αὐτὰρ
Πηλεΐδης
θῆκεν
σόλον
αὐτοχόωνον
ὃν
πρὶν
μὲν
ῥίπτασκε
μέγα
σθένος
Ἠετίωνος
·
ἀλλʼ
ἤτοι
τὸν
ἔπεφνε
ποδάρκης
δῖος
Ἀχιλλεύς
,
τὸν
δʼ
ἄγετʼ
ἐν
νήεσσι
σὺν
ἄλλοισι
κτεάτεσσι
.
στῆ
δʼ
ὀρθὸς
καὶ
μῦθον
ἐν
Ἀργείοισιν
ἔειπεν
·
830
ὄρνυσθʼ
οἳ
καὶ
τούτου
ἀέθλου
πειρήσεσθε
.
εἴ
οἱ
καὶ
μάλα
πολλὸν
ἀπόπροθι
πίονες
ἀγροί
,
ἕξει
μιν
καὶ
πέντε
περιπλομένους
ἐνιαυτοὺς
χρεώμενος
·
οὐ
μὲν
γάρ
οἱ
ἀτεμβόμενός
γε
σιδήρου
ποιμὴν
οὐδʼ
ἀροτὴρ
εἶσʼ
ἐς
πόλιν
,
ἀλλὰ
παρέξει
.
835
ὣς
ἔφατʼ
,
ὦρτο
δʼ
ἔπειτα
μενεπτόλεμος
Πολυποίτης
,
ἂν
δὲ
Λεοντῆος
κρατερὸν
μένος
ἀντιθέοιο
,
ἂν
δʼ
Αἴας
Τελαμωνιάδης
καὶ
δῖος
Ἐπειός
.
ἑξείης
δʼ
ἵσταντο
,
σόλον
δʼ
ἕλε
δῖος
Ἐπειός
,
ἧκε
δὲ
δινήσας
·
γέλασαν
δʼ
ἐπὶ
πάντες
Ἀχαιοί
.
840
δεύτερος
αὖτʼ
ἀφέηκε
Λεοντεὺς
ὄζος
Ἄρηος
·
τὸ
τρίτον
αὖτʼ
ἔρριψε
μέγας
Τελαμώνιος
Αἴας
χειρὸς
ἄπο
στιβαρῆς
,
καὶ
ὑπέρβαλε
σήματα
πάντων
.
ἀλλʼ
ὅτε
δὴ
σόλον
εἷλε
μενεπτόλεμος
Πολυποίτης
,
ὅσσόν
τίς
τʼ
ἔρριψε
καλαύροπα
βουκόλος
ἀνήρ
,
845
ἣ
δέ
θʼ
ἑλισσομένη
πέτεται
διὰ
βοῦς
ἀγελαίας
,
τόσσον
παντὸς
ἀγῶνος
ὑπέρβαλε
·
τοὶ
δὲ
βόησαν
.
ἀνστάντες
δʼ
ἕταροι
Πολυποίταο
κρατεροῖο
νῆας
ἔπι
γλαφυρὰς
ἔφερον
βασιλῆος
ἄεθλον
.
αὐτὰρ
ὃ
τοξευτῇσι
τίθει
ἰόεντα
σίδηρον
,
850
κὰδ
δʼ
ἐτίθει
δέκα
μὲν
πελέκεας
,
δέκα
δʼ
ἡμιπέλεκκα
,
ἱστὸν
δʼ
ἔστησεν
νηὸς
κυανοπρῴροιο
τηλοῦ
ἐπὶ
ψαμάθοις
,
ἐκ
δὲ
τρήρωνα
πέλειαν
λεπτῇ
μηρίνθῳ
δῆσεν
ποδός
,
ἧς
ἄρʼ
ἀνώγει
τοξεύειν
·
ὃς
μέν
κε
βάλῃ
τρήρωνα
πέλειαν
,
855
πάντας
ἀειράμενος
πελέκεας
οἶκον
δὲ
φερέσθω
·
ὃς
δέ
κε
μηρίνθοιο
τύχῃ
ὄρνιθος
ἁμαρτών
,
ἥσσων
γὰρ
δὴ
κεῖνος
,
ὃ
δʼ
οἴσεται
ἡμιπέλεκκα
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.