Ἕκτορ
μή
μοι
μίμνε
φίλον
τέκος
ἀνέρα
τοῦτον
οἶος
ἄνευθʼ
ἄλλων
,
ἵνα
μὴ
τάχα
πότμον
ἐπίσπῃς
Πηλεΐωνι
δαμείς
,
ἐπεὶ
ἦ
πολὺ
φέρτερός
ἐστι
40
σχέτλιος
·
αἴθε
θεοῖσι
φίλος
τοσσόνδε
γένοιτο
ὅσσον
ἐμοί
·
τάχα
κέν
ἑ
κύνες
καὶ
γῦπες
ἔδοιεν
κείμενον
·
ἦ
κέ
μοι
αἰνὸν
ἀπὸ
πραπίδων
ἄχος
ἔλθοι
·
ὅς
μʼ
υἱῶν
πολλῶν
τε
καὶ
ἐσθλῶν
εὖνιν
ἔθηκε
κτείνων
καὶ
περνὰς
νήσων
ἔπι
τηλεδαπάων
.
45
καὶ
γὰρ
νῦν
δύο
παῖδε
Λυκάονα
καὶ
Πολύδωρον
οὐ
δύναμαι
ἰδέειν
Τρώων
εἰς
ἄστυ
ἀλέντων
,
τούς
μοι
Λαοθόη
τέκετο
κρείουσα
γυναικῶν
.
ἀλλʼ
εἰ
μὲν
ζώουσι
μετὰ
στρατῷ
,
ἦ
τʼ
ἂν
ἔπειτα
χαλκοῦ
τε
χρυσοῦ
τʼ
ἀπολυσόμεθʼ
,
ἔστι
γὰρ
ἔνδον
·
50
πολλὰ
γὰρ
ὤπασε
παιδὶ
γέρων
ὀνομάκλυτος
Ἄλτης
.
εἰ
δʼ
ἤδη
τεθνᾶσι
καὶ
εἰν
Ἀΐδαο
δόμοισιν
,
ἄλγος
ἐμῷ
θυμῷ
καὶ
μητέρι
τοὶ
τεκόμεσθα
·
λαοῖσιν
δʼ
ἄλλοισι
μινυνθαδιώτερον
ἄλγος
ἔσσεται
,
ἢν
μὴ
καὶ
σὺ
θάνῃς
Ἀχιλῆϊ
δαμασθείς
.
55
ἀλλʼ
εἰσέρχεο
τεῖχος
ἐμὸν
τέκος
,
ὄφρα
σαώσῃς
Τρῶας
καὶ
Τρῳάς
,
μὴ
δὲ
μέγα
κῦδος
ὀρέξῃς
Πηλεΐδῃ
,
αὐτὸς
δὲ
φίλης
αἰῶνος
ἀμερθῇς
.
πρὸς
δʼ
ἐμὲ
τὸν
δύστηνον
ἔτι
φρονέοντʼ
ἐλέησον
δύσμορον
,
ὅν
ῥα
πατὴρ
Κρονίδης
ἐπὶ
γήραος
οὐδῷ
60
αἴσῃ
ἐν
ἀργαλέῃ
φθίσει
κακὰ
πόλλʼ
ἐπιδόντα
υἷάς
τʼ
ὀλλυμένους
ἑλκηθείσας
τε
θύγατρας
,
καὶ
θαλάμους
κεραϊζομένους
,
καὶ
νήπια
τέκνα
βαλλόμενα
προτὶ
γαίῃ
ἐν
αἰνῇ
δηϊοτῆτι
,
ἑλκομένας
τε
νυοὺς
ὀλοῇς
ὑπὸ
χερσὶν
Ἀχαιῶν
.
65
αὐτὸν
δʼ
ἂν
πύματόν
με
κύνες
πρώτῃσι
θύρῃσιν
ὠμησταὶ
ἐρύουσιν
,
ἐπεί
κέ
τις
ὀξέϊ
χαλκῷ
τύψας
ἠὲ
βαλὼν
ῥεθέων
ἐκ
θυμὸν
ἕληται
,
οὓς
τρέφον
ἐν
μεγάροισι
τραπεζῆας
θυραωρούς
,
οἵ
κʼ
ἐμὸν
αἷμα
πιόντες
ἀλύσσοντες
περὶ
θυμῷ
70
κείσοντʼ
ἐν
προθύροισι
.
νέῳ
δέ
τε
πάντʼ
ἐπέοικεν
ἄρηϊ
κταμένῳ
δεδαϊγμένῳ
ὀξέϊ
χαλκῷ
κεῖσθαι
·
πάντα
δὲ
καλὰ
θανόντι
περ
ὅττι
φανήῃ
·
ἀλλʼ
ὅτε
δὴ
πολιόν
τε
κάρη
πολιόν
τε
γένειον
αἰδῶ
τʼ
αἰσχύνωσι
κύνες
κταμένοιο
γέροντος
,
75
τοῦτο
δὴ
οἴκτιστον
πέλεται
δειλοῖσι
βροτοῖσιν
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.