ἔνθʼ
αὖ
Σαρπηδὼν
μὲν
ἀπήμβροτε
δουρὶ
φαεινῷ
,
Πατρόκλου
δʼ
ὑπὲρ
ὦμον
ἀριστερὸν
ἤλυθʼ
ἀκωκὴ
ἔγχεος
,
οὐδʼ
ἔβαλʼ
αὐτόν
·
ὃ
δʼ
ὕστερος
ὄρνυτο
χαλκῷ
Πάτροκλος
·
τοῦ
δʼ
οὐχ
ἅλιον
βέλος
ἔκφυγε
χειρός
,
480
ἀλλʼ
ἔβαλʼ
ἔνθʼ
ἄρα
τε
φρένες
ἔρχαται
ἀμφʼ
ἁδινὸν
κῆρ
.
ἤριπε
δʼ
ὡς
ὅτε
τις
δρῦς
ἤριπεν
ἢ
ἀχερωῒς
ἠὲ
πίτυς
βλωθρή
,
τήν
τʼ
οὔρεσι
τέκτονες
ἄνδρες
ἐξέταμον
πελέκεσσι
νεήκεσι
νήϊον
εἶναι
·
ὣς
ὃ
πρόσθʼ
ἵππων
καὶ
δίφρου
κεῖτο
τανυσθεὶς
485
βεβρυχὼς
κόνιος
δεδραγμένος
αἱματοέσσης
.
ἠΰτε
ταῦρον
ἔπεφνε
λέων
ἀγέληφι
μετελθὼν
αἴθωνα
μεγάθυμον
ἐν
εἰλιπόδεσσι
βόεσσι
,
ὤλετό
τε
στενάχων
ὑπὸ
γαμφηλῇσι
λέοντος
,
ὣς
ὑπὸ
Πατρόκλῳ
Λυκίων
ἀγὸς
ἀσπιστάων
490
κτεινόμενος
μενέαινε
,
φίλον
δʼ
ὀνόμηνεν
ἑταῖρον
·
Γλαῦκε
πέπον
πολεμιστὰ
μετʼ
ἀνδράσι
νῦν
σε
μάλα
χρὴ
αἰχμητήν
τʼ
ἔμεναι
καὶ
θαρσαλέον
πολεμιστήν
·
νῦν
τοι
ἐελδέσθω
πόλεμος
κακός
,
εἰ
θοός
ἐσσι
.
πρῶτα
μὲν
ὄτρυνον
Λυκίων
ἡγήτορας
ἄνδρας
495
πάντῃ
ἐποιχόμενος
Σαρπηδόνος
ἀμφιμάχεσθαι
·
αὐτὰρ
ἔπειτα
καὶ
αὐτὸς
ἐμεῦ
πέρι
μάρναο
χαλκῷ
.
σοὶ
γὰρ
ἐγὼ
καὶ
ἔπειτα
κατηφείη
καὶ
ὄνειδος
ἔσσομαι
ἤματα
πάντα
διαμπερές
,
εἴ
κέ
μʼ
Ἀχαιοὶ
τεύχεα
συλήσωσι
νεῶν
ἐν
ἀγῶνι
πεσόντα
.
500
ἀλλʼ
ἔχεο
κρατερῶς
,
ὄτρυνε
δὲ
λαὸν
ἅπαντα
.
ὣς
ἄρα
μιν
εἰπόντα
τέλος
θανάτοιο
κάλυψεν
ὀφθαλμοὺς
ῥῖνάς
θʼ
·
ὃ
δὲ
λὰξ
ἐν
στήθεσι
βαίνων
ἐκ
χροὸς
ἕλκε
δόρυ
,
προτὶ
δὲ
φρένες
αὐτῷ
ἕποντο
·
τοῖο
δʼ
ἅμα
ψυχήν
τε
καὶ
ἔγχεος
ἐξέρυσʼ
αἰχμήν
.
505
Μυρμιδόνες
δʼ
αὐτοῦ
σχέθον
ἵππους
φυσιόωντας
ἱεμένους
φοβέεσθαι
,
ἐπεὶ
λίπον
ἅρματʼ
ἀνάκτων
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.