ἦ
,
καὶ
Ἀχιλλεὺς
μὲν
δουρικλυτὸς
ἔνθορε
μέσσῳ
κρημνοῦ
ἀπαΐξας
·
ὃ
δʼ
ἐπέσσυτο
οἴδματι
θύων
,
πάντα
δʼ
ὄρινε
ῥέεθρα
κυκώμενος
,
ὦσε
δὲ
νεκροὺς
235
πολλούς
,
οἵ
ῥα
κατʼ
αὐτὸν
ἅλις
ἔσαν
,
οὓς
κτάνʼ
Ἀχιλλεύς
τοὺς
ἔκβαλλε
θύραζε
μεμυκὼς
ἠΰτε
ταῦρος
χέρσον
δέ
·
ζωοὺς
δὲ
σάω
κατὰ
καλὰ
ῥέεθρα
,
κρύπτων
ἐν
δίνῃσι
βαθείῃσιν
μεγάλῃσι
.
δεινὸν
δʼ
ἀμφʼ
Ἀχιλῆα
κυκώμενον
ἵστατο
κῦμα
,
240
ὤθει
δʼ
ἐν
σάκεϊ
πίπτων
ῥόος
·
οὐδὲ
πόδεσσιν
εἶχε
στηρίξασθαι
·
ὃ
δὲ
πτελέην
ἕλε
χερσὶν
εὐφυέα
μεγάλην
·
ἣ
δʼ
ἐκ
ῥιζῶν
ἐριποῦσα
κρημνὸν
ἅπαντα
διῶσεν
,
ἐπέσχε
δὲ
καλὰ
ῥέεθρα
ὄζοισιν
πυκινοῖσι
,
γεφύρωσεν
δέ
μιν
αὐτὸν
245
εἴσω
πᾶσʼ
ἐριποῦσʼ
·
ὃ
δʼ
ἄρʼ
ἐκ
δίνης
ἀνορούσας
ἤϊξεν
πεδίοιο
ποσὶ
κραιπνοῖσι
πέτεσθαι
δείσας
·
οὐδέ
τʼ
ἔληγε
θεὸς
μέγας
,
ὦρτο
δʼ
ἐπʼ
αὐτῷ
ἀκροκελαινιόων
,
ἵνα
μιν
παύσειε
πόνοιο
δῖον
Ἀχιλλῆα
,
Τρώεσσι
δὲ
λοιγὸν
ἀλάλκοι
.
250
Πηλεΐδης
δʼ
ἀπόρουσεν
ὅσον
τʼ
ἐπὶ
δουρὸς
ἐρωή
,
αἰετοῦ
οἴματʼ
ἔχων
μέλανος
τοῦ
θηρητῆρος
,
ὅς
θʼ
ἅμα
κάρτιστός
τε
καὶ
ὤκιστος
πετεηνῶν
·
τῷ
ἐϊκὼς
ἤϊξεν
,
ἐπὶ
στήθεσσι
δὲ
χαλκὸς
σμερδαλέον
κονάβιζεν
·
ὕπαιθα
δὲ
τοῖο
λιασθεὶς
255
φεῦγʼ
,
ὃ
δʼ
ὄπισθε
ῥέων
ἕπετο
μεγάλῳ
ὀρυμαγδῷ
.
ὡς
δʼ
ὅτʼ
ἀνὴρ
ὀχετηγὸς
ἀπὸ
κρήνης
μελανύδρου
ἂμ
φυτὰ
καὶ
κήπους
ὕδατι
ῥόον
ἡγεμονεύῃ
χερσὶ
μάκελλαν
ἔχων
,
ἀμάρης
ἐξ
ἔχματα
βάλλων
·
τοῦ
μέν
τε
προρέοντος
ὑπὸ
ψηφῖδες
ἅπασαι
260
ὀχλεῦνται
·
τὸ
δέ
τʼ
ὦκα
κατειβόμενον
κελαρύζει
χώρῳ
ἔνι
προαλεῖ
,
φθάνει
δέ
τε
καὶ
τὸν
ἄγοντα
·
ὣς
αἰεὶ
Ἀχιλῆα
κιχήσατο
κῦμα
ῥόοιο
καὶ
λαιψηρὸν
ἐόντα
·
θεοὶ
δέ
τε
φέρτεροι
ἀνδρῶν
.
ὁσσάκι
δʼ
ὁρμήσειε
ποδάρκης
δῖος
Ἀχιλλεὺς
265
στῆναι
ἐναντίβιον
καὶ
γνώμεναι
εἴ
μιν
ἅπαντες
ἀθάνατοι
φοβέουσι
,
τοὶ
οὐρανὸν
εὐρὺν
ἔχουσι
,
τοσσάκι
μιν
μέγα
κῦμα
διιπετέος
ποταμοῖο
πλάζʼ
ὤμους
καθύπερθεν
·
ὃ
δʼ
ὑψόσε
ποσσὶν
ἐπήδα
θυμῷ
ἀνιάζων
·
ποταμὸς
δʼ
ὑπὸ
γούνατʼ
ἐδάμνα
270
λάβρος
ὕπαιθα
ῥέων
,
κονίην
δʼ
ὑπέρεπτε
ποδοῖιν
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.