴδμεν
ὅπως
ἔσται
τάδε
ἔργα
,
ἢ
εὖ
ἦε
κακῶς
νοστήσομεν
υἷες
Ἀχαιῶν
.
τὼ
νῦν
Ἀτρεΐδῃ
Ἀγαμέμνονι
ποιμένι
λαῶν
ἧσαι
ὀνειδίζων
,
ὅτι
οἱ
μάλα
πολλὰ
διδοῦσιν
255
ἥρωες
Δαναοί
·
σὺ
δὲ
κερτομέων
ἀγορεύεις
.
ἀλλʼ
ἔκ
τοι
ἐρέω
,
τὸ
δὲ
καὶ
τετελεσμένον
ἔσται
·
εἴ
κʼ
ἔτι
σʼ
ἀφραίνοντα
κιχήσομαι
ὥς
νύ
περ
ὧδε
,
μηκέτʼ
ἔπειτʼ
Ὀδυσῆϊ
κάρη
ὤμοισιν
ἐπείη
,
μηδʼ
ἔτι
Τηλεμάχοιο
πατὴρ
κεκλημένος
εἴην
,
260
εἰ
μὴ
ἐγώ
σε
λαβὼν
ἀπὸ
μὲν
φίλα
εἵματα
δύσω
,
χλαῖνάν
τʼ
ἠδὲ
χιτῶνα
,
τά
τʼ
αἰδῶ
ἀμφικαλύπτει
,
αὐτὸν
δὲ
κλαίοντα
θοὰς
ἐπὶ
νῆας
ἀφήσω
πεπλήγων
ἀγορῆθεν
ἀεικέσσι
πληγῇσιν
.
ὣς
ἄρʼ
ἔφη
,
σκήπτρῳ
δὲ
μετάφρενον
ἠδὲ
καὶ
ὤμω
265
πλῆξεν
·
ὃ
δʼ
ἰδνώθη
,
θαλερὸν
δέ
οἱ
ἔκπεσε
δάκρυ
·
σμῶδιξ
δʼ
αἱματόεσσα
μεταφρένου
ἐξυπανέστη
σκήπτρου
ὕπο
χρυσέου
·
ὃ
δʼ
ἄρʼ
ἕζετο
τάρβησέν
τε
,
ἀλγήσας
δʼ
ἀχρεῖον
ἰδὼν
ἀπομόρξατο
δάκρυ
.
οἳ
δὲ
καὶ
ἀχνύμενοί
περ
ἐπʼ
αὐτῷ
ἡδὺ
γέλασσαν
·
270
ὧδε
δέ
τις
εἴπεσκεν
ἰδὼν
ἐς
πλησίον
ἄλλον
·
ὢ
πόποι
ἦ
δὴ
μυρίʼ
Ὀδυσσεὺς
ἐσθλὰ
ἔοργε
βουλάς
τʼ
ἐξάρχων
ἀγαθὰς
πόλεμόν
τε
κορύσσων
·
νῦν
δὲ
τόδε
μέγʼ
ἄριστον
ἐν
Ἀργείοισιν
ἔρεξεν
,
ὃς
τὸν
λωβητῆρα
ἐπεσβόλον
ἔσχʼ
ἀγοράων
.
275
οὔ
θήν
μιν
πάλιν
αὖτις
ἀνήσει
θυμὸς
ἀγήνωρ
νεικείειν
βασιλῆας
ὀνειδείοις
ἐπέεσσιν
.
ὣς
φάσαν
ἣ
πληθύς
·
ἀνὰ
δʼ
ὃ
πτολίπορθος
Ὀδυσσεὺς
ἔστη
σκῆπτρον
ἔχων
·
παρὰ
δὲ
γλαυκῶπις
Ἀθήνη
εἰδομένη
κήρυκι
σιωπᾶν
λαὸν
ἀνώγει
,
280
ὡς
ἅμα
θʼ
οἳ
πρῶτοί
τε
καὶ
ὕστατοι
υἷες
Ἀχαιῶν
μῦθον
ἀκούσειαν
καὶ
ἐπιφρασσαίατο
βουλήν
·
ὅ
σφιν
ἐὺ
φρονέων
ἀγορήσατο
καὶ
μετέειπεν
·
Ἀτρεΐδη
νῦν
δή
σε
ἄναξ
ἐθέλουσιν
Ἀχαιοὶ
πᾶσιν
ἐλέγχιστον
θέμεναι
μερόπεσσι
βροτοῖσιν
,
285
οὐδέ
τοι
ἐκτελέουσιν
ὑπόσχεσιν
ἥν
περ
ὑπέσταν
ἐνθάδʼ
ἔτι
στείχοντες
ἀπʼ
Ἄργεος
ἱπποβότοιο
Ἴλιον
ἐκπέρσαντʼ
εὐτείχεον
ἀπονέεσθαι
.
ὥς
τε
γὰρ
ἢ
παῖδες
νεαροὶ
χῆραί
τε
γυναῖκες
ἀλλήλοισιν
ὀδύρονται
οἶκον
δὲ
νέεσθαι
.
290
ἦ
μὴν
καὶ
πόνος
ἐστὶν
ἀνιηθέντα
νέεσθαι
·
καὶ
γάρ
τίς
θʼ
ἕνα
μῆνα
μένων
ἀπὸ
ἧς
ἀλόχοιο
ἀσχαλάᾳ
σὺν
νηῒ
πολυζύγῳ
,
ὅν
περ
ἄελλαι
χειμέριαι
εἰλέωσιν
ὀρινομένη
τε
θάλασσα
·
ἡμῖν
δʼ
εἴνατός
ἐστι
περιτροπέων
ἐνιαυτὸς
295
ἐνθάδε
μιμνόντεσσι
·
τὼ
οὐ
νεμεσίζομʼ
Ἀχαιοὺς
ἀσχαλάαν
παρὰ
νηυσὶ
κορωνίσιν
·
ἀλλὰ
καὶ
ἔμπης
αἰσχρόν
τοι
δηρόν
τε
μένειν
κενεόν
τε
νέεσθαι
.
τλῆτε
φίλοι
,
καὶ
μείνατʼ
ἐπὶ
χρόνον
ὄφρα
δαῶμεν
ἢ
ἐτεὸν
Κάλχας
μαντεύεται
ἦε
καὶ
οὐκί
.
300
εὖ
γὰρ
δὴ
τόδε
ἴδμεν
ἐνὶ
φρεσίν
,
ἐστὲ
δὲ
πάντες
μάρτυροι
,
οὓς
μὴ
κῆρες
ἔβαν
θανάτοιο
φέρουσαι
·
χθιζά
τε
καὶ
πρωΐζʼ
ὅτʼ
ἐς
Αὐλίδα
νῆες
Ἀχαιῶν
ἠγερέθοντο
κακὰ
Πριάμῳ
καὶ
Τρωσὶ
φέρουσαι
,
ἡμεῖς
δʼ
ἀμφὶ
περὶ
κρήνην
ἱεροὺς
κατὰ
βωμοὺς
305
ἕρδομεν
ἀθανάτοισι
τεληέσσας
ἑκατόμβας
καλῇ
ὑπὸ
πλατανίστῳ
ὅθεν
ῥέεν
ἀγλαὸν
ὕδωρ
·
ἔνθʼ
ἐφάνη
μέγα
σῆμα
·
δράκων
ἐπὶ
νῶτα
δαφοινὸς
σμερδαλέος
,
τόν
ῥʼ
αὐτὸς
Ὀλύμπιος
ἧκε
φόως
δέ
,
βωμοῦ
ὑπαΐξας
πρός
ῥα
πλατάνιστον
ὄρουσεν
.
310
ἔνθα
δʼ
ἔσαν
στρουθοῖο
νεοσσοί
,
νήπια
τέκνα
,
ὄζῳ
ἐπʼ
ἀκροτάτῳ
πετάλοις
ὑποπεπτηῶτες
ὀκτώ
,
ἀτὰρ
μήτηρ
ἐνάτη
ἦν
ἣ
τέκε
τέκνα
·
ἔνθʼ
ὅ
γε
τοὺς
ἐλεεινὰ
κατήσθιε
τετριγῶτας
·
μήτηρ
δʼ
ἀμφεποτᾶτο
ὀδυρομένη
φίλα
τέκνα
·
315
τὴν
δʼ
ἐλελιξάμενος
πτέρυγος
λάβεν
ἀμφιαχυῖαν
.
αὐτὰρ
ἐπεὶ
κατὰ
τέκνα
φάγε
στρουθοῖο
καὶ
αὐτήν
,
τὸν
μὲν
ἀρίζηλον
θῆκεν
θεὸς
ὅς
περ
ἔφηνε
·
λᾶαν
γάρ
μιν
ἔθηκε
Κρόνου
πάϊς
ἀγκυλομήτεω
·
ἡμεῖς
δʼ
ἑσταότες
θαυμάζομεν
οἷον
ἐτύχθη
.
320
ὡς
οὖν
δεινὰ
πέλωρα
θεῶν
εἰσῆλθʼ
ἑκατόμβας
,
Κάλχας
δʼ
αὐτίκʼ
ἔπειτα
θεοπροπέων
ἀγόρευε
·
τίπτʼ
ἄνεῳ
ἐγένεσθε
κάρη
κομόωντες
Ἀχαιοί
;
ἡμῖν
μὲν
τόδʼ
ἔφηνε
τέρας
μέγα
μητίετα
Ζεὺς
ὄψιμον
ὀψιτέλεστον
,
ὅου
κλέος
οὔ
ποτʼ
ὀλεῖται
.
325
ὡς
οὗτος
κατὰ
τέκνα
φάγε
στρουθοῖο
καὶ
αὐτὴν
ὀκτώ
,
ἀτὰρ
μήτηρ
ἐνάτη
ἦν
ἣ
τέκε
τέκνα
,
ὣς
ἡμεῖς
τοσσαῦτʼ
ἔτεα
πτολεμίξομεν
αὖθι
,
τῷ
δεκάτῳ
δὲ
πόλιν
αἱρήσομεν
εὐρυάγυιαν
.
κεῖνος
τὼς
ἀγόρευε
·
τὰ
δὴ
νῦν
πάντα
τελεῖται
.
330
ἀλλʼ
ἄγε
μίμνετε
πάντες
ἐϋκνήμιδες
Ἀχαιοὶ
αὐτοῦ
εἰς
ὅ
κεν
ἄστυ
μέγα
Πριάμοιο
ἕλωμεν
.
ὣς
ἔφατʼ
,
Ἀργεῖοι
δὲ
μέγʼ
ἴαχον
,
ἀμφὶ
δὲ
νῆες
σμερδαλέον
κονάβησαν
ἀϋσάντων
ὑπʼ
Ἀχαιῶν
,
μῦθον
ἐπαινήσαντες
Ὀδυσσῆος
θείοιο
·
335
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.