τῶν
δʼ
ὥς
τʼ
ὀρνίθων
πετεηνῶν
ἔθνεα
πολλὰ
χηνῶν
ἢ
γεράνων
ἢ
κύκνων
δουλιχοδείρων
460
Ἀσίω
ἐν
λειμῶνι
Καϋστρίου
ἀμφὶ
ῥέεθρα
ἔνθα
καὶ
ἔνθα
ποτῶνται
ἀγαλλόμενα
πτερύγεσσι
κλαγγηδὸν
προκαθιζόντων
,
σμαραγεῖ
δέ
τε
λειμών
,
ὣς
τῶν
ἔθνεα
πολλὰ
νεῶν
ἄπο
καὶ
κλισιάων
ἐς
πεδίον
προχέοντο
Σκαμάνδριον
·
αὐτὰρ
ὑπὸ
χθὼν
465
σμερδαλέον
κονάβιζε
ποδῶν
αὐτῶν
τε
καὶ
ἵππων
.
ἔσταν
δʼ
ἐν
λειμῶνι
Σκαμανδρίῳ
ἀνθεμόεντι
μυρίοι
,
ὅσσά
τε
φύλλα
καὶ
ἄνθεα
γίγνεται
ὥρῃ
.
ἠΰτε
μυιάων
ἁδινάων
ἔθνεα
πολλὰ
αἵ
τε
κατὰ
σταθμὸν
ποιμνήϊον
ἠλάσκουσιν
470
ὥρῃ
ἐν
εἰαρινῇ
ὅτε
τε
γλάγος
ἄγγεα
δεύει
,
τόσσοι
ἐπὶ
Τρώεσσι
κάρη
κομόωντες
Ἀχαιοὶ
ἐν
πεδίῳ
ἵσταντο
διαρραῖσαι
μεμαῶτες
.
τοὺς
δʼ
ὥς
τʼ
αἰπόλια
πλατέʼ
αἰγῶν
αἰπόλοι
ἄνδρες
ῥεῖα
διακρίνωσιν
ἐπεί
κε
νομῷ
μιγέωσιν
,
475
ὣς
τοὺς
ἡγεμόνες
διεκόσμεον
ἔνθα
καὶ
ἔνθα
ὑσμίνην
δʼ
ἰέναι
,
μετὰ
δὲ
κρείων
Ἀγαμέμνων
ὄμματα
καὶ
κεφαλὴν
ἴκελος
Διὶ
τερπικεραύνῳ
,
Ἄρεϊ
δὲ
ζώνην
,
στέρνον
δὲ
Ποσειδάωνι
.
ἠΰτε
βοῦς
ἀγέληφι
μέγʼ
ἔξοχος
ἔπλετο
πάντων
480
ταῦρος
·
ὃ
γάρ
τε
βόεσσι
μεταπρέπει
ἀγρομένῃσι
·
τοῖον
ἄρʼ
Ἀτρεΐδην
θῆκε
Ζεὺς
ἤματι
κείνῳ
ἐκπρεπέʼ
ἐν
πολλοῖσι
καὶ
ἔξοχον
ἡρώεσσιν
.
ἔσπετε
νῦν
μοι
Μοῦσαι
Ὀλύμπια
δώματʼ
ἔχουσαι
·
ὑμεῖς
γὰρ
θεαί
ἐστε
πάρεστέ
τε
ἴστέ
τε
πάντα
,
485
ἡμεῖς
δὲ
κλέος
οἶον
ἀκούομεν
οὐδέ
τι
ἴδμεν
·
οἵ
τινες
ἡγεμόνες
Δαναῶν
καὶ
κοίρανοι
ἦσαν
·
πληθὺν
δʼ
οὐκ
ἂν
ἐγὼ
μυθήσομαι
οὐδʼ
ὀνομήνω
,
οὐδʼ
εἴ
μοι
δέκα
μὲν
γλῶσσαι
,
δέκα
δὲ
στόματʼ
εἶεν
,
φωνὴ
δʼ
ἄρρηκτος
,
χάλκεον
δέ
μοι
ἦτορ
ἐνείη
,
490
εἰ
μὴ
Ὀλυμπιάδες
Μοῦσαι
Διὸς
αἰγιόχοιο
θυγατέρες
μνησαίαθʼ
ὅσοι
ὑπὸ
Ἴλιον
ἦλθον
·
ἀρχοὺς
αὖ
νηῶν
ἐρέω
νῆάς
τε
προπάσας
.
Βοιωτῶν
μὲν
Πηνέλεως
καὶ
Λήϊτος
ἦρχον
Ἀρκεσίλαός
τε
Προθοήνωρ
τε
Κλονίος
τε
,
495
οἵ
θʼ
Ὑρίην
ἐνέμοντο
καὶ
Αὐλίδα
πετρήεσσαν
Σχοῖνόν
τε
Σκῶλόν
τε
πολύκνημόν
τʼ
Ἐτεωνόν
,
Θέσπειαν
Γραῖάν
τε
καὶ
εὐρύχορον
Μυκαλησσόν
,
οἵ
τʼ
ἀμφʼ
Ἅρμʼ
ἐνέμοντο
καὶ
Εἰλέσιον
καὶ
Ἐρυθράς
,
οἵ
τʼ
Ἐλεῶνʼ
εἶχον
ἠδʼ
Ὕλην
καὶ
Πετεῶνα
,
500
Ὠκαλέην
Μεδεῶνά
τʼ
ἐϋκτίμενον
πτολίεθρον
,
Κώπας
Εὔτρησίν
τε
πολυτρήρωνά
τε
Θίσβην
,
οἵ
τε
Κορώνειαν
καὶ
ποιήενθʼ
Ἁλίαρτον
,
οἵ
τε
Πλάταιαν
ἔχον
ἠδʼ
οἳ
Γλισᾶντʼ
ἐνέμοντο
,
οἵ
θʼ
Ὑποθήβας
εἶχον
ἐϋκτίμενον
πτολίεθρον
,
505
Ὀγχηστόν
θʼ
ἱερὸν
Ποσιδήϊον
ἀγλαὸν
ἄλσος
,
οἵ
τε
πολυστάφυλον
Ἄρνην
ἔχον
,
οἵ
τε
Μίδειαν
Νῖσάν
τε
ζαθέην
Ἀνθηδόνα
τʼ
ἐσχατόωσαν
·
τῶν
μὲν
πεντήκοντα
νέες
κίον
,
ἐν
δὲ
ἑκάστῃ
κοῦροι
Βοιωτῶν
ἑκατὸν
καὶ
εἴκοσι
βαῖνον
.
510
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.