ὣς
ὅρμαινε
μένων
·
ὃ
δέ
οἱ
σχεδὸν
ἦλθε
τεθηπὼς
γούνων
ἅψασθαι
μεμαώς
,
περὶ
δʼ
ἤθελε
θυμῷ
65
ἐκφυγέειν
θάνατόν
τε
κακὸν
καὶ
κῆρα
μέλαιναν
.
ἤτοι
ὃ
μὲν
δόρυ
μακρὸν
ἀνέσχετο
δῖος
Ἀχιλλεὺς
οὐτάμεναι
μεμαώς
,
ὃ
δʼ
ὑπέδραμε
καὶ
λάβε
γούνων
κύψας
·
ἐγχείη
δʼ
ἄρʼ
ὑπὲρ
νώτου
ἐνὶ
γαίῃ
ἔστη
ἱεμένη
χροὸς
ἄμεναι
ἀνδρομέοιο
.
70
αὐτὰρ
ὃ
τῇ
ἑτέρῃ
μὲν
ἑλὼν
ἐλλίσσετο
γούνων
,
τῇ
δʼ
ἑτέρῃ
ἔχεν
ἔγχος
ἀκαχμένον
οὐδὲ
μεθίει
·
καί
μιν
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
γουνοῦμαι
σʼ
Ἀχιλεῦ
·
σὺ
δέ
μʼ
αἴδεο
καί
μʼ
ἐλέησον
·
ἀντί
τοί
εἰμʼ
ἱκέταο
διοτρεφὲς
αἰδοίοιο
·
75
πὰρ
γὰρ
σοὶ
πρώτῳ
πασάμην
Δημήτερος
ἀκτὴν
ἤματι
τῷ
ὅτε
μʼ
εἷλες
ἐϋκτιμένῃ
ἐν
ἀλωῇ
,
καί
μʼ
ἐπέρασσας
ἄνευθεν
ἄγων
πατρός
τε
φίλων
τε
Λῆμνον
ἐς
ἠγαθέην
,
ἑκατόμβοιον
δέ
τοι
ἦλφον
.
νῦν
δὲ
λύμην
τρὶς
τόσσα
πορών
·
ἠὼς
δέ
μοί
ἐστιν
80
ἥδε
δυωδεκάτη
,
ὅτʼ
ἐς
Ἴλιον
εἰλήλουθα
πολλὰ
παθών
·
νῦν
αὖ
με
τεῇς
ἐν
χερσὶν
ἔθηκε
μοῖρʼ
ὀλοή
·
μέλλω
που
ἀπεχθέσθαι
Διὶ
πατρί
,
ὅς
με
σοὶ
αὖτις
δῶκε
·
μινυνθάδιον
δέ
με
μήτηρ
γείνατο
Λαοθόη
θυγάτηρ
Ἄλταο
γέροντος
85
Ἄλτεω
,
ὃς
Λελέγεσσι
φιλοπτολέμοισιν
ἀνάσσει
Πήδασον
αἰπήεσσαν
ἔχων
ἐπὶ
Σατνιόεντι
.
τοῦ
δʼ
ἔχε
θυγατέρα
Πρίαμος
,
πολλὰς
δὲ
καὶ
ἄλλας
·
τῆς
δὲ
δύω
γενόμεσθα
,
σὺ
δʼ
ἄμφω
δειροτομήσεις
,
ἤτοι
τὸν
πρώτοισι
μετὰ
πρυλέεσσι
δάμασσας
90
ἀντίθεον
Πολύδωρον
,
ἐπεὶ
βάλες
ὀξέϊ
δουρί
·
νῦν
δὲ
δὴ
ἐνθάδʼ
ἐμοὶ
κακὸν
ἔσσεται
·
οὐ
γὰρ
ὀΐω
σὰς
χεῖρας
φεύξεσθαι
,
ἐπεί
ῥʼ
ἐπέλασσέ
γε
δαίμων
.
ἄλλο
δέ
τοι
ἐρέω
,
σὺ
δʼ
ἐνὶ
φρεσὶ
βάλλεο
σῇσι
·
μή
με
κτεῖνʼ
,
ἐπεὶ
οὐχ
ὁμογάστριος
Ἕκτορός
εἰμι
,
95
ὅς
τοι
ἑταῖρον
ἔπεφνεν
ἐνηέα
τε
κρατερόν
τε
.
ὣς
ἄρα
μιν
Πριάμοιο
προσηύδα
φαίδιμος
υἱὸς
λισσόμενος
ἐπέεσσιν
,
ἀμείλικτον
δʼ
ὄπʼ
ἄκουσε
·
νήπιε
μή
μοι
ἄποινα
πιφαύσκεο
μηδʼ
ἀγόρευε
·
πρὶν
μὲν
γὰρ
Πάτροκλον
ἐπισπεῖν
αἴσιμον
ἦμαρ
100
τόφρά
τί
μοι
πεφιδέσθαι
ἐνὶ
φρεσὶ
φίλτερον
ἦεν
Τρώων
,
καὶ
πολλοὺς
ζωοὺς
ἕλον
ἠδʼ
ἐπέρασσα
·
νῦν
δʼ
οὐκ
ἔσθʼ
ὅς
τις
θάνατον
φύγῃ
ὅν
κε
θεός
γε
Ἰλίου
προπάροιθεν
ἐμῇς
ἐν
χερσὶ
βάλῃσι
καὶ
πάντων
Τρώων
,
περὶ
δʼ
αὖ
Πριάμοιό
γε
παίδων
.
105
ἀλλὰ
φίλος
θάνε
καὶ
σύ
·
τί
ἦ
ὀλοφύρεαι
οὕτως
;
κάτθανε
καὶ
Πάτροκλος
,
ὅ
περ
σέο
πολλὸν
ἀμείνων
.
οὐχ
ὁράᾳς
οἷος
καὶ
ἐγὼ
καλός
τε
μέγας
τε
;
πατρὸς
δʼ
εἴμʼ
ἀγαθοῖο
,
θεὰ
δέ
με
γείνατο
μήτηρ
·
ἀλλʼ
ἔπι
τοι
καὶ
ἐμοὶ
θάνατος
καὶ
μοῖρα
κραταιή
·
110
ἔσσεται
ἢ
ἠὼς
ἢ
δείλη
ἢ
μέσον
ἦμαρ
ὁππότε
τις
καὶ
ἐμεῖο
Ἄρῃ
ἐκ
θυμὸν
ἕληται
ἢ
ὅ
γε
δουρὶ
βαλὼν
ἢ
ἀπὸ
νευρῆφιν
ὀϊστῷ
.
ὣς
φάτο
,
τοῦ
δʼ
αὐτοῦ
λύτο
γούνατα
καὶ
φίλον
ἦτορ
·
ἔγχος
μέν
ῥʼ
ἀφέηκεν
,
ὃ
δʼ
ἕζετο
χεῖρε
πετάσσας
115
ἀμφοτέρας
·
Ἀχιλεὺς
δὲ
ἐρυσσάμενος
ξίφος
ὀξὺ
τύψε
κατὰ
κληῗδα
παρʼ
αὐχένα
,
πᾶν
δέ
οἱ
εἴσω
δῦ
ξίφος
ἄμφηκες
·
ὃ
δʼ
ἄρα
πρηνὴς
ἐπὶ
γαίῃ
κεῖτο
ταθείς
,
ἐκ
δʼ
αἷμα
μέλαν
ῥέε
,
δεῦε
δὲ
γαῖαν
.
τὸν
δʼ
Ἀχιλεὺς
ποταμὸν
δὲ
λαβὼν
ποδὸς
ἧκε
φέρεσθαι
,
120
καί
οἱ
ἐπευχόμενος
ἔπεα
πτερόεντʼ
ἀγόρευεν
·
ἐνταυθοῖ
νῦν
κεῖσο
μετʼ
ἰχθύσιν
,
οἵ
σʼ
ὠτειλὴν
αἷμʼ
ἀπολιχμήσονται
ἀκηδέες
·
οὐδέ
σε
μήτηρ
ἐνθεμένη
λεχέεσσι
γοήσεται
,
ἀλλὰ
Σκάμανδρος
οἴσει
δινήεις
εἴσω
ἁλὸς
εὐρέα
κόλπον
·
125
θρῴσκων
τις
κατὰ
κῦμα
μέλαιναν
φρῖχʼ
ὑπαΐξει
ἰχθύς
,
ὅς
κε
φάγῃσι
Λυκάονος
ἀργέτα
δημόν
.
φθείρεσθʼ
εἰς
ὅ
κεν
ἄστυ
κιχείομεν
Ἰλίου
ἱρῆς
ὑμεῖς
μὲν
φεύγοντες
,
ἐγὼ
δʼ
ὄπιθεν
κεραΐζων
.
οὐδʼ
ὑμῖν
ποταμός
περ
ἐΰρροος
ἀργυροδίνης
130
ἀρκέσει
,
ᾧ
δὴ
δηθὰ
πολέας
ἱερεύετε
ταύρους
,
ζωοὺς
δʼ
ἐν
δίνῃσι
καθίετε
μώνυχας
ἵππους
.
ἀλλὰ
καὶ
ὧς
ὀλέεσθε
κακὸν
μόρον
,
εἰς
ὅ
κε
πάντες
τίσετε
Πατρόκλοιο
φόνον
καὶ
λοιγὸν
Ἀχαιῶν
,
οὓς
ἐπὶ
νηυσὶ
θοῇσιν
ἐπέφνετε
νόσφιν
ἐμεῖο
.
135
ὣς
ἄρʼ
ἔφη
,
ποταμὸς
δὲ
χολώσατο
κηρόθι
μᾶλλον
,
ὅρμηνεν
δʼ
ἀνὰ
θυμὸν
ὅπως
παύσειε
πόνοιο
δῖον
Ἀχιλλῆα
,
Τρώεσσι
δὲ
λοιγὸν
ἀλάλκοι
.
τόφρα
δὲ
Πηλέος
υἱὸς
ἔχων
δολιχόσκιον
ἔγχος
Ἀστεροπαίῳ
ἐπᾶλτο
κατακτάμεναι
μενεαίνων
140
υἱέϊ
Πηλεγόνος
·
τὸν
δʼ
Ἀξιὸς
εὐρυρέεθρος
γείνατο
καὶ
Περίβοια
Ἀκεσσαμενοῖο
θυγατρῶν
πρεσβυτάτη
·
τῇ
γάρ
ῥα
μίγη
ποταμὸς
βαθυδίνης
.
τῷ
ῥʼ
Ἀχιλεὺς
ἐπόρουσεν
,
ὃ
δʼ
ἀντίος
ἐκ
ποταμοῖο
ἔστη
ἔχων
δύο
δοῦρε
·
μένος
δέ
οἱ
ἐν
φρεσὶ
θῆκε
145
Ξάνθος
,
ἐπεὶ
κεχόλωτο
δαϊκταμένων
αἰζηῶν
,
τοὺς
Ἀχιλεὺς
ἐδάϊζε
κατὰ
ῥόον
οὐδʼ
ἐλέαιρεν
.
οἳ
δʼ
ὅτε
δὴ
σχεδὸν
ἦσαν
ἐπʼ
ἀλλήλοισιν
ἰόντες
,
τὸν
πρότερος
προσέειπε
ποδάρκης
δῖος
Ἀχιλλεύς
·
τίς
πόθεν
εἰς
ἀνδρῶν
ὅ
μευ
ἔτλης
ἀντίος
ἐλθεῖν
;
150
δυστήνων
δέ
τε
παῖδες
ἐμῷ
μένει
ἀντιόωσι
.
τὸν
δʼ
αὖ
Πηλεγόνος
προσεφώνεε
φαίδιμος
υἱός
·
Πηλεΐδη
μεγάθυμε
τί
ἦ
γενεὴν
ἐρεείνεις
;
εἴμʼ
ἐκ
Παιονίης
ἐριβώλου
τηλόθʼ
ἐούσης
Παίονας
ἄνδρας
ἄγων
δολιχεγχέας
·
ἥδε
δέ
μοι
νῦν
155
ἠὼς
ἑνδεκάτη
ὅτε
Ἴλιον
εἰλήλουθα
.
αὐτὰρ
ἐμοὶ
γενεὴ
ἐξ
Ἀξιοῦ
εὐρὺ
ῥέοντος
Ἀξιοῦ
,
ὃς
κάλλιστον
ὕδωρ
ἐπὶ
γαῖαν
ἵησιν
,
ὃς
τέκε
Πηλεγόνα
κλυτὸν
ἔγχεϊ
·
τὸν
δʼ
ἐμέ
φασι
γείνασθαι
·
νῦν
αὖτε
μαχώμεθα
φαίδιμʼ
Ἀχιλλεῦ
.
160
ὣς
φάτʼ
ἀπειλήσας
,
ὃ
δʼ
ἀνέσχετο
δῖος
Ἀχιλλεὺς
Πηλιάδα
μελίην
·
ὃ
δʼ
ἁμαρτῇ
δούρασιν
ἀμφὶς
ἥρως
Ἀστεροπαῖος
,
ἐπεὶ
περιδέξιος
ἦεν
.
καί
ῥʼ
ἑτέρῳ
μὲν
δουρὶ
σάκος
βάλεν
,
οὐδὲ
διὰ
πρὸ
ῥῆξε
σάκος
·
χρυσὸς
γὰρ
ἐρύκακε
δῶρα
θεοῖο
·
165
τῷ
δʼ
ἑτέρῳ
μιν
πῆχυν
ἐπιγράβδην
βάλε
χειρὸς
δεξιτερῆς
,
σύτο
δʼ
αἷμα
κελαινεφές
·
ἣ
δʼ
ὑπὲρ
αὐτοῦ
γαίῃ
ἐνεστήρικτο
λιλαιομένη
χροὸς
ἆσαι
.
δεύτερος
αὖτʼ
Ἀχιλεὺς
μελίην
ἰθυπτίωνα
Ἀστεροπαίῳ
ἐφῆκε
κατακτάμεναι
μενεαίνων
.
170
καὶ
τοῦ
μέν
ῥʼ
ἀφάμαρτεν
,
ὃ
δʼ
ὑψηλὴν
βάλεν
ὄχθην
,
μεσσοπαγὲς
δʼ
ἄρʼ
ἔθηκε
κατʼ
ὄχθης
μείλινον
ἔγχος
.
Πηλεΐδης
δʼ
ἄορ
ὀξὺ
ἐρυσσάμενος
παρὰ
μηροῦ
ἆλτʼ
ἐπί
οἱ
μεμαώς
·
ὃ
δʼ
ἄρα
μελίην
Ἀχιλῆος
οὐ
δύνατʼ
ἐκ
κρημνοῖο
ἐρύσσαι
χειρὶ
παχείῃ
.
175
τρὶς
μέν
μιν
πελέμιξεν
ἐρύσσασθαι
μενεαίνων
,
τρὶς
δὲ
μεθῆκε
βίης
·
τὸ
δὲ
τέτρατον
ἤθελε
θυμῷ
ἆξαι
ἐπιγνάμψας
δόρυ
μείλινον
Αἰακίδαο
,
ἀλλὰ
πρὶν
Ἀχιλεὺς
σχεδὸν
ἄορι
θυμὸν
ἀπηύρα
.
γαστέρα
γάρ
μιν
τύψε
παρʼ
ὀμφαλόν
,
ἐκ
δʼ
ἄρα
πᾶσαι
180
χύντο
χαμαὶ
χολάδες
·
τὸν
δὲ
σκότος
ὄσσε
κάλυψεν
ἀσθμαίνοντʼ
·
Ἀχιλεὺς
δʼ
ἄρʼ
ἐνὶ
στήθεσσιν
ὀρούσας
τεύχεά
τʼ
ἐξενάριξε
καὶ
εὐχόμενος
ἔπος
ηὔδα
·
κεῖσʼ
οὕτως
·
χαλεπόν
τοι
ἐρισθενέος
Κρονίωνος
παισὶν
ἐριζέμεναι
ποταμοῖό
περ
ἐκγεγαῶτι
.
185
φῆσθα
σὺ
μὲν
ποταμοῦ
γένος
ἔμμεναι
εὐρὺ
ῥέοντος
,
αὐτὰρ
ἐγὼ
γενεὴν
μεγάλου
Διὸς
εὔχομαι
εἶναι
.
τίκτέ
μʼ
ἀνὴρ
πολλοῖσιν
ἀνάσσων
Μυρμιδόνεσσι
Πηλεὺς
Αἰακίδης
·
ὃ
δʼ
ἄρʼ
Αἰακὸς
ἐκ
Διὸς
ἦεν
.
τὼ
κρείσσων
μὲν
Ζεὺς
ποταμῶν
ἁλιμυρηέντων
,
190
κρείσσων
αὖτε
Διὸς
γενεὴ
ποταμοῖο
τέτυκται
.
καὶ
γὰρ
σοὶ
ποταμός
γε
πάρα
μέγας
,
εἰ
δύναταί
τι
χραισμεῖν
·
ἀλλʼ
οὐκ
ἔστι
Διὶ
Κρονίωνι
μάχεσθαι
,
τῷ
οὐδὲ
κρείων
Ἀχελώϊος
ἰσοφαρίζει
,
οὐδὲ
βαθυρρείταο
μέγα
σθένος
Ὠκεανοῖο
,
195
ἐξ
οὗ
περ
πάντες
ποταμοὶ
καὶ
πᾶσα
θάλασσα
καὶ
πᾶσαι
κρῆναι
καὶ
φρείατα
μακρὰ
νάουσιν
·
ἀλλὰ
καὶ
ὃς
δείδοικε
Διὸς
μεγάλοιο
κεραυνὸν
δεινήν
τε
βροντήν
,
ὅτʼ
ἀπʼ
οὐρανόθεν
σμαραγήσῃ
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.