ἔνθʼ
οὐδʼ
ἴφθιμοι
Λύκιοι
μένον
,
ἀλλὰ
φόβηθεν
πάντες
,
ἐπεὶ
βασιλῆα
ἴδον
βεβλαμμένον
ἦτορ
660
κείμενον
ἐν
νεκύων
ἀγύρει
·
πολέες
γὰρ
ἐπʼ
αὐτῷ
κάππεσον
,
εὖτʼ
ἔριδα
κρατερὴν
ἐτάνυσσε
Κρονίων
.
οἳ
δʼ
ἄρʼ
ἀπʼ
ὤμοιιν
Σαρπηδόνος
ἔντεʼ
ἕλοντο
χάλκεα
μαρμαίροντα
,
τὰ
μὲν
κοίλας
ἐπὶ
νῆας
δῶκε
φέρειν
ἑτάροισι
Μενοιτίου
ἄλκιμος
υἱός
.
665
καὶ
τότʼ
Ἀπόλλωνα
προσέφη
νεφεληγερέτα
Ζεύς
·
εἰ
δʼ
ἄγε
νῦν
φίλε
Φοῖβε
,
κελαινεφὲς
αἷμα
κάθηρον
ἐλθὼν
ἐκ
βελέων
Σαρπηδόνα
,
καί
μιν
ἔπειτα
πολλὸν
ἀπὸ
πρὸ
φέρων
λοῦσον
ποταμοῖο
ῥοῇσι
χρῖσόν
τʼ
ἀμβροσίῃ
,
περὶ
δʼ
ἄμβροτα
εἵματα
ἕσσον
·
670
πέμπε
δέ
μιν
πομποῖσιν
ἅμα
κραιπνοῖσι
φέρεσθαι
ὕπνῳ
καὶ
θανάτῳ
διδυμάοσιν
,
οἵ
ῥά
μιν
ὦκα
θήσουσʼ
ἐν
Λυκίης
εὐρείης
πίονι
δήμῳ
,
ἔνθά
ἑ
ταρχύσουσι
κασίγνητοί
τε
ἔται
τε
τύμβῳ
τε
στήλῃ
τε
·
τὸ
γὰρ
γέρας
ἐστὶ
θανόντων
.
675
ὣς
ἔφατʼ
,
οὐδʼ
ἄρα
πατρὸς
ἀνηκούστησεν
Ἀπόλλων
.
βῆ
δὲ
κατʼ
Ἰδαίων
ὀρέων
ἐς
φύλοπιν
αἰνήν
,
αὐτίκα
δʼ
ἐκ
βελέων
Σαρπηδόνα
δῖον
ἀείρας
πολλὸν
ἀπὸ
πρὸ
φέρων
λοῦσεν
ποταμοῖο
ῥοῇσι
χρῖσέν
τʼ
ἀμβροσίῃ
,
περὶ
δʼ
ἄμβροτα
εἵματα
ἕσσε
·
680
πέμπε
δέ
μιν
πομποῖσιν
ἅμα
κραιπνοῖσι
φέρεσθαι
,
ὕπνῳ
καὶ
θανάτῳ
διδυμάοσιν
,
οἵ
ῥά
μιν
ὦκα
κάτθεσαν
ἐν
Λυκίης
εὐρείης
πίονι
δήμῳ
.
Πάτροκλος
δʼ
ἵπποισι
καὶ
Αὐτομέδοντι
κελεύσας
Τρῶας
καὶ
Λυκίους
μετεκίαθε
,
καὶ
μέγʼ
ἀάσθη
685
νήπιος
·
εἰ
δὲ
ἔπος
Πηληϊάδαο
φύλαξεν
ἦ
τʼ
ἂν
ὑπέκφυγε
κῆρα
κακὴν
μέλανος
θανάτοιο
.
ἀλλʼ
αἰεί
τε
Διὸς
κρείσσων
νόος
ἠέ
περ
ἀνδρῶν
·
ὅς
τε
καὶ
ἄλκιμον
ἄνδρα
φοβεῖ
καὶ
ἀφείλετο
νίκην
ῥηϊδίως
,
ὅτε
δʼ
αὐτὸς
ἐποτρύνῃσι
μάχεσθαι
·
690
ὅς
οἱ
καὶ
τότε
θυμὸν
ἐνὶ
στήθεσσιν
ἀνῆκεν
.
ἔνθα
τίνα
πρῶτον
τίνα
δʼ
ὕστατον
ἐξενάριξας
Πατρόκλεις
,
ὅτε
δή
σε
θεοὶ
θάνατον
δὲ
κάλεσσαν
;
Ἄδρηστον
μὲν
πρῶτα
καὶ
Αὐτόνοον
καὶ
Ἔχεκλον
καὶ
Πέριμον
Μεγάδην
καὶ
Ἐπίστορα
καὶ
Μελάνιππον
,
695
αὐτὰρ
ἔπειτʼ
Ἔλασον
καὶ
Μούλιον
ἠδὲ
Πυλάρτην
·
τοὺς
ἕλεν
·
οἳ
δʼ
ἄλλοι
φύγαδε
μνώοντο
ἕκαστος
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.