οἳ
δʼ
ἀμφὶ
Πρίαμον
καὶ
Πάνθοον
ἠδὲ
Θυμοίτην
Λάμπόν
τε
Κλυτίον
θʼ
Ἱκετάονά
τʼ
ὄζον
Ἄρηος
Οὐκαλέγων
τε
καὶ
Ἀντήνωρ
πεπνυμένω
ἄμφω
ἥατο
δημογέροντες
ἐπὶ
Σκαιῇσι
πύλῃσι
,
γήραϊ
δὴ
πολέμοιο
πεπαυμένοι
,
ἀλλʼ
ἀγορηταὶ
150
ἐσθλοί
,
τεττίγεσσιν
ἐοικότες
οἵ
τε
καθʼ
ὕλην
δενδρέῳ
ἐφεζόμενοι
ὄπα
λειριόεσσαν
ἱεῖσι
·
τοῖοι
ἄρα
Τρώων
ἡγήτορες
ἧντʼ
ἐπὶ
πύργῳ
.
οἳ
δʼ
ὡς
οὖν
εἴδονθʼ
Ἑλένην
ἐπὶ
πύργον
ἰοῦσαν
,
ἦκα
πρὸς
ἀλλήλους
ἔπεα
πτερόεντʼ
ἀγόρευον
·
155
οὐ
νέμεσις
Τρῶας
καὶ
ἐϋκνήμιδας
Ἀχαιοὺς
τοιῇδʼ
ἀμφὶ
γυναικὶ
πολὺν
χρόνον
ἄλγεα
πάσχειν
·
αἰνῶς
ἀθανάτῃσι
θεῇς
εἰς
ὦπα
ἔοικεν
·
ἀλλὰ
καὶ
ὧς
τοίη
περ
ἐοῦσʼ
ἐν
νηυσὶ
νεέσθω
,
μηδʼ
ἡμῖν
τεκέεσσί
τʼ
ὀπίσσω
πῆμα
λίποιτο
.
160
ὣς
ἄρʼ
ἔφαν
,
Πρίαμος
δʼ
Ἑλένην
ἐκαλέσσατο
φωνῇ
·
δεῦρο
πάροιθʼ
ἐλθοῦσα
φίλον
τέκος
ἵζευ
ἐμεῖο
,
ὄφρα
ἴδῃ
πρότερόν
τε
πόσιν
πηούς
τε
φίλους
τε
·
οὔ
τί
μοι
αἰτίη
ἐσσί
,
θεοί
νύ
μοι
αἴτιοί
εἰσιν
οἵ
μοι
ἐφώρμησαν
πόλεμον
πολύδακρυν
Ἀχαιῶν
·
165
ὥς
μοι
καὶ
τόνδʼ
ἄνδρα
πελώριον
ἐξονομήνῃς
ὅς
τις
ὅδʼ
ἐστὶν
Ἀχαιὸς
ἀνὴρ
ἠΰς
τε
μέγας
τε
.
ἤτοι
μὲν
κεφαλῇ
καὶ
μείζονες
ἄλλοι
ἔασι
,
καλὸν
δʼ
οὕτω
ἐγὼν
οὔ
πω
ἴδον
ὀφθαλμοῖσιν
,
οὐδʼ
οὕτω
γεραρόν
·
βασιλῆϊ
γὰρ
ἀνδρὶ
ἔοικε
.
170
τὸν
δʼ
Ἑλένη
μύθοισιν
ἀμείβετο
δῖα
γυναικῶν
·
αἰδοῖός
τέ
μοί
ἐσσι
φίλε
ἑκυρὲ
δεινός
τε
·
ὡς
ὄφελεν
θάνατός
μοι
ἁδεῖν
κακὸς
ὁππότε
δεῦρο
υἱέϊ
σῷ
ἑπόμην
θάλαμον
γνωτούς
τε
λιποῦσα
παῖδά
τε
τηλυγέτην
καὶ
ὁμηλικίην
ἐρατεινήν
.
175
ἀλλὰ
τά
γʼ
οὐκ
ἐγένοντο
·
τὸ
καὶ
κλαίουσα
τέτηκα
.
τοῦτο
δέ
τοι
ἐρέω
ὅ
μʼ
ἀνείρεαι
ἠδὲ
μεταλλᾷς
·
οὗτός
γʼ
Ἀτρεΐδης
εὐρὺ
κρείων
Ἀγαμέμνων
,
ἀμφότερον
βασιλεύς
τʼ
ἀγαθὸς
κρατερός
τʼ
αἰχμητής
·
δαὴρ
αὖτʼ
ἐμὸς
ἔσκε
κυνώπιδος
,
εἴ
ποτʼ
ἔην
γε
.
180
ὣς
φάτο
,
τὸν
δʼ
ὁ
γέρων
ἠγάσσατο
φώνησέν
τε
·
ὦ
μάκαρ
Ἀτρεΐδη
μοιρηγενὲς
ὀλβιόδαιμον
,
ἦ
ῥά
νύ
τοι
πολλοὶ
δεδμήατο
κοῦροι
Ἀχαιῶν
.
ἤδη
καὶ
Φρυγίην
εἰσήλυθον
ἀμπελόεσσαν
,
ἔνθα
ἴδον
πλείστους
Φρύγας
ἀνέρας
αἰολοπώλους
185
λαοὺς
Ὀτρῆος
καὶ
Μυγδόνος
ἀντιθέοιο
,
οἵ
ῥα
τότʼ
ἐστρατόωντο
παρʼ
ὄχθας
Σαγγαρίοιο
·
καὶ
γὰρ
ἐγὼν
ἐπίκουρος
ἐὼν
μετὰ
τοῖσιν
ἐλέχθην
ἤματι
τῷ
ὅτε
τʼ
ἦλθον
Ἀμαζόνες
ἀντιάνειραι
·
ἀλλʼ
οὐδʼ
οἳ
τόσοι
ἦσαν
ὅσοι
ἑλίκωπες
Ἀχαιοί
.
190
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.