Γλαύκῳ
δʼ
αἰνὸν
ἄχος
γένετο
φθογγῆς
ἀΐοντι
·
ὠρίνθη
δέ
οἱ
ἦτορ
ὅ
τʼ
οὐ
δύνατο
προσαμῦναι
.
χειρὶ
δʼ
ἑλὼν
ἐπίεζε
βραχίονα
·
τεῖρε
γὰρ
αὐτὸν
510
ἕλκος
,
ὃ
δή
μιν
Τεῦκρος
ἐπεσσύμενον
βάλεν
ἰῷ
τείχεος
ὑψηλοῖο
,
ἀρὴν
ἑτάροισιν
ἀμύνων
.
εὐχόμενος
δʼ
ἄρα
εἶπεν
ἑκηβόλῳ
Ἀπόλλωνι
·
κλῦθι
ἄναξ
ὅς
που
Λυκίης
ἐν
πίονι
δήμῳ
εἲς
ἢ
ἐνὶ
Τροίῃ
·
δύνασαι
δὲ
σὺ
πάντοσʼ
ἀκούειν
515
ἀνέρι
κηδομένῳ
,
ὡς
νῦν
ἐμὲ
κῆδος
ἱκάνει
.
ἕλκος
μὲν
γὰρ
ἔχω
τόδε
καρτερόν
,
ἀμφὶ
δέ
μοι
χεὶρ
ὀξείῃς
ὀδύνῃσιν
ἐλήλαται
,
οὐδέ
μοι
αἷμα
τερσῆναι
δύναται
,
βαρύθει
δέ
μοι
ὦμος
ὑπʼ
αὐτοῦ
·
ἔγχος
δʼ
οὐ
δύναμαι
σχεῖν
ἔμπεδον
,
οὐδὲ
μάχεσθαι
520
ἐλθὼν
δυσμενέεσσιν
.
ἀνὴρ
δʼ
ὤριστος
ὄλωλε
Σαρπηδὼν
Διὸς
υἱός
·
ὃ
δʼ
οὐ
οὗ
παιδὸς
ἀμύνει
.
ἀλλὰ
σύ
πέρ
μοι
ἄναξ
τόδε
καρτερὸν
ἕλκος
ἄκεσσαι
,
κοίμησον
δʼ
ὀδύνας
,
δὸς
δὲ
κράτος
,
ὄφρʼ
ἑτάροισι
κεκλόμενος
Λυκίοισιν
ἐποτρύνω
πολεμίζειν
,
525
αὐτός
τʼ
ἀμφὶ
νέκυι
κατατεθνηῶτι
μάχωμαι
.
ὣς
ἔφατʼ
εὐχόμενος
,
τοῦ
δʼ
ἔκλυε
Φοῖβος
Ἀπόλλων
.
αὐτίκα
παῦσʼ
ὀδύνας
ἀπὸ
δʼ
ἕλκεος
ἀργαλέοιο
αἷμα
μέλαν
τέρσηνε
,
μένος
δέ
οἱ
ἔμβαλε
θυμῷ
.
Γλαῦκος
δʼ
ἔγνω
ᾗσιν
ἐνὶ
φρεσὶ
γήθησέν
τε
530
ὅττί
οἱ
ὦκʼ
ἤκουσε
μέγας
θεὸς
εὐξαμένοιο
.
πρῶτα
μὲν
ὄτρυνεν
Λυκίων
ἡγήτορας
ἄνδρας
πάντῃ
ἐποιχόμενος
Σαρπηδόνος
ἀμφιμάχεσθαι
·
αὐτὰρ
ἔπειτα
μετὰ
Τρῶας
κίε
μακρὰ
βιβάσθων
Πουλυδάμαντʼ
ἔπι
Πανθοΐδην
καὶ
Ἀγήνορα
δῖον
,
535
βῆ
δὲ
μετʼ
Αἰνείαν
τε
καὶ
Ἕκτορα
χαλκοκορυστήν
,
ἀγχοῦ
δʼ
ἱστάμενος
ἔπεα
πτερόεντα
προσηύδα
·
Ἕκτορ
νῦν
δὴ
πάγχυ
λελασμένος
εἰς
ἐπικούρων
,
οἳ
σέθεν
εἵνεκα
τῆλε
φίλων
καὶ
πατρίδος
αἴης
θυμὸν
ἀποφθινύθουσι
·
σὺ
δʼ
οὐκ
ἐθέλεις
ἐπαμύνειν
.
540
κεῖται
Σαρπηδὼν
Λυκίων
ἀγὸς
ἀσπιστάων
,
ὃς
Λυκίην
εἴρυτο
δίκῃσί
τε
καὶ
σθένεϊ
ᾧ
·
τὸν
δʼ
ὑπὸ
Πατρόκλῳ
δάμασʼ
ἔγχεϊ
χάλκεος
Ἄρης
.
ἀλλὰ
φίλοι
πάρστητε
,
νεμεσσήθητε
δὲ
θυμῷ
,
μὴ
ἀπὸ
τεύχεʼ
ἕλωνται
,
ἀεικίσσωσι
δὲ
νεκρὸν
545
Μυρμιδόνες
,
Δαναῶν
κεχολωμένοι
ὅσσοι
ὄλοντο
,
τοὺς
ἐπὶ
νηυσὶ
θοῇσιν
ἐπέφνομεν
ἐγχείῃσιν
.
ὣς
ἔφατο
,
Τρῶας
δὲ
κατὰ
κρῆθεν
λάβε
πένθος
ἄσχετον
,
οὐκ
ἐπιεικτόν
,
ἐπεί
σφισιν
ἕρμα
πόληος
ἔσκε
καὶ
ἀλλοδαπός
περ
ἐών
·
πολέες
γὰρ
ἅμʼ
αὐτῷ
550
λαοὶ
ἕποντʼ
,
ἐν
δʼ
αὐτὸς
ἀριστεύεσκε
μάχεσθαι
·
βὰν
δʼ
ἰθὺς
Δαναῶν
λελιημένοι
·
ἦρχε
δʼ
ἄρά
σφιν
Ἕκτωρ
χωόμενος
Σαρπηδόνος
.
αὐτὰρ
Ἀχαιοὺς
ὦρσε
Μενοιτιάδεω
Πατροκλῆος
λάσιον
κῆρ
·
Αἴαντε
πρώτω
προσέφη
μεμαῶτε
καὶ
αὐτώ
·
555
Αἴαντε
νῦν
σφῶϊν
ἀμύνεσθαι
φίλον
ἔστω
,
οἷοί
περ
πάρος
ἦτε
μετʼ
ἀνδράσιν
ἢ
καὶ
ἀρείους
.
κεῖται
ἀνὴρ
ὃς
πρῶτος
ἐσήλατο
τεῖχος
Ἀχαιῶν
Σαρπηδών
·
ἀλλʼ
εἴ
μιν
ἀεικισσαίμεθʼ
ἑλόντες
,
τεύχεά
τʼ
ὤμοιιν
ἀφελοίμεθα
,
καί
τινʼ
ἑταίρων
560
αὐτοῦ
ἀμυνομένων
δαμασαίμεθα
νηλέϊ
χαλκῷ
.
ὣς
ἔφαθʼ
,
οἳ
δὲ
καὶ
αὐτοὶ
ἀλέξασθαι
μενέαινον
.
οἳ
δʼ
ἐπεὶ
ἀμφοτέρωθεν
ἐκαρτύναντο
φάλαγγας
Τρῶες
καὶ
Λύκιοι
καὶ
Μυρμιδόνες
καὶ
Ἀχαιοί
,
σύμβαλον
ἀμφὶ
νέκυι
κατατεθνηῶτι
μάχεσθαι
565
δεινὸν
ἀΰσαντες
·
μέγα
δʼ
ἔβραχε
τεύχεα
φωτῶν
.
Ζεὺς
δʼ
ἐπὶ
νύκτʼ
ὀλοὴν
τάνυσε
κρατερῇ
ὑσμίνῃ
,
ὄφρα
φίλῳ
περὶ
παιδὶ
μάχης
ὀλοὸς
πόνος
εἴη
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.