ὣς
οἳ
μὲν
πονέοντο
κατὰ
κρατερὴν
ὑσμίνην
·
Τυδεΐδην
δʼ
οὐκ
ἂν
γνοίης
ποτέροισι
μετείη
85
ἠὲ
μετὰ
Τρώεσσιν
ὁμιλέοι
ἦ
μετʼ
Ἀχαιοῖς
.
θῦνε
γὰρ
ἂμ
πεδίον
ποταμῷ
πλήθοντι
ἐοικὼς
χειμάρρῳ
,
ὅς
τʼ
ὦκα
ῥέων
ἐκέδασσε
γεφύρας
·
τὸν
δʼ
οὔτʼ
ἄρ
τε
γέφυραι
ἐεργμέναι
ἰσχανόωσιν
,
οὔτʼ
ἄρα
ἕρκεα
ἴσχει
ἀλωάων
ἐριθηλέων
90
ἐλθόντʼ
ἐξαπίνης
ὅτʼ
ἐπιβρίσῃ
Διὸς
ὄμβρος
·
πολλὰ
δʼ
ὑπʼ
αὐτοῦ
ἔργα
κατήριπε
κάλʼ
αἰζηῶν
·
ὣς
ὑπὸ
Τυδεΐδῃ
πυκιναὶ
κλονέοντο
φάλαγγες
Τρώων
,
οὐδʼ
ἄρα
μιν
μίμνον
πολέες
περ
ἐόντες
.
τὸν
δʼ
ὡς
οὖν
ἐνόησε
Λυκάονος
ἀγλαὸς
υἱὸς
95
θύνοντʼ
ἂμ
πεδίον
πρὸ
ἕθεν
κλονέοντα
φάλαγγας
,
αἶψʼ
ἐπὶ
Τυδεΐδῃ
ἐτιταίνετο
καμπύλα
τόξα
,
καὶ
βάλʼ
ἐπαΐσσοντα
τυχὼν
κατὰ
δεξιὸν
ὦμον
θώρηκος
γύαλον
·
διὰ
δʼ
ἔπτατο
πικρὸς
ὀϊστός
,
ἀντικρὺ
δὲ
διέσχε
,
παλάσσετο
δʼ
αἵματι
θώρηξ
.
100
τῷ
δʼ
ἐπὶ
μακρὸν
ἄϋσε
Λυκάονος
ἀγλαὸς
υἱός
·
ὄρνυσθε
Τρῶες
μεγάθυμοι
κέντορες
ἵππων
·
βέβληται
γὰρ
ἄριστος
Ἀχαιῶν
,
οὐδέ
ἕ
φημι
δήθʼ
ἀνσχήσεσθαι
κρατερὸν
βέλος
,
εἰ
ἐτεόν
με
ὦρσεν
ἄναξ
Διὸς
υἱὸς
ἀπορνύμενον
Λυκίηθεν
.
105
ὣς
ἔφατʼ
εὐχόμενος
·
τὸν
δʼ
οὐ
βέλος
ὠκὺ
δάμασσεν
,
ἀλλʼ
ἀναχωρήσας
πρόσθʼ
ἵπποιιν
καὶ
ὄχεσφιν
ἔστη
,
καὶ
Σθένελον
προσέφη
Καπανήϊον
υἱόν
·
ὄρσο
πέπον
Καπανηϊάδη
,
καταβήσεο
δίφρου
,
ὄφρά
μοι
ἐξ
ὤμοιο
ἐρύσσῃς
πικρὸν
ὀϊστόν
.
110
ὣς
ἄρʼ
ἔφη
,
Σθένελος
δὲ
καθʼ
ἵππων
ἆλτο
χαμᾶζε
,
πὰρ
δὲ
στὰς
βέλος
ὠκὺ
διαμπερὲς
ἐξέρυσʼ
ὤμου
·
αἷμα
δʼ
ἀνηκόντιζε
διὰ
στρεπτοῖο
χιτῶνος
.
δὴ
τότʼ
ἔπειτʼ
ἠρᾶτο
βοὴν
ἀγαθὸς
Διομήδης
·
κλῦθί
μευ
αἰγιόχοιο
Διὸς
τέκος
Ἀτρυτώνη
,
115
εἴ
ποτέ
μοι
καὶ
πατρὶ
φίλα
φρονέουσα
παρέστης
δηΐῳ
ἐν
πολέμῳ
,
νῦν
αὖτʼ
ἐμὲ
φῖλαι
Ἀθήνη
·
δὸς
δέ
τέ
μʼ
ἄνδρα
ἑλεῖν
καὶ
ἐς
ὁρμὴν
ἔγχεος
ἐλθεῖν
ὅς
μʼ
ἔβαλε
φθάμενος
καὶ
ἐπεύχεται
,
οὐδέ
μέ
φησι
δηρὸν
ἔτʼ
ὄψεσθαι
λαμπρὸν
φάος
ἠελίοιο
.
120
ὣς
ἔφατʼ
εὐχόμενος
·
τοῦ
δʼ
ἔκλυε
Παλλὰς
Ἀθήνη
,
γυῖα
δʼ
ἔθηκεν
ἐλαφρά
,
πόδας
καὶ
χεῖρας
ὕπερθεν
·
ἀγχοῦ
δʼ
ἱσταμένη
ἔπεα
πτερόεντα
προσηύδα
·
θαρσῶν
νῦν
Διόμηδες
ἐπὶ
Τρώεσσι
μάχεσθαι
·
ἐν
γάρ
τοι
στήθεσσι
μένος
πατρώϊον
ἧκα
125
ἄτρομον
,
οἷον
ἔχεσκε
σακέσπαλος
ἱππότα
Τυδεύς
·
ἀχλὺν
δʼ
αὖ
τοι
ἀπʼ
ὀφθαλμῶν
ἕλον
ἣ
πρὶν
ἐπῆεν
,
ὄφρʼ
εὖ
γιγνώσκῃς
ἠμὲν
θεὸν
ἠδὲ
καὶ
ἄνδρα
.
τὼ
νῦν
αἴ
κε
θεὸς
πειρώμενος
ἐνθάδʼ
ἵκηται
μή
τι
σύ
γʼ
ἀθανάτοισι
θεοῖς
ἀντικρὺ
μάχεσθαι
130
τοῖς
ἄλλοις
·
ἀτὰρ
εἴ
κε
Διὸς
θυγάτηρ
Ἀφροδίτη
ἔλθῃσʼ
ἐς
πόλεμον
,
τήν
γʼ
οὐτάμεν
ὀξέϊ
χαλκῷ
.
ἣ
μὲν
ἄρʼ
ὣς
εἰποῦσʼ
ἀπέβη
γλαυκῶπις
Ἀθήνη
,
Τυδεΐδης
δʼ
ἐξαῦτις
ἰὼν
προμάχοισιν
ἐμίχθη
καὶ
πρίν
περ
θυμῷ
μεμαὼς
Τρώεσσι
μάχεσθαι
·
135
δὴ
τότε
μιν
τρὶς
τόσσον
ἕλεν
μένος
ὥς
τε
λέοντα
ὅν
ῥά
τε
ποιμὴν
ἀγρῷ
ἐπʼ
εἰροπόκοις
ὀΐεσσι
χραύσῃ
μέν
τʼ
αὐλῆς
ὑπεράλμενον
οὐδὲ
δαμάσσῃ
·
τοῦ
μέν
τε
σθένος
ὦρσεν
,
ἔπειτα
δέ
τʼ
οὐ
προσαμύνει
,
ἀλλὰ
κατὰ
σταθμοὺς
δύεται
,
τὰ
δʼ
ἐρῆμα
φοβεῖται
·
140
αἳ
μέν
τʼ
ἀγχιστῖναι
ἐπʼ
ἀλλήλῃσι
κέχυνται
,
αὐτὰρ
ὃ
ἐμμεμαὼς
βαθέης
ἐξάλλεται
αὐλῆς
·
ὣς
μεμαὼς
Τρώεσσι
μίγη
κρατερὸς
Διομήδης
.
ἔνθʼ
ἕλεν
Ἀστύνοον
καὶ
Ὑπείρονα
ποιμένα
λαῶν
,
τὸν
μὲν
ὑπὲρ
μαζοῖο
βαλὼν
χαλκήρεϊ
δουρί
,
145
τὸν
δʼ
ἕτερον
ξίφεϊ
μεγάλῳ
κληῗδα
παρʼ
ὦμον
πλῆξʼ
,
ἀπὸ
δʼ
αὐχένος
ὦμον
ἐέργαθεν
ἠδʼ
ἀπὸ
νώτου
.
τοὺς
μὲν
ἔασʼ
,
ὃ
δʼ
Ἄβαντα
μετῴχετο
καὶ
Πολύειδον
υἱέας
Εὐρυδάμαντος
ὀνειροπόλοιο
γέροντος
·
τοῖς
οὐκ
ἐρχομένοις
ὃ
γέρων
ἐκρίνατʼ
ὀνείρους
,
150
ἀλλά
σφεας
κρατερὸς
Διομήδης
ἐξενάριξε
·
βῆ
δὲ
μετὰ
Ξάνθόν
τε
Θόωνά
τε
Φαίνοπος
υἷε
ἄμφω
τηλυγέτω
·
ὃ
δὲ
τείρετο
γήραϊ
λυγρῷ
,
υἱὸν
δʼ
οὐ
τέκετʼ
ἄλλον
ἐπὶ
κτεάτεσσι
λιπέσθαι
.
ἔνθʼ
ὅ
γε
τοὺς
ἐνάριζε
,
φίλον
δʼ
ἐξαίνυτο
θυμὸν
155
ἀμφοτέρω
,
πατέρι
δὲ
γόον
καὶ
κήδεα
λυγρὰ
λεῖπʼ
,
ἐπεὶ
οὐ
ζώοντε
μάχης
ἐκνοστήσαντε
δέξατο
·
χηρωσταὶ
δὲ
διὰ
κτῆσιν
δατέοντο
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.