οἳ
δʼ
ὅτε
χῶρον
ἵκανον
ὅθί
σφισι
πέφραδʼ
Ἀχιλλεὺς
κάτθεσαν
,
αἶψα
δέ
οἱ
μενοεικέα
νήεον
ὕλην
.
ἔνθʼ
αὖτʼ
ἄλλʼ
ἐνόησε
ποδάρκης
δῖος
Ἀχιλλεύς
·
140
στὰς
ἀπάνευθε
πυρῆς
ξανθὴν
ἀπεκείρατο
χαίτην
,
τήν
ῥα
Σπερχειῷ
ποταμῷ
τρέφε
τηλεθόωσαν
·
ὀχθήσας
δʼ
ἄρα
εἶπεν
ἰδὼν
ἐπὶ
οἴνοπα
πόντον
·
Σπερχείʼ
ἄλλως
σοί
γε
πατὴρ
ἠρήσατο
Πηλεὺς
κεῖσέ
με
νοστήσαντα
φίλην
ἐς
πατρίδα
γαῖαν
145
σοί
τε
κόμην
κερέειν
ῥέξειν
θʼ
ἱερὴν
ἑκατόμβην
,
πεντήκοντα
δʼ
ἔνορχα
παρʼ
αὐτόθι
μῆλʼ
ἱερεύσειν
ἐς
πηγάς
,
ὅθι
τοι
τέμενος
βωμός
τε
θυήεις
.
ὣς
ἠρᾶθʼ
ὃ
γέρων
,
σὺ
δέ
οἱ
νόον
οὐκ
ἐτέλεσσας
.
νῦν
δʼ
ἐπεὶ
οὐ
νέομαί
γε
φίλην
ἐς
πατρίδα
γαῖαν
150
Πατρόκλῳ
ἥρωϊ
κόμην
ὀπάσαιμι
φέρεσθαι
.
ὣς
εἰπὼν
ἐν
χερσὶ
κόμην
ἑτάροιο
φίλοιο
θῆκεν
,
τοῖσι
δὲ
πᾶσιν
ὑφʼ
ἵμερον
ὦρσε
γόοιο
.
καί
νύ
κʼ
ὀδυρομένοισιν
ἔδυ
φάος
ἠελίοιο
εἰ
μὴ
Ἀχιλλεὺς
αἶψʼ
Ἀγαμέμνονι
εἶπε
παραστάς
·
155
Ἀτρεΐδη
,
σοὶ
γάρ
τε
μάλιστά
γε
λαὸς
Ἀχαιῶν
πείσονται
μύθοισι
,
γόοιο
μὲν
ἔστι
καὶ
ἆσαι
,
νῦν
δʼ
ἀπὸ
πυρκαϊῆς
σκέδασον
καὶ
δεῖπνον
ἄνωχθι
ὅπλεσθαι
·
τάδε
δʼ
ἀμφὶ
πονησόμεθʼ
οἷσι
μάλιστα
κήδεός
ἐστι
νέκυς
·
παρὰ
δʼ
οἵ
τʼ
ἀγοὶ
ἄμμι
μενόντων
.
160
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.