ἂψ
δʼ
ἐπὶ
Πατρόκλῳ
τέτατο
κρατερὴ
ὑσμίνη
ἀργαλέη
πολύδακρυς
,
ἔγειρε
δὲ
νεῖκος
Ἀθήνη
οὐρανόθεν
καταβᾶσα
·
προῆκε
γὰρ
εὐρύοπα
Ζεὺς
545
ὀρνύμεναι
Δαναούς
·
δὴ
γὰρ
νόος
ἐτράπετʼ
αὐτοῦ
.
ἠΰτε
πορφυρέην
ἶριν
θνητοῖσι
τανύσσῃ
Ζεὺς
ἐξ
οὐρανόθεν
τέρας
ἔμμεναι
ἢ
πολέμοιο
ἢ
καὶ
χειμῶνος
δυσθαλπέος
,
ὅς
ῥά
τε
ἔργων
ἀνθρώπους
ἀνέπαυσεν
ἐπὶ
χθονί
,
μῆλα
δὲ
κήδει
,
550
ὣς
ἣ
πορφυρέῃ
νεφέλῃ
πυκάσασα
ἓ
αὐτὴν
δύσετʼ
Ἀχαιῶν
ἔθνος
,
ἔγειρε
δὲ
φῶτα
ἕκαστον
.
πρῶτον
δʼ
Ἀτρέος
υἱὸν
ἐποτρύνουσα
προσηύδα
ἴφθιμον
Μενέλαον
·
ὃ
γάρ
ῥά
οἱ
ἐγγύθεν
ἦεν
·
εἰσαμένη
Φοίνικι
δέμας
καὶ
ἀτειρέα
φωνήν
·
555
σοὶ
μὲν
δὴ
Μενέλαε
κατηφείη
καὶ
ὄνειδος
ἔσσεται
εἴ
κʼ
Ἀχιλῆος
ἀγαυοῦ
πιστὸν
ἑταῖρον
τείχει
ὕπο
Τρώων
ταχέες
κύνες
ἑλκήσουσιν
.
ἀλλʼ
ἔχεο
κρατερῶς
,
ὄτρυνε
δὲ
λαὸν
ἅπαντα
.
τὴν
δʼ
αὖτε
προσέειπε
βοὴν
ἀγαθὸς
Μενέλαος
·
560
Φοῖνιξ
ἄττα
γεραιὲ
παλαιγενές
,
εἰ
γὰρ
Ἀθήνη
δοίη
κάρτος
ἐμοί
,
βελέων
δʼ
ἀπερύκοι
ἐρωήν
·
τώ
κεν
ἔγωγʼ
ἐθέλοιμι
παρεστάμεναι
καὶ
ἀμύνειν
Πατρόκλῳ
·
μάλα
γάρ
με
θανὼν
ἐσεμάσσατο
θυμόν
.
ἀλλʼ
Ἕκτωρ
πυρὸς
αἰνὸν
ἔχει
μένος
,
οὐδʼ
ἀπολήγει
565
χαλκῷ
δηϊόων
·
τῷ
γὰρ
Ζεὺς
κῦδος
ὀπάζει
.
ὣς
φάτο
,
γήθησεν
δὲ
θεὰ
γλαυκῶπις
Ἀθήνη
,
ὅττί
ῥά
οἱ
πάμπρωτα
θεῶν
ἠρήσατο
πάντων
.
ἐν
δὲ
βίην
ὤμοισι
καὶ
ἐν
γούνεσσιν
ἔθηκε
,
καί
οἱ
μυίης
θάρσος
ἐνὶ
στήθεσσιν
ἐνῆκεν
,
570
ἥ
τε
καὶ
ἐργομένη
μάλα
περ
χροὸς
ἀνδρομέοιο
ἰσχανάᾳ
δακέειν
,
λαρόν
τέ
οἱ
αἷμʼ
ἀνθρώπου
·
τοίου
μιν
θάρσευς
πλῆσε
φρένας
ἀμφὶ
μελαίνας
,
βῆ
δʼ
ἐπὶ
Πατρόκλῳ
,
καὶ
ἀκόντισε
δουρὶ
φαεινῷ
.
ἔσκε
δʼ
ἐνὶ
Τρώεσσι
Ποδῆς
υἱὸς
Ἠετίωνος
575
ἀφνειός
τʼ
ἀγαθός
τε
·
μάλιστα
δέ
μιν
τίεν
Ἕκτωρ
δήμου
,
ἐπεί
οἱ
ἑταῖρος
ἔην
φίλος
εἰλαπιναστής
·
τόν
ῥα
κατὰ
ζωστῆρα
βάλε
ξανθὸς
Μενέλαος
ἀΐξαντα
φόβον
δέ
,
διὰ
πρὸ
δὲ
χαλκὸν
ἔλασσε
·
δούπησεν
δὲ
πεσών
·
ἀτὰρ
Ἀτρεΐδης
Μενέλαος
580
νεκρὸν
ὑπʼ
ἐκ
Τρώων
ἔρυσεν
μετὰ
ἔθνος
ἑταίρων
.
Ἕκτορα
δʼ
ἐγγύθεν
ἱστάμενος
ὄτρυνεν
Ἀπόλλων
Φαίνοπι
Ἀσιάδῃ
ἐναλίγκιος
,
ὅς
οἱ
ἁπάντων
ξείνων
φίλτατος
ἔσκεν
Ἀβυδόθι
οἰκία
ναίων
·
τῷ
μιν
ἐεισάμενος
προσέφη
ἑκάεργος
Ἀπόλλων
·
585
Ἕκτορ
τίς
κέ
σʼ
ἔτʼ
ἄλλος
Ἀχαιῶν
ταρβήσειεν
;
οἷον
δὴ
Μενέλαον
ὑπέτρεσας
,
ὃς
τὸ
πάρος
γε
μαλθακὸς
αἰχμητής
·
νῦν
δʼ
οἴχεται
οἶος
ἀείρας
νεκρὸν
ὑπʼ
ἐκ
Τρώων
,
σὸν
δʼ
ἔκτανε
πιστὸν
ἑταῖρον
ἐσθλὸν
ἐνὶ
προμάχοισι
Ποδῆν
υἱὸν
Ἠετίωνος
.
590
ὣς
φάτο
,
τὸν
δʼ
ἄχεος
νεφέλη
ἐκάλυψε
μέλαινα
,
βῆ
δὲ
διὰ
προμάχων
κεκορυθμένος
αἴθοπι
χαλκῷ
.
καὶ
τότʼ
ἄρα
Κρονίδης
ἕλετʼ
αἰγίδα
θυσσανόεσσαν
μαρμαρέην
,
Ἴδην
δὲ
κατὰ
νεφέεσσι
κάλυψεν
,
ἀστράψας
δὲ
μάλα
μεγάλʼ
ἔκτυπε
,
τὴν
δὲ
τίναξε
,
595
νίκην
δὲ
Τρώεσσι
δίδου
,
ἐφόβησε
δʼ
Ἀχαιούς
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.