ὣς
οἱ
μὲν
Τρῶες
φυλακὰς
ἔχον
·
αὐτὰρ
Ἀχαιοὺς
1
θεσπεσίη
ἔχε
φύζα
φόβου
κρυόεντος
ἑταίρη
,
πένθεϊ
δʼ
ἀτλήτῳ
βεβολήατο
πάντες
ἄριστοι
.
ὡς
δʼ
ἄνεμοι
δύο
πόντον
ὀρίνετον
ἰχθυόεντα
Βορέης
καὶ
Ζέφυρος
,
τώ
τε
Θρῄκηθεν
ἄητον
5
ἐλθόντʼ
ἐξαπίνης
·
ἄμυδις
δέ
τε
κῦμα
κελαινὸν
κορθύεται
,
πολλὸν
δὲ
παρὲξ
ἅλα
φῦκος
ἔχευεν
·
ὣς
ἐδαΐζετο
θυμὸς
ἐνὶ
στήθεσσιν
Ἀχαιῶν
.
Ἀτρεΐδης
δʼ
ἄχεϊ
μεγάλῳ
βεβολημένος
ἦτορ
φοίτα
κηρύκεσσι
λιγυφθόγγοισι
κελεύων
10
κλήδην
εἰς
ἀγορὴν
κικλήσκειν
ἄνδρα
ἕκαστον
,
μὴ
δὲ
βοᾶν
·
αὐτὸς
δὲ
μετὰ
πρώτοισι
πονεῖτο
.
ἷζον
δʼ
εἰν
ἀγορῇ
τετιηότες
·
ἂν
δʼ
Ἀγαμέμνων
ἵστατο
δάκρυ
χέων
ὥς
τε
κρήνη
μελάνυδρος
ἥ
τε
κατʼ
αἰγίλιπος
πέτρης
δνοφερὸν
χέει
ὕδωρ
·
15
ὣς
ὃ
βαρὺ
στενάχων
ἔπεʼ
Ἀργείοισι
μετηύδα
·
ὦ
φίλοι
Ἀργείων
ἡγήτορες
ἠδὲ
μέδοντες
Ζεύς
με
μέγα
Κρονίδης
ἄτῃ
ἐνέδησε
βαρείῃ
σχέτλιος
,
ὃς
τότε
μέν
μοι
ὑπέσχετο
καὶ
κατένευσεν
Ἴλιον
ἐκπέρσαντʼ
εὐτείχεον
ἀπονέεσθαι
,
20
νῦν
δὲ
κακὴν
ἀπάτην
βουλεύσατο
,
καί
με
κελεύει
δυσκλέα
Ἄργος
ἱκέσθαι
,
ἐπεὶ
πολὺν
ὤλεσα
λαόν
.
οὕτω
που
Διὶ
μέλλει
ὑπερμενέϊ
φίλον
εἶναι
,
ὃς
δὴ
πολλάων
πολίων
κατέλυσε
κάρηνα
ἠδʼ
ἔτι
καὶ
λύσει
·
τοῦ
γὰρ
κράτος
ἐστὶ
μέγιστον
.
25
ἀλλʼ
ἄγεθʼ
ὡς
ἂν
ἐγὼ
εἴπω
πειθώμεθα
πάντες
·
φεύγωμεν
σὺν
νηυσὶ
φίλην
ἐς
πατρίδα
γαῖαν
·
οὐ
γὰρ
ἔτι
Τροίην
αἱρήσομεν
εὐρυάγυιαν
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
πάντες
ἀκὴν
ἐγένοντο
σιωπῇ
.
δὴν
δʼ
ἄνεῳ
ἦσαν
τετιηότες
υἷες
Ἀχαιῶν
·
30
ὀψὲ
δὲ
δὴ
μετέειπε
βοὴν
ἀγαθὸς
Διομήδης
·
Ἀτρεΐδη
σοὶ
πρῶτα
μαχήσομαι
ἀφραδέοντι
,
ἣ
θέμις
ἐστὶν
ἄναξ
ἀγορῇ
·
σὺ
δὲ
μή
τι
χολωθῇς
.
ἀλκὴν
μέν
μοι
πρῶτον
ὀνείδισας
ἐν
Δαναοῖσι
φὰς
ἔμεν
ἀπτόλεμον
καὶ
ἀνάλκιδα
·
ταῦτα
δὲ
πάντα
35
ἴσασʼ
Ἀργείων
ἠμὲν
νέοι
ἠδὲ
γέροντες
.
σοὶ
δὲ
διάνδιχα
δῶκε
Κρόνου
πάϊς
ἀγκυλομήτεω
·
σκήπτρῳ
μέν
τοι
δῶκε
τετιμῆσθαι
περὶ
πάντων
,
ἀλκὴν
δʼ
οὔ
τοι
δῶκεν
,
ὅ
τε
κράτος
ἐστὶ
μέγιστον
.
δαιμόνιʼ
οὕτω
που
μάλα
ἔλπεαι
υἷας
Ἀχαιῶν
40
ἀπτολέμους
τʼ
ἔμεναι
καὶ
ἀνάλκιδας
ὡς
ἀγορεύεις
;
εἰ
δέ
τοι
αὐτῷ
θυμὸς
ἐπέσσυται
ὥς
τε
νέεσθαι
ἔρχεο
·
πάρ
τοι
ὁδός
,
νῆες
δέ
τοι
ἄγχι
θαλάσσης
ἑστᾶσʼ
,
αἵ
τοι
ἕποντο
Μυκήνηθεν
μάλα
πολλαί
.
ἀλλʼ
ἄλλοι
μενέουσι
κάρη
κομόωντες
Ἀχαιοὶ
45
εἰς
ὅ
κέ
περ
Τροίην
διαπέρσομεν
.
εἰ
δὲ
καὶ
αὐτοὶ
φευγόντων
σὺν
νηυσὶ
φίλην
ἐς
πατρίδα
γαῖαν
·
νῶϊ
δʼ
ἐγὼ
Σθένελός
τε
μαχησόμεθʼ
εἰς
ὅ
κε
τέκμωρ
Ἰλίου
εὕρωμεν
·
σὺν
γὰρ
θεῷ
εἰλήλουθμεν
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
πάντες
ἐπίαχον
υἷες
Ἀχαιῶν
50
μῦθον
ἀγασσάμενοι
Διομήδεος
ἱπποδάμοιο
.
τοῖσι
δʼ
ἀνιστάμενος
μετεφώνεεν
ἱππότα
Νέστωρ
·
Τυδεΐδη
περὶ
μὲν
πολέμῳ
ἔνι
καρτερός
ἐσσι
,
καὶ
βουλῇ
μετὰ
πάντας
ὁμήλικας
ἔπλευ
ἄριστος
.
οὔ
τίς
τοι
τὸν
μῦθον
ὀνόσσεται
ὅσσοι
Ἀχαιοί
,
55
οὐδὲ
πάλιν
ἐρέει
·
ἀτὰρ
οὐ
τέλος
ἵκεο
μύθων
.
ἦ
μὲν
καὶ
νέος
ἐσσί
,
ἐμὸς
δέ
κε
καὶ
πάϊς
εἴης
ὁπλότατος
γενεῆφιν
·
ἀτὰρ
πεπνυμένα
βάζεις
Ἀργείων
βασιλῆας
,
ἐπεὶ
κατὰ
μοῖραν
ἔειπες
.
ἀλλʼ
ἄγʼ
ἐγών
,
ὃς
σεῖο
γεραίτερος
εὔχομαι
εἶναι
,
60
ἐξείπω
καὶ
πάντα
διίξομαι
·
οὐδέ
κέ
τίς
μοι
μῦθον
ἀτιμήσειʼ
,
οὐδὲ
κρείων
Ἀγαμέμνων
.
ἀφρήτωρ
ἀθέμιστος
ἀνέστιός
ἐστιν
ἐκεῖνος
ὃς
πολέμου
ἔραται
ἐπιδημίου
ὀκρυόεντος
.
ἀλλʼ
ἤτοι
νῦν
μὲν
πειθώμεθα
νυκτὶ
μελαίνῃ
65
δόρπά
τʼ
ἐφοπλισόμεσθα
·
φυλακτῆρες
δὲ
ἕκαστοι
λεξάσθων
παρὰ
τάφρον
ὀρυκτὴν
τείχεος
ἐκτός
.
κούροισιν
μὲν
ταῦτʼ
ἐπιτέλλομαι
·
αὐτὰρ
ἔπειτα
Ἀτρεΐδη
σὺ
μὲν
ἄρχε
·
σὺ
γὰρ
βασιλεύτατός
ἐσσι
.
δαίνυ
δαῖτα
γέρουσιν
·
ἔοικέ
τοι
,
οὔ
τοι
ἀεικές
.
70
πλεῖαί
τοι
οἴνου
κλισίαι
,
τὸν
νῆες
Ἀχαιῶν
ἠμάτιαι
Θρῄκηθεν
ἐπʼ
εὐρέα
πόντον
ἄγουσι
·
πᾶσά
τοί
ἐσθʼ
ὑποδεξίη
,
πολέεσσι
δʼ
ἀνάσσεις
.
πολλῶν
δʼ
ἀγρομένων
τῷ
πείσεαι
ὅς
κεν
ἀρίστην
βουλὴν
βουλεύσῃ
·
μάλα
δὲ
χρεὼ
πάντας
Ἀχαιοὺς
75
ἐσθλῆς
καὶ
πυκινῆς
,
ὅτι
δήϊοι
ἐγγύθι
νηῶν
καίουσιν
πυρὰ
πολλά
·
τίς
ἂν
τάδε
γηθήσειε
;
νὺξ
δʼ
ἧδʼ
ἠὲ
διαρραίσει
στρατὸν
ἠὲ
σαώσει
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
τοῦ
μάλα
μὲν
κλύον
ἠδὲ
πίθοντο
.
ἐκ
δὲ
φυλακτῆρες
σὺν
τεύχεσιν
ἐσσεύοντο
80
ἀμφί
τε
Νεστορίδην
Θρασυμήδεα
ποιμένα
λαῶν
,
ἠδʼ
ἀμφʼ
Ἀσκάλαφον
καὶ
Ἰάλμενον
υἷας
Ἄρηος
ἀμφί
τε
Μηριόνην
Ἀφαρῆά
τε
Δηΐπυρόν
τε
,
ἠδʼ
ἀμφὶ
Κρείοντος
υἱὸν
Λυκομήδεα
δῖον
.
ἕπτʼ
ἔσαν
ἡγεμόνες
φυλάκων
,
ἑκατὸν
δὲ
ἑκάστῳ
85
κοῦροι
ἅμα
στεῖχον
δολίχʼ
ἔγχεα
χερσὶν
ἔχοντες
·
κὰδ
δὲ
μέσον
τάφρου
καὶ
τείχεος
ἷζον
ἰόντες
·
ἔνθα
δὲ
πῦρ
κήαντο
,
τίθεντο
δὲ
δόρπα
ἕκαστος
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.