τὸν
δʼ
αὖτε
προσέειπεν
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
·
Νέστορ
ἐπεὶ
δὴ
νηυσὶν
ἔπι
πρυμνῇσι
μάχονται
,
65
τεῖχος
δʼ
οὐκ
ἔχραισμε
τετυγμένον
,
οὐδέ
τι
τάφρος
,
ᾗ
ἔπι
πολλὰ
πάθον
Δαναοί
,
ἔλποντο
δὲ
θυμῷ
ἄρρηκτον
νηῶν
τε
καὶ
αὐτῶν
εἶλαρ
ἔσεσθαι
·
οὕτω
που
Διὶ
μέλλει
ὑπερμενέϊ
φίλον
εἶναι
νωνύμνους
ἀπολέσθαι
ἀπʼ
Ἄργεος
ἐνθάδʼ
Ἀχαιούς
.
70
ᾔδεα
μὲν
γὰρ
ὅτε
πρόφρων
Δαναοῖσιν
ἄμυνεν
,
οἶδα
δὲ
νῦν
ὅτε
τοὺς
μὲν
ὁμῶς
μακάρεσσι
θεοῖσι
κυδάνει
,
ἡμέτερον
δὲ
μένος
καὶ
χεῖρας
ἔδησεν
.
ἀλλʼ
ἄγεθʼ
ὡς
ἂν
ἐγὼν
εἴπω
πειθώμεθα
πάντες
.
νῆες
ὅσαι
πρῶται
εἰρύαται
ἄγχι
θαλάσσης
75
ἕλκωμεν
,
πάσας
δὲ
ἐρύσσομεν
εἰς
ἅλα
δῖαν
,
ὕψι
δʼ
ἐπʼ
εὐνάων
ὁρμίσσομεν
,
εἰς
ὅ
κεν
ἔλθῃ
νὺξ
ἀβρότη
,
ἢν
καὶ
τῇ
ἀπόσχωνται
πολέμοιο
Τρῶες
·
ἔπειτα
δέ
κεν
ἐρυσαίμεθα
νῆας
ἁπάσας
.
οὐ
γάρ
τις
νέμεσις
φυγέειν
κακόν
,
οὐδʼ
ἀνὰ
νύκτα
.
80
βέλτερον
ὃς
φεύγων
προφύγῃ
κακὸν
ἠὲ
ἁλώῃ
.
τὸν
δʼ
ἄρʼ
ὑπόδρα
ἰδὼν
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
Ἀτρεΐδη
ποῖόν
σε
ἔπος
φύγεν
ἕρκος
ὀδόντων
·
οὐλόμεν
ʼ
αἴθʼ
ὤφελλες
ἀεικελίου
στρατοῦ
ἄλλου
σημαίνειν
,
μὴ
δʼ
ἄμμιν
ἀνασσέμεν
,
οἷσιν
ἄρα
Ζεὺς
85
ἐκ
νεότητος
ἔδωκε
καὶ
ἐς
γῆρας
τολυπεύειν
ἀργαλέους
πολέμους
,
ὄφρα
φθιόμεσθα
ἕκαστος
.
οὕτω
δὴ
μέμονας
Τρώων
πόλιν
εὐρυάγυιαν
καλλείψειν
,
ἧς
εἵνεκʼ
ὀϊζύομεν
κακὰ
πολλά
;
σίγα
,
μή
τίς
τʼ
ἄλλος
Ἀχαιῶν
τοῦτον
ἀκούσῃ
90
μῦθον
,
ὃν
οὔ
κεν
ἀνήρ
γε
διὰ
στόμα
πάμπαν
ἄγοιτο
ὅς
τις
ἐπίσταιτο
ᾗσι
φρεσὶν
ἄρτια
βάζειν
σκηπτοῦχός
τʼ
εἴη
,
καί
οἱ
πειθοίατο
λαοὶ
τοσσοίδʼ
ὅσσοισιν
σὺ
μετʼ
Ἀργείοισιν
ἀνάσσεις
·
νῦν
δέ
σευ
ὠνοσάμην
πάγχυ
φρένας
,
οἷον
ἔειπες
·
95
ὃς
κέλεαι
πολέμοιο
συνεσταότος
καὶ
ἀϋτῆς
νῆας
ἐϋσσέλμους
ἅλαδʼ
ἑλκέμεν
,
ὄφρʼ
ἔτι
μᾶλλον
Τρωσὶ
μὲν
εὐκτὰ
γένηται
ἐπικρατέουσί
περ
ἔμπης
,
ἡμῖν
δʼ
αἰπὺς
ὄλεθρος
ἐπιρρέπῃ
.
οὐ
γὰρ
Ἀχαιοὶ
σχήσουσιν
πόλεμον
νηῶν
ἅλα
δʼ
ἑλκομενάων
,
100
ἀλλʼ
ἀποπαπτανέουσιν
,
ἐρωήσουσι
δὲ
χάρμης
.
ἔνθά
κε
σὴ
βουλὴ
δηλήσεται
ὄρχαμε
λαῶν
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
·
ὦ
Ὀδυσεῦ
μάλα
πώς
με
καθίκεο
θυμὸν
ἐνιπῇ
ἀργαλέῃ
·
ἀτὰρ
οὐ
μὲν
ἐγὼν
ἀέκοντας
ἄνωγα
105
νῆας
ἐϋσσέλμους
ἅλα
δʼ
ἑλκέμεν
υἷας
Ἀχαιῶν
.
νῦν
δʼ
εἴη
ὃς
τῆσδέ
γʼ
ἀμείνονα
μῆτιν
ἐνίσποι
ἢ
νέος
ἠὲ
παλαιός
·
ἐμοὶ
δέ
κεν
ἀσμένῳ
εἴη
.
τοῖσι
δὲ
καὶ
μετέειπε
βοὴν
ἀγαθὸς
Διομήδης
·
ἐγγὺς
ἀνήρ
·
οὐ
δηθὰ
ματεύσομεν
·
αἴ
κʼ
ἐθέλητε
110
πείθεσθαι
,
καὶ
μή
τι
κότῳ
ἀγάσησθε
ἕκαστος
οὕνεκα
δὴ
γενεῆφι
νεώτατός
εἰμι
μεθʼ
ὑμῖν
·
πατρὸς
δʼ
ἐξ
ἀγαθοῦ
καὶ
ἐγὼ
γένος
εὔχομαι
εἶναι
Τυδέος
,
ὃν
Θήβῃσι
χυτὴ
κατὰ
γαῖα
καλύπτει
.
πορθεῖ
γὰρ
τρεῖς
παῖδες
ἀμύμονες
ἐξεγένοντο
,
115
οἴκεον
δʼ
ἐν
Πλευρῶνι
καὶ
αἰπεινῇ
Καλυδῶνι
Ἄγριος
ἠδὲ
Μέλας
,
τρίτατος
δʼ
ἦν
ἱππότα
Οἰνεὺς
πατρὸς
ἐμοῖο
πατήρ
·
ἀρετῇ
δʼ
ἦν
ἔξοχος
αὐτῶν
.
ἀλλʼ
ὃ
μὲν
αὐτόθι
μεῖνε
,
πατὴρ
δʼ
ἐμὸς
Ἄργεϊ
νάσθη
πλαγχθείς
·
ὡς
γάρ
που
Ζεὺς
ἤθελε
καὶ
θεοὶ
ἄλλοι
.
120
Ἀδρήστοιο
δʼ
ἔγημε
θυγατρῶν
,
ναῖε
δὲ
δῶμα
ἀφνειὸν
βιότοιο
,
ἅλις
δέ
οἱ
ἦσαν
ἄρουραι
πυροφόροι
,
πολλοὶ
δὲ
φυτῶν
ἔσαν
ὄρχατοι
ἀμφίς
,
πολλὰ
δέ
οἱ
πρόβατʼ
ἔσκε
·
κέκαστο
δὲ
πάντας
Ἀχαιοὺς
ἐγχείῃ
·
τὰ
δὲ
μέλλετʼ
ἀκουέμεν
,
εἰ
ἐτεόν
περ
.
125
τὼ
οὐκ
ἄν
με
γένος
γε
κακὸν
καὶ
ἀνάλκιδα
φάντες
μῦθον
ἀτιμήσαιτε
πεφασμένον
ὅν
κʼ
ἐῢ
εἴπω
.
δεῦτʼ
ἴομεν
πόλεμον
δὲ
καὶ
οὐτάμενοί
περ
ἀνάγκῃ
.
ἔνθα
δʼ
ἔπειτʼ
αὐτοὶ
μὲν
ἐχώμεθα
δηϊοτῆτος
ἐκ
βελέων
,
μή
πού
τις
ἐφʼ
ἕλκεϊ
ἕλκος
ἄρηται
·
130
ἄλλους
δʼ
ὀτρύνοντες
ἐνήσομεν
,
οἳ
τὸ
πάρος
περ
θυμῷ
ἦρα
φέροντες
ἀφεστᾶσʼ
οὐδὲ
μάχονται
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
τοῦ
μάλα
μὲν
κλύον
ἠδὲ
πίθοντο
·
βὰν
δʼ
ἴμεν
,
ἦρχε
δʼ
ἄρά
σφιν
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
.
οὐδʼ
ἀλαοσκοπιὴν
εἶχε
κλυτὸς
ἐννοσίγαιος
,
135
ἀλλὰ
μετʼ
αὐτοὺς
ἦλθε
παλαιῷ
φωτὶ
ἐοικώς
,
δεξιτερὴν
δʼ
ἕλε
χεῖρʼ
Ἀγαμέμνονος
Ἀτρεΐδαο
,
καί
μιν
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
Ἀτρεΐδη
νῦν
δή
που
Ἀχιλλῆος
ὀλοὸν
κῆρ
γηθεῖ
ἐνὶ
στήθεσσι
φόνον
καὶ
φύζαν
Ἀχαιῶν
140
δερκομένῳ
,
ἐπεὶ
οὔ
οἱ
ἔνι
φρένες
οὐδʼ
ἠβαιαί
.
ἀλλʼ
ὃ
μὲν
ὣς
ἀπόλοιτο
,
θεὸς
δέ
ἑ
σιφλώσειε
·
σοὶ
δʼ
οὔ
πω
μάλα
πάγχυ
θεοὶ
μάκαρες
κοτέουσιν
,
ἀλλʼ
ἔτι
που
Τρώων
ἡγήτορες
ἠδὲ
μέδοντες
εὐρὺ
κονίσουσιν
πεδίον
,
σὺ
δʼ
ἐπόψεαι
αὐτὸς
145
φεύγοντας
προτὶ
ἄστυ
νεῶν
ἄπο
καὶ
κλισιάων
.
ὣς
εἰπὼν
μέγʼ
ἄϋσεν
ἐπεσσύμενος
πεδίοιο
.
ὅσσόν
τʼ
ἐννεάχιλοι
ἐπίαχον
ἢ
δεκάχιλοι
ἀνέρες
ἐν
πολέμῳ
ἔριδα
ξυνάγοντες
Ἄρηος
,
τόσσην
ἐκ
στήθεσφιν
ὄπα
κρείων
ἐνοσίχθων
150
ἧκεν
·
Ἀχαιοῖσιν
δὲ
μέγα
σθένος
ἔμβαλʼ
ἑκάστῳ
καρδίῃ
,
ἄληκτον
πολεμίζειν
ἠδὲ
μάχεσθαι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.