τὸ
τρίτον
αὖτʼ
Αἴαντα
ἰδὼν
ἐρέειν
ʼ
ὃ
γεραιός
·
225
τίς
τὰρ
ὅδʼ
ἄλλος
Ἀχαιὸς
ἀνὴρ
ἠΰς
τε
μέγας
τε
ἔξοχος
Ἀργείων
κεφαλήν
τε
καὶ
εὐρέας
ὤμους
;
τὸν
δʼ
Ἑλένη
τανύπεπλος
ἀμείβετο
δῖα
γυναικῶν
·
οὗτος
δʼ
Αἴας
ἐστὶ
πελώριος
ἕρκος
Ἀχαιῶν
·
Ἰδομενεὺς
δʼ
ἑτέρωθεν
ἐνὶ
Κρήτεσσι
θεὸς
ὣς
230
ἕστηκʼ
,
ἀμφὶ
δέ
μιν
Κρητῶν
ἀγοὶ
ἠγερέθονται
.
πολλάκι
μιν
ξείνισσεν
ἀρηΐφιλος
Μενέλαος
οἴκῳ
ἐν
ἡμετέρῳ
ὁπότε
Κρήτηθεν
ἵκοιτο
.
νῦν
δʼ
ἄλλους
μὲν
πάντας
ὁρῶ
ἑλίκωπας
Ἀχαιούς
,
οὕς
κεν
ἐῢ
γνοίην
καί
τʼ
οὔνομα
μυθησαίμην
·
235
δοιὼ
δʼ
οὐ
δύναμαι
ἰδέειν
κοσμήτορε
λαῶν
Κάστορά
θʼ
ἱππόδαμον
καὶ
πὺξ
ἀγαθὸν
Πολυδεύκεα
αὐτοκασιγνήτω
,
τώ
μοι
μία
γείνατο
μήτηρ
.
ἢ
οὐχ
ἑσπέσθην
Λακεδαίμονος
ἐξ
ἐρατεινῆς
,
ἢ
δεύρω
μὲν
ἕποντο
νέεσσʼ
ἔνι
ποντοπόροισι
,
240
νῦν
αὖτʼ
οὐκ
ἐθέλουσι
μάχην
καταδύμεναι
ἀνδρῶν
αἴσχεα
δειδιότες
καὶ
ὀνείδεα
πόλλʼ
ἅ
μοί
ἐστιν
.
ὣς
φάτο
,
τοὺς
δʼ
ἤδη
κάτεχεν
φυσίζοος
αἶα
ἐν
Λακεδαίμονι
αὖθι
φίλῃ
ἐν
πατρίδι
γαίῃ
.
κήρυκες
δʼ
ἀνὰ
ἄστυ
θεῶν
φέρον
ὅρκια
πιστὰ
245
ἄρνε
δύω
καὶ
οἶνον
ἐΰφρονα
καρπὸν
ἀρούρης
ἀσκῷ
ἐν
αἰγείῳ
·
φέρε
δὲ
κρητῆρα
φαεινὸν
κῆρυξ
Ἰδαῖος
ἠδὲ
χρύσεια
κύπελλα
·
ὄτρυνεν
δὲ
γέροντα
παριστάμενος
ἐπέεσσιν
·
ὄρσεο
Λαομεδοντιάδη
,
καλέουσιν
ἄριστοι
250
Τρώων
θʼ
ἱπποδάμων
καὶ
Ἀχαιῶν
χαλκοχιτώνων
ἐς
πεδίον
καταβῆναι
ἵνʼ
ὅρκια
πιστὰ
τάμητε
·
αὐτὰρ
Ἀλέξανδρος
καὶ
ἀρηΐφιλος
Μενέλαος
μακρῇς
ἐγχείῃσι
μαχήσοντʼ
ἀμφὶ
γυναικί
·
τῷ
δέ
κε
νικήσαντι
γυνὴ
καὶ
κτήμαθʼ
ἕποιτο
·
255
οἳ
δʼ
ἄλλοι
φιλότητα
καὶ
ὅρκια
πιστὰ
ταμόντες
ναίοιμεν
Τροίην
ἐριβώλακα
,
τοὶ
δὲ
νέονται
Ἄργος
ἐς
ἱππόβοτον
καὶ
Ἀχαιΐδα
καλλιγύναικα
.
ὣς
φάτο
ῥίγησεν
δʼ
ὃ
γέρων
,
ἐκέλευσε
δʼ
ἑταίρους
ἵππους
ζευγνύμεναι
·
τοὶ
δʼ
ὀτραλέως
ἐπίθοντο
.
260
ἂν
δʼ
ἄρʼ
ἔβη
Πρίαμος
,
κατὰ
δʼ
ἡνία
τεῖνεν
ὀπίσσω
·
πὰρ
δέ
οἱ
Ἀντήνωρ
περικαλλέα
βήσετο
δίφρον
·
τὼ
δὲ
διὰ
Σκαιῶν
πεδίον
δʼ
ἔχον
ὠκέας
ἵππους
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.