ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
τοῦ
μάλα
μὲν
κλύον
ἠδὲ
πίθοντο
.
ἐσσυμένως
δʼ
ἄρα
δόρπον
ἐφοπλίσσαντες
ἕκαστοι
55
δαίνυντʼ
,
οὐδέ
τι
θυμὸς
ἐδεύετο
δαιτὸς
ἐΐσης
.
αὐτὰρ
ἐπεὶ
πόσιος
καὶ
ἐδητύος
ἐξ
ἔρον
ἕντο
,
οἳ
μὲν
κακκείοντες
ἔβαν
κλισίην
δὲ
ἕκαστος
,
Πηλεΐδης
δʼ
ἐπὶ
θινὶ
πολυφλοίσβοιο
θαλάσσης
κεῖτο
βαρὺ
στενάχων
πολέσιν
μετὰ
Μυρμιδόνεσσιν
60
ἐν
καθαρῷ
,
ὅθι
κύματʼ
ἐπʼ
ἠϊόνος
κλύζεσκον
·
εὖτε
τὸν
ὕπνος
ἔμαρπτε
λύων
μελεδήματα
θυμοῦ
νήδυμος
ἀμφιχυθείς
·
μάλα
γὰρ
κάμε
φαίδιμα
γυῖα
Ἕκτορʼ
ἐπαΐσσων
προτὶ
Ἴλιον
ἠνεμόεσσαν
·
ἦλθε
δʼ
ἐπὶ
ψυχὴ
Πατροκλῆος
δειλοῖο
65
πάντʼ
αὐτῷ
μέγεθός
τε
καὶ
ὄμματα
κάλʼ
ἐϊκυῖα
καὶ
φωνήν
,
καὶ
τοῖα
περὶ
χροῒ
εἵματα
ἕστο
·
στῆ
δʼ
ἄρʼ
ὑπὲρ
κεφαλῆς
καί
μιν
πρὸς
μῦθον
ἔειπεν
·
εὕδεις
,
αὐτὰρ
ἐμεῖο
λελασμένος
ἔπλευ
Ἀχιλλεῦ
.
οὐ
μέν
μευ
ζώοντος
ἀκήδεις
,
ἀλλὰ
θανόντος
·
70
θάπτέ
με
ὅττι
τάχιστα
πύλας
Ἀΐδαο
περήσω
.
τῆλέ
με
εἴργουσι
ψυχαὶ
εἴδωλα
καμόντων
,
οὐδέ
μέ
πω
μίσγεσθαι
ὑπὲρ
ποταμοῖο
ἐῶσιν
,
ἀλλʼ
αὔτως
ἀλάλημαι
ἀνʼ
εὐρυπυλὲς
Ἄϊδος
δῶ
.
καί
μοι
δὸς
τὴν
χεῖρʼ
·
ὀλοφύρομαι
,
οὐ
γὰρ
ἔτʼ
αὖτις
75
νίσομαι
ἐξ
Ἀΐδαο
,
ἐπήν
με
πυρὸς
λελάχητε
.
οὐ
μὲν
γὰρ
ζωοί
γε
φίλων
ἀπάνευθεν
ἑταίρων
βουλὰς
ἑζόμενοι
βουλεύσομεν
,
ἀλλʼ
ἐμὲ
μὲν
κὴρ
ἀμφέχανε
στυγερή
,
ἥ
περ
λάχε
γιγνόμενόν
περ
·
καὶ
δὲ
σοὶ
αὐτῷ
μοῖρα
,
θεοῖς
ἐπιείκελʼ
Ἀχιλλεῦ
,
80
τείχει
ὕπο
Τρώων
εὐηφενέων
ἀπολέσθαι
.
ἄλλο
δέ
τοι
ἐρέω
καὶ
ἐφήσομαι
αἴ
κε
πίθηαι
·
μὴ
ἐμὰ
σῶν
ἀπάνευθε
τιθήμεναι
ὀστέʼ
Ἀχιλλεῦ
,
ἀλλʼ
ὁμοῦ
ὡς
ἐτράφημεν
ἐν
ὑμετέροισι
δόμοισιν
,
εὖτέ
με
τυτθὸν
ἐόντα
Μενοίτιος
ἐξ
Ὀπόεντος
85
ἤγαγεν
ὑμέτερόνδʼ
ἀνδροκτασίης
ὕπο
λυγρῆς
,
ἤματι
τῷ
ὅτε
παῖδα
κατέκτανον
Ἀμφιδάμαντος
νήπιος
οὐκ
ἐθέλων
ἀμφʼ
ἀστραγάλοισι
χολωθείς
·
ἔνθά
με
δεξάμενος
ἐν
δώμασιν
ἱππότα
Πηλεὺς
ἔτραφέ
τʼ
ἐνδυκέως
καὶ
σὸν
θεράποντʼ
ὀνόμηνεν
·
90
ὣς
δὲ
καὶ
ὀστέα
νῶϊν
ὁμὴ
σορὸς
ἀμφικαλύπτοι
χρύσεος
ἀμφιφορεύς
,
τόν
τοι
πόρε
πότνια
μήτηρ
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.