Μυρμιδόνες
μή
τίς
μοι
ἀπειλάων
λελαθέσθω
,
200
ἃς
ἐπὶ
νηυσὶ
θοῇσιν
ἀπειλεῖτε
Τρώεσσι
πάνθʼ
ὑπὸ
μηνιθμόν
,
καί
μʼ
ᾐτιάασθε
ἕκαστος
·
σχέτλιε
Πηλέος
υἱὲ
χόλῳ
ἄρα
σʼ
ἔτρεφε
μήτηρ
,
νηλεές
,
ὃς
παρὰ
νηυσὶν
ἔχεις
ἀέκοντας
ἑταίρους
·
οἴκαδέ
περ
σὺν
νηυσὶ
νεώμεθα
ποντοπόροισιν
205
αὖτις
,
ἐπεί
ῥά
τοι
ὧδε
κακὸς
χόλος
ἔμπεσε
θυμῷ
.
ταῦτά
μʼ
ἀγειρόμενοι
θάμʼ
ἐβάζετε
·
νῦν
δὲ
πέφανται
φυλόπιδος
μέγα
ἔργον
,
ἕης
τὸ
πρίν
γʼ
ἐράασθε
.
ἔνθά
τις
ἄλκιμον
ἦτορ
ἔχων
Τρώεσσι
μαχέσθω
.
ὣς
εἰπὼν
ὄτρυνε
μένος
καὶ
θυμὸν
ἑκάστου
.
210
μᾶλλον
δὲ
στίχες
ἄρθεν
,
ἐπεὶ
βασιλῆος
ἄκουσαν
.
ὡς
δʼ
ὅτε
τοῖχον
ἀνὴρ
ἀράρῃ
πυκινοῖσι
λίθοισι
δώματος
ὑψηλοῖο
βίας
ἀνέμων
ἀλεείνων
,
ὣς
ἄραρον
κόρυθές
τε
καὶ
ἀσπίδες
ὀμφαλόεσσαι
.
ἀσπὶς
ἄρʼ
ἀσπίδʼ
ἔρειδε
,
κόρυς
κόρυν
,
ἀνέρα
δʼ
ἀνήρ
·
215
ψαῦον
δʼ
ἱππόκομοι
κόρυθες
λαμπροῖσι
φάλοισι
νευόντων
,
ὡς
πυκνοὶ
ἐφέστασαν
ἀλλήλοισι
.
πάντων
δὲ
προπάροιθε
δύʼ
ἀνέρε
θωρήσσοντο
Πάτροκλός
τε
καὶ
Αὐτομέδων
ἕνα
θυμὸν
ἔχοντες
πρόσθεν
Μυρμιδόνων
πολεμιζέμεν
.
αὐτὰρ
Ἀχιλλεὺς
220
βῆ
ῥʼ
ἴμεν
ἐς
κλισίην
,
χηλοῦ
δʼ
ἀπὸ
πῶμʼ
ἀνέῳγε
καλῆς
δαιδαλέης
,
τήν
οἱ
Θέτις
ἀργυρόπεζα
θῆκʼ
ἐπὶ
νηὸς
ἄγεσθαι
ἐῢ
πλήσασα
χιτώνων
χλαινάων
τʼ
ἀνεμοσκεπέων
οὔλων
τε
ταπήτων
.
ἔνθα
δέ
οἱ
δέπας
ἔσκε
τετυγμένον
,
οὐδέ
τις
ἄλλος
225
οὔτʼ
ἀνδρῶν
πίνεσκεν
ἀπʼ
αὐτοῦ
αἴθοπα
οἶνον
,
οὔτέ
τεῳ
σπένδεσκε
θεῶν
,
ὅτε
μὴ
Διὶ
πατρί
.
τό
ῥα
τότʼ
ἐκ
χηλοῖο
λαβὼν
ἐκάθηρε
θεείῳ
πρῶτον
,
ἔπειτα
δʼ
ἔνιψʼ
ὕδατος
καλῇσι
ῥοῇσι
,
νίψατο
δʼ
αὐτὸς
χεῖρας
,
ἀφύσσατο
δʼ
αἴθοπα
οἶνον
.
230
εὔχετʼ
ἔπειτα
στὰς
μέσῳ
ἕρκεϊ
,
λεῖβε
δὲ
οἶνον
οὐρανὸν
εἰσανιδών
·
Δία
δʼ
οὐ
λάθε
τερπικέραυνον
·
Ζεῦ
ἄνα
Δωδωναῖε
Πελασγικὲ
τηλόθι
ναίων
Δωδώνης
μεδέων
δυσχειμέρου
,
ἀμφὶ
δὲ
Σελλοὶ
σοὶ
ναίουσʼ
ὑποφῆται
ἀνιπτόποδες
χαμαιεῦναι
,
235
ἠμὲν
δή
ποτʼ
ἐμὸν
ἔπος
ἔκλυες
εὐξαμένοιο
,
τίμησας
μὲν
ἐμέ
,
μέγα
δʼ
ἴψαο
λαὸν
Ἀχαιῶν
,
ἠδʼ
ἔτι
καὶ
νῦν
μοι
τόδʼ
ἐπικρήηνον
ἐέλδωρ
·
αὐτὸς
μὲν
γὰρ
ἐγὼ
μενέω
νηῶν
ἐν
ἀγῶνι
,
ἀλλʼ
ἕταρον
πέμπω
πολέσιν
μετὰ
Μυρμιδόνεσσι
240
μάρνασθαι
·
τῷ
κῦδος
ἅμα
πρόες
εὐρύοπα
Ζεῦ
,
θάρσυνον
δέ
οἱ
ἦτορ
ἐνὶ
φρεσίν
,
ὄφρα
καὶ
Ἕκτωρ
εἴσεται
ἤ
ῥα
καὶ
οἶος
ἐπίστηται
πολεμίζειν
ἡμέτερος
θεράπων
,
ἦ
οἱ
τότε
χεῖρες
ἄαπτοι
μαίνονθʼ
,
ὁππότʼ
ἐγώ
περ
ἴω
μετὰ
μῶλον
Ἄρηος
.
245
αὐτὰρ
ἐπεί
κʼ
ἀπὸ
ναῦφι
μάχην
ἐνοπήν
τε
δίηται
,
ἀσκηθής
μοι
ἔπειτα
θοὰς
ἐπὶ
νῆας
ἵκοιτο
τεύχεσί
τε
ξὺν
πᾶσι
καὶ
ἀγχεμάχοις
ἑτάροισιν
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.