ὡς
δʼ
ὅτʼ
ἀριζήλη
φωνή
,
ὅτε
τʼ
ἴαχε
σάλπιγξ
ἄστυ
περιπλομένων
δηΐων
ὕπο
θυμοραϊστέων
,
220
ὣς
τότʼ
ἀριζήλη
φωνὴ
γένετʼ
Αἰακίδαο
.
οἳ
δʼ
ὡς
οὖν
ἄϊον
ὄπα
χάλκεον
Αἰακίδαο
,
πᾶσιν
ὀρίνθη
θυμός
·
ἀτὰρ
καλλίτριχες
ἵπποι
ἂψ
ὄχεα
τρόπεον
·
ὄσσοντο
γὰρ
ἄλγεα
θυμῷ
.
ἡνίοχοι
δʼ
ἔκπληγεν
,
ἐπεὶ
ἴδον
ἀκάματον
πῦρ
225
δεινὸν
ὑπὲρ
κεφαλῆς
μεγαθύμου
Πηλεΐωνος
δαιόμενον
·
τὸ
δὲ
δαῖε
θεὰ
γλαυκῶπις
Ἀθήνη
.
τρὶς
μὲν
ὑπὲρ
τάφρου
μεγάλʼ
ἴαχε
δῖος
Ἀχιλλεύς
,
τρὶς
δὲ
κυκήθησαν
Τρῶες
κλειτοί
τʼ
ἐπίκουροι
.
ἔνθα
δὲ
καὶ
τότʼ
ὄλοντο
δυώδεκα
φῶτες
ἄριστοι
230
ἀμφὶ
σφοῖς
ὀχέεσσι
καὶ
ἔγχεσιν
.
αὐτὰρ
Ἀχαιοὶ
ἀσπασίως
Πάτροκλον
ὑπʼ
ἐκ
βελέων
ἐρύσαντες
κάτθεσαν
ἐν
λεχέεσσι
·
φίλοι
δʼ
ἀμφέσταν
ἑταῖροι
μυρόμενοι
·
μετὰ
δέ
σφι
ποδώκης
εἵπετʼ
Ἀχιλλεὺς
δάκρυα
θερμὰ
χέων
,
ἐπεὶ
εἴσιδε
πιστὸν
ἑταῖρον
235
κείμενον
ἐν
φέρτρῳ
δεδαϊγμένον
ὀξέϊ
χαλκῷ
,
τόν
ῥʼ
ἤτοι
μὲν
ἔπεμπε
σὺν
ἵπποισιν
καὶ
ὄχεσφιν
ἐς
πόλεμον
,
οὐδʼ
αὖτις
ἐδέξατο
νοστήσαντα
.
Ἠέλιον
δʼ
ἀκάμαντα
βοῶπις
πότνια
Ἥρη
πέμψεν
ἐπʼ
Ὠκεανοῖο
ῥοὰς
ἀέκοντα
νέεσθαι
·
240
ἠέλιος
μὲν
ἔδυ
,
παύσαντο
δὲ
δῖοι
Ἀχαιοὶ
φυλόπιδος
κρατερῆς
καὶ
ὁμοιΐου
πολέμοιο
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.