τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
νεφεληγερέτα
Ζεύς
·
ἠοῦς
δὴ
καὶ
μᾶλλον
ὑπερμενέα
Κρονίωνα
470
ὄψεαι
,
αἴ
κʼ
ἐθέλῃσθα
,
βοῶπις
πότνια
Ἥρη
ὀλλύντʼ
Ἀργείων
πουλὺν
στρατὸν
αἰχμητάων
·
οὐ
γὰρ
πρὶν
πολέμου
ἀποπαύσεται
ὄβριμος
Ἕκτωρ
πρὶν
ὄρθαι
παρὰ
ναῦφι
ποδώκεα
Πηλεΐωνα
,
ἤματι
τῷ
ὅτʼ
ἂν
οἳ
μὲν
ἐπὶ
πρύμνῃσι
μάχωνται
475
στείνει
ἐν
αἰνοτάτῳ
περὶ
Πατρόκλοιο
θανόντος
·
ὣς
γὰρ
θέσφατόν
ἐστι
·
σέθεν
δʼ
ἐγὼ
οὐκ
ἀλεγίζω
χωομένης
,
οὐδʼ
εἴ
κε
τὰ
νείατα
πείραθʼ
ἵκηαι
γαίης
καὶ
πόντοιο
,
ἵνʼ
Ἰάπετός
τε
Κρόνος
τε
ἥμενοι
οὔτʼ
αὐγῇς
Ὑπερίονος
Ἠελίοιο
480
τέρποντʼ
οὔτʼ
ἀνέμοισι
,
βαθὺς
δέ
τε
Τάρταρος
ἀμφίς
·
οὐδʼ
ἢν
ἔνθʼ
ἀφίκηαι
ἀλωμένη
,
οὔ
σευ
ἔγωγε
σκυζομένης
ἀλέγω
,
ἐπεὶ
οὐ
σέο
κύντερον
ἄλλο
.
ὣς
φάτο
,
τὸν
δʼ
οὔ
τι
προσέφη
λευκώλενος
Ἥρη
.
ἐν
δʼ
ἔπεσʼ
Ὠκεανῷ
λαμπρὸν
φάος
ἠελίοιο
485
ἕλκον
νύκτα
μέλαιναν
ἐπὶ
ζείδωρον
ἄρουραν
.
Τρωσὶν
μέν
ῥʼ
ἀέκουσιν
ἔδυ
φάος
,
αὐτὰρ
Ἀχαιοῖς
ἀσπασίη
τρίλλιστος
ἐπήλυθε
νὺξ
ἐρεβεννή
.
Τρώων
αὖτʼ
ἀγορὴν
ποιήσατο
φαίδιμος
Ἕκτωρ
νόσφι
νεῶν
ἀγαγὼν
ποταμῷ
ἔπι
δινήεντι
,
490
ἐν
καθαρῷ
ὅθι
δὴ
νεκύων
διεφαίνετο
χῶρος
.
ἐξ
ἵππων
δʼ
ἀποβάντες
ἐπὶ
χθόνα
μῦθον
ἄκουον
τόν
ῥʼ
Ἕκτωρ
ἀγόρευε
Διῒ
φίλος
·
ἐν
δʼ
ἄρα
χειρὶ
ἔγχος
ἔχʼ
ἑνδεκάπηχυ
·
πάροιθε
δὲ
λάμπετο
δουρὸς
αἰχμὴ
χαλκείη
,
περὶ
δὲ
χρύσεος
θέε
πόρκης
,
495
τῷ
ὅ
γʼ
ἐρεισάμενος
ἔπεα
Τρώεσσι
μετηύδα
·
κέκλυτέ
μευ
Τρῶες
καὶ
Δάρδανοι
ἠδʼ
ἐπίκουροι
·
νῦν
ἐφάμην
νῆάς
τʼ
ὀλέσας
καὶ
πάντας
Ἀχαιοὺς
ἂψ
ἀπονοστήσειν
προτὶ
Ἴλιον
ἠνεμόεσσαν
·
ἀλλὰ
πρὶν
κνέφας
ἦλθε
,
τὸ
νῦν
ἐσάωσε
μάλιστα
500
Ἀργείους
καὶ
νῆας
ἐπὶ
ῥηγμῖνι
θαλάσσης
.
ἀλλʼ
ἤτοι
νῦν
μὲν
πειθώμεθα
νυκτὶ
μελαίνῃ
δόρπά
τʼ
ἐφοπλισόμεσθα
·
ἀτὰρ
καλλίτριχας
ἵππους
λύσαθʼ
ὑπὲξ
ὀχέων
,
παρὰ
δέ
σφισι
βάλλετʼ
ἐδωδήν
·
ἐκ
πόλιος
δʼ
ἄξεσθε
βόας
καὶ
ἴφια
μῆλα
505
καρπαλίμως
,
οἶνον
δὲ
μελίφρονα
οἰνίζεσθε
σῖτόν
τʼ
ἐκ
μεγάρων
,
ἐπὶ
δὲ
ξύλα
πολλὰ
λέγεσθε
,
ὥς
κεν
παννύχιοι
μέσφʼ
ἠοῦς
ἠριγενείης
καίωμεν
πυρὰ
πολλά
,
σέλας
δʼ
εἰς
οὐρανὸν
ἵκῃ
,
μή
πως
καὶ
διὰ
νύκτα
κάρη
κομόωντες
Ἀχαιοὶ
510
φεύγειν
ὁρμήσωνται
ἐπʼ
εὐρέα
νῶτα
θαλάσσης
.
μὴ
μὰν
ἀσπουδί
γε
νεῶν
ἐπιβαῖεν
ἕκηλοι
,
ἀλλʼ
ὥς
τις
τούτων
γε
βέλος
καὶ
οἴκοθι
πέσσῃ
βλήμενος
ἢ
ἰῷ
ἢ
ἔγχεϊ
ὀξυόεντι
νηὸς
ἐπιθρῴσκων
,
ἵνα
τις
στυγέῃσι
καὶ
ἄλλος
515
Τρωσὶν
ἐφʼ
ἱπποδάμοισι
φέρειν
πολύδακρυν
Ἄρηα
.
κήρυκες
δʼ
ἀνὰ
ἄστυ
Διῒ
φίλοι
ἀγγελλόντων
παῖδας
πρωθήβας
πολιοκροτάφους
τε
γέροντας
λέξασθαι
περὶ
ἄστυ
θεοδμήτων
ἐπὶ
πύργων
·
θηλύτεραι
δὲ
γυναῖκες
ἐνὶ
μεγάροισιν
ἑκάστη
520
πῦρ
μέγα
καιόντων
·
φυλακὴ
δέ
τις
ἔμπεδος
ἔστω
μὴ
λόχος
εἰσέλθῃσι
πόλιν
λαῶν
ἀπεόντων
.
ὧδʼ
ἔστω
Τρῶες
μεγαλήτορες
ὡς
ἀγορεύω
·
μῦθος
δʼ
ὃς
μὲν
νῦν
ὑγιὴς
εἰρημένος
ἔστω
,
τὸν
δʼ
ἠοῦς
Τρώεσσι
μεθʼ
ἱπποδάμοις
ἀγορεύσω
.
525
ἔλπομαι
εὐχόμενος
Διί
τʼ
ἄλλοισίν
τε
θεοῖσιν
ἐξελάαν
ἐνθένδε
κύνας
κηρεσσιφορήτους
,
οὓς
κῆρες
φορέουσι
μελαινάων
ἐπὶ
νηῶν
.
ἀλλʼ
ἤτοι
ἐπὶ
νυκτὶ
φυλάξομεν
ἡμέας
αὐτούς
,
πρῶϊ
δʼ
ὑπηοῖοι
σὺν
τεύχεσι
θωρηχθέντες
530
νηυσὶν
ἔπι
γλαφυρῇσιν
ἐγείρομεν
ὀξὺν
Ἄρηα
.
εἴσομαι
εἴ
κέ
μʼ
ὁ
Τυδεΐδης
κρατερὸς
Διομήδης
πὰρ
νηῶν
πρὸς
τεῖχος
ἀπώσεται
,
ἤ
κεν
ἐγὼ
τὸν
χαλκῷ
δῃώσας
ἔναρα
βροτόεντα
φέρωμαι
.
αὔριον
ἣν
ἀρετὴν
διαείσεται
,
εἴ
κʼ
ἐμὸν
ἔγχος
535
μείνῃ
ἐπερχόμενον
·
ἀλλʼ
ἐν
πρώτοισιν
ὀΐω
κείσεται
οὐτηθείς
,
πολέες
δʼ
ἀμφʼ
αὐτὸν
ἑταῖροι
ἠελίου
ἀνιόντος
ἐς
αὔριον
·
εἰ
γὰρ
ἐγὼν
ὣς
εἴην
ἀθάνατος
καὶ
ἀγήρως
ἤματα
πάντα
,
τιοίμην
δʼ
ὡς
τίετʼ
Ἀθηναίη
καὶ
Ἀπόλλων
,
540
ὡς
νῦν
ἡμέρη
ἥδε
κακὸν
φέρει
Ἀργείοισιν
.
ὣς
Ἕκτωρ
ἀγόρευʼ
,
ἐπὶ
δὲ
Τρῶες
κελάδησαν
.
οἳ
δʼ
ἵππους
μὲν
λῦσαν
ὑπὸ
ζυγοῦ
ἱδρώοντας
,
δῆσαν
δʼ
ἱμάντεσσι
παρʼ
ἅρμασιν
οἷσιν
ἕκαστος
·
ἐκ
πόλιος
δʼ
ἄξοντο
βόας
καὶ
ἴφια
μῆλα
545
καρπαλίμως
,
οἶνον
δὲ
μελίφρονα
οἰνίζοντο
,
σῖτόν
τʼ
ἐκ
μεγάρων
,
ἐπὶ
δὲ
ξύλα
πολλὰ
λέγοντο
.
ἔρδον
δ’
ἀθανάτοισι
τεληέσσας
ἑκατόμβας
κνίσην
δʼ
ἐκ
πεδίου
ἄνεμοι
φέρον
οὐρανὸν
εἴσω
.
ἡδεῖαν
·
τῆς
δ’
οὔ
τι
θεοὶ
μάκαρες
δατέοντο
,
550
οὐδ’
ἔθελον
·
μάλα
γάρ
σφιν
ἀπήχθετο
Ἴλιος
ἱρή
,
καὶ
Πρίαμος
καὶ
λαὸς
ἐϋμμελίω
Πριάμοιο
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.