τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
Τελαμώνιος
Αἴας
·
Ἰδαῖʼ
Ἕκτορα
ταῦτα
κελεύετε
μυθήσασθαι
·
αὐτὸς
γὰρ
χάρμῃ
προκαλέσσατο
πάντας
ἀρίστους
.
285
ἀρχέτω
·
αὐτὰρ
ἐγὼ
μάλα
πείσομαι
ᾗ
περ
ἂν
οὗτος
.
τὸν
δʼ
αὖτε
προσέειπε
μέγας
κορυθαίολος
Ἕκτωρ
·
Αἶαν
ἐπεί
τοι
δῶκε
θεὸς
μέγεθός
τε
βίην
τε
καὶ
πινυτήν
,
περὶ
δʼ
ἔγχει
Ἀχαιῶν
φέρτατός
ἐσσι
,
νῦν
μὲν
παυσώμεσθα
μάχης
καὶ
δηϊοτῆτος
290
σήμερον
·
ὕστερον
αὖτε
μαχησόμεθʼ
εἰς
ὅ
κε
δαίμων
ἄμμε
διακρίνῃ
,
δώῃ
δʼ
ἑτέροισί
γε
νίκην
.
νὺξ
δʼ
ἤδη
τελέθει
·
ἀγαθὸν
καὶ
νυκτὶ
πιθέσθαι
,
ὡς
σύ
τʼ
ἐϋφρήνῃς
πάντας
παρὰ
νηυσὶν
Ἀχαιούς
,
σούς
τε
μάλιστα
ἔτας
καὶ
ἑταίρους
,
οἵ
τοι
ἔασιν
·
295
αὐτὰρ
ἐγὼ
κατὰ
ἄστυ
μέγα
Πριάμοιο
ἄνακτος
Τρῶας
ἐϋφρανέω
καὶ
Τρῳάδας
ἑλκεσιπέπλους
,
αἵ
τέ
μοι
εὐχόμεναι
θεῖον
δύσονται
ἀγῶνα
.
δῶρα
δʼ
ἄγʼ
ἀλλήλοισι
περικλυτὰ
δώομεν
ἄμφω
,
ὄφρά
τις
ὧδʼ
εἴπῃσιν
Ἀχαιῶν
τε
Τρώων
τε
·
300
ἠμὲν
ἐμαρνάσθην
ἔριδος
πέρι
θυμοβόροιο
,
ἠδʼ
αὖτʼ
ἐν
φιλότητι
διέτμαγεν
ἀρθμήσαντε
.
ὣς
ἄρα
φωνήσας
δῶκε
ξίφος
ἀργυρόηλον
σὺν
κολεῷ
τε
φέρων
καὶ
ἐϋτμήτῳ
τελαμῶνι
·
Αἴας
δὲ
ζωστῆρα
δίδου
φοίνικι
φαεινόν
.
305
τὼ
δὲ
διακρινθέντε
ὃ
μὲν
μετὰ
λαὸν
Ἀχαιῶν
ἤϊʼ
,
ὃ
δʼ
ἐς
Τρώων
ὅμαδον
κίε
·
τοὶ
δὲ
χάρησαν
,
ὡς
εἶδον
ζωόν
τε
καὶ
ἀρτεμέα
προσιόντα
,
Αἴαντος
προφυγόντα
μένος
καὶ
χεῖρας
ἀάπτους
·
καί
ῥʼ
ἦγον
προτὶ
ἄστυ
ἀελπτέοντες
σόον
εἶναι
.
310
Αἴαντʼ
αὖθʼ
ἑτέρωθεν
ἐϋκνήμιδες
Ἀχαιοὶ
εἰς
Ἀγαμέμνονα
δῖον
ἄγον
κεχαρηότα
νίκῃ
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.