τὸν
δʼ
αὖτε
προσέειπε
Γερήνιος
ἱππότα
Νέστωρ
·
ναὶ
δὴ
ταῦτά
γε
πάντα
φίλος
κατὰ
μοῖραν
ἔειπες
.
εἰσὶν
μέν
μοι
παῖδες
ἀμύμονες
,
εἰσὶ
δὲ
λαοὶ
170
καὶ
πολέες
,
τῶν
κέν
τις
ἐποιχόμενος
καλέσειεν
·
ἀλλὰ
μάλα
μεγάλη
χρειὼ
βεβίηκεν
Ἀχαιούς
.
νῦν
γὰρ
δὴ
πάντεσσιν
ἐπὶ
ξυροῦ
ἵσταται
ἀκμῆς
ἢ
μάλα
λυγρὸς
ὄλεθρος
Ἀχαιοῖς
ἠὲ
βιῶναι
.
ἀλλʼ
ἴθι
νῦν
Αἴαντα
ταχὺν
καὶ
Φυλέος
υἱὸν
175
ἄνστησον
·
σὺ
γάρ
ἐσσι
νεώτερος
·
εἴ
μʼ
ἐλεαίρεις
.
ὣς
φάθʼ
,
ὃ
δʼ
ἀμφʼ
ὤμοισιν
ἑέσσατο
δέρμα
λέοντος
αἴθωνος
μεγάλοιο
ποδηνεκές
,
εἵλετο
δʼ
ἔγχος
.
βῆ
δʼ
ἰέναι
,
τοὺς
δʼ
ἔνθεν
ἀναστήσας
ἄγεν
ἥρως
.
οἳ
δʼ
ὅτε
δὴ
φυλάκεσσιν
ἐν
ἀγρομένοισιν
ἔμιχθεν
,
180
οὐδὲ
μὲν
εὕδοντας
φυλάκων
ἡγήτορας
εὗρον
,
ἀλλʼ
ἐγρηγορτὶ
σὺν
τεύχεσιν
εἵατο
πάντες
.
ὡς
δὲ
κύνες
περὶ
μῆλα
δυσωρήσωνται
ἐν
αὐλῇ
θηρὸς
ἀκούσαντες
κρατερόφρονος
,
ὅς
τε
καθʼ
ὕλην
ἔρχηται
διʼ
ὄρεσφι
·
πολὺς
δʼ
ὀρυμαγδὸς
ἐπʼ
αὐτῷ
185
ἀνδρῶν
ἠδὲ
κυνῶν
,
ἀπό
τέ
σφισιν
ὕπνος
ὄλωλεν
·
ὣς
τῶν
νήδυμος
ὕπνος
ἀπὸ
βλεφάροιιν
ὀλώλει
νύκτα
φυλασσομένοισι
κακήν
·
πεδίον
δὲ
γὰρ
αἰεὶ
τετράφαθʼ
,
ὁππότʼ
ἐπὶ
Τρώων
ἀΐοιεν
ἰόντων
.
τοὺς
δʼ
ὃ
γέρων
γήθησεν
ἰδὼν
θάρσυνέ
τε
μύθῳ
190
καί
σφεας
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
οὕτω
νῦν
φίλα
τέκνα
φυλάσσετε
·
μηδέ
τινʼ
ὕπνος
αἱρείτω
,
μὴ
χάρμα
γενώμεθα
δυσμενέεσσιν
.
ὣς
εἰπὼν
τάφροιο
διέσσυτο
·
τοὶ
δʼ
ἅμʼ
ἕποντο
Ἀργείων
βασιλῆες
ὅσοι
κεκλήατο
βουλήν
.
195
τοῖς
δʼ
ἅμα
Μηριόνης
καὶ
Νέστορος
ἀγλαὸς
υἱὸς
ἤϊσαν
·
αὐτοὶ
γὰρ
κάλεον
συμμητιάασθαι
.
τάφρον
δʼ
ἐκδιαβάντες
ὀρυκτὴν
ἑδριόωντο
ἐν
καθαρῷ
,
ὅθι
δὴ
νεκύων
διεφαίνετο
χῶρος
πιπτόντων
·
ὅθεν
αὖτις
ἀπετράπετʼ
ὄβριμος
Ἕκτωρ
200
ὀλλὺς
Ἀργείους
,
ὅτε
δὴ
περὶ
νὺξ
ἐκάλυψεν
.
ἔνθα
καθεζόμενοι
ἔπεʼ
ἀλλήλοισι
πίφαυσκον
·
τοῖσι
δὲ
μύθων
ἦρχε
Γερήνιος
ἱππότα
Νέστωρ
·
ὦ
φίλοι
οὐκ
ἂν
δή
τις
ἀνὴρ
πεπίθοιθʼ
ἑῷ
αὐτοῦ
θυμῷ
τολμήεντι
μετὰ
Τρῶας
μεγαθύμους
205
ἐλθεῖν
,
εἴ
τινά
που
δηΐων
ἕλοι
ἐσχατόωντα
,
ἤ
τινά
που
καὶ
φῆμιν
ἐνὶ
Τρώεσσι
πύθοιτο
,
ἅσσά
τε
μητιόωσι
μετὰ
σφίσιν
,
ἢ
μεμάασιν
αὖθι
μένειν
παρὰ
νηυσὶν
ἀπόπροθεν
,
ἦε
πόλιν
δὲ
ἂψ
ἀναχωρήσουσιν
,
ἐπεὶ
δαμάσαντό
γʼ
Ἀχαιούς
.
210
ταῦτά
κε
πάντα
πύθοιτο
,
καὶ
ἂψ
εἰς
ἡμέας
ἔλθοι
ἀσκηθής
·
μέγα
κέν
οἱ
ὑπουράνιον
κλέος
εἴη
πάντας
ἐπʼ
ἀνθρώπους
,
καί
οἱ
δόσις
ἔσσεται
ἐσθλή
·
ὅσσοι
γὰρ
νήεσσιν
ἐπικρατέουσιν
ἄριστοι
τῶν
πάντων
οἱ
ἕκαστος
ὄϊν
δώσουσι
μέλαιναν
215
θῆλυν
ὑπόρρηνον
·
τῇ
μὲν
κτέρας
οὐδὲν
ὁμοῖον
,
αἰεὶ
δʼ
ἐν
δαίτῃσι
καὶ
εἰλαπίνῃσι
παρέσται
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
πάντες
ἀκὴν
ἐγένοντο
σιωπῇ
.
τοῖσι
δὲ
καὶ
μετέειπε
βοὴν
ἀγαθὸς
Διομήδης
·
Νέστορ
ἔμʼ
ὀτρύνει
κραδίη
καὶ
θυμὸς
ἀγήνωρ
220
ἀνδρῶν
δυσμενέων
δῦναι
στρατὸν
ἐγγὺς
ἐόντων
Τρώων
·
ἀλλʼ
εἴ
τίς
μοι
ἀνὴρ
ἅμʼ
ἕποιτο
καὶ
ἄλλος
μᾶλλον
θαλπωρὴ
καὶ
θαρσαλεώτερον
ἔσται
.
σύν
τε
δύʼ
ἐρχομένω
καί
τε
πρὸ
ὃ
τοῦ
ἐνόησεν
ὅππως
κέρδος
ἔῃ
·
μοῦνος
δʼ
εἴ
πέρ
τε
νοήσῃ
225
ἀλλά
τέ
οἱ
βράσσων
τε
νόος
,
λεπτὴ
δέ
τε
μῆτις
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἔθελον
Διομήδεϊ
πολλοὶ
ἕπεσθαι
.
ἠθελέτην
Αἴαντε
δύω
θεράποντες
Ἄρηος
,
ἤθελε
Μηριόνης
,
μάλα
δʼ
ἤθελε
Νέστορος
υἱός
,
ἤθελε
δʼ
Ἀτρεΐδης
δουρικλειτὸς
Μενέλαος
,
230
ἤθελε
δʼ
ὁ
τλήμων
Ὀδυσεὺς
καταδῦναι
ὅμιλον
Τρώων
·
αἰεὶ
γάρ
οἱ
ἐνὶ
φρεσὶ
θυμὸς
ἐτόλμα
.
τοῖσι
δὲ
καὶ
μετέειπεν
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
·
Τυδεΐδη
Διόμηδες
ἐμῷ
κεχαρισμένε
θυμῷ
τὸν
μὲν
δὴ
ἕταρόν
γʼ
αἱρήσεαι
ὅν
κʼ
ἐθέλῃσθα
,
235
φαινομένων
τὸν
ἄριστον
,
ἐπεὶ
μεμάασί
γε
πολλοί
.
μηδὲ
σύ
γʼ
αἰδόμενος
σῇσι
φρεσὶ
τὸν
μὲν
ἀρείω
καλλείπειν
,
σὺ
δὲ
χείρονʼ
ὀπάσσεαι
αἰδοῖ
εἴκων
ἐς
γενεὴν
ὁρόων
,
μηδʼ
εἰ
βασιλεύτερός
ἐστιν
.
ὣς
ἔφατʼ
,
ἔδεισεν
δὲ
περὶ
ξανθῷ
Μενελάῳ
.
240
τοῖς
δʼ
αὖτις
μετέειπε
βοὴν
ἀγαθὸς
Διομήδης
·
εἰ
μὲν
δὴ
ἕταρόν
γε
κελεύετέ
μʼ
αὐτὸν
ἑλέσθαι
,
πῶς
ἂν
ἔπειτʼ
Ὀδυσῆος
ἐγὼ
θείοιο
λαθοίμην
,
οὗ
πέρι
μὲν
πρόφρων
κραδίη
καὶ
θυμὸς
ἀγήνωρ
ἐν
πάντεσσι
πόνοισι
,
φιλεῖ
δέ
ἑ
Παλλὰς
Ἀθήνη
.
245
τούτου
γʼ
ἑσπομένοιο
καὶ
ἐκ
πυρὸς
αἰθομένοιο
ἄμφω
νοστήσαιμεν
,
ἐπεὶ
περίοιδε
νοῆσαι
.
τὸν
δʼ
αὖτε
προσέειπε
πολύτλας
δῖος
Ὀδυσσεύς
·
Τυδεΐδη
μήτʼ
ἄρ
με
μάλʼ
αἴνεε
μήτέ
τι
νείκει
·
εἰδόσι
γάρ
τοι
ταῦτα
μετʼ
Ἀργείοις
ἀγορεύεις
.
250
ἀλλʼ
ἴομεν
·
μάλα
γὰρ
νὺξ
ἄνεται
,
ἐγγύθι
δʼ
ἠώς
,
ἄστρα
δὲ
δὴ
προβέβηκε
,
παροίχωκεν
δὲ
πλέων
νὺξ
τῶν
δύο
μοιράων
,
τριτάτη
δʼ
ἔτι
μοῖρα
λέλειπται
.
ὣς
εἰπόνθʼ
ὅπλοισιν
ἔνι
δεινοῖσιν
ἐδύτην
.
Τυδεΐδῃ
μὲν
δῶκε
μενεπτόλεμος
Θρασυμήδης
255
φάσγανον
ἄμφηκες
·
τὸ
δʼ
ἑὸν
παρὰ
νηῒ
λέλειπτο
·
καὶ
σάκος
·
ἀμφὶ
δέ
οἱ
κυνέην
κεφαλῆφιν
ἔθηκε
ταυρείην
,
ἄφαλόν
τε
καὶ
ἄλλοφον
,
ἥ
τε
καταῖτυξ
κέκληται
,
ῥύεται
δὲ
κάρη
θαλερῶν
αἰζηῶν
.
Μηριόνης
δʼ
Ὀδυσῆϊ
δίδου
βιὸν
ἠδὲ
φαρέτρην
260
καὶ
ξίφος
,
ἀμφὶ
δέ
οἱ
κυνέην
κεφαλῆφιν
ἔθηκε
ῥινοῦ
ποιητήν
·
πολέσιν
δʼ
ἔντοσθεν
ἱμᾶσιν
ἐντέτατο
στερεῶς
·
ἔκτοσθε
δὲ
λευκοὶ
ὀδόντες
ἀργιόδοντος
ὑὸς
θαμέες
ἔχον
ἔνθα
καὶ
ἔνθα
εὖ
καὶ
ἐπισταμένως
·
μέσσῃ
δʼ
ἐνὶ
πῖλος
ἀρήρει
.
265
τήν
ῥά
ποτʼ
ἐξ
Ἐλεῶνος
Ἀμύντορος
Ὀρμενίδαο
ἐξέλετʼ
Αὐτόλυκος
πυκινὸν
δόμον
ἀντιτορήσας
,
Σκάνδειαν
δʼ
ἄρα
δῶκε
Κυθηρίῳ
Ἀμφιδάμαντι
·
Ἀμφιδάμας
δὲ
Μόλῳ
δῶκε
ξεινήϊον
εἶναι
,
αὐτὰρ
ὃ
Μηριόνῃ
δῶκεν
ᾧ
παιδὶ
φορῆναι
·
270
δὴ
τότʼ
Ὀδυσσῆος
πύκασεν
κάρη
ἀμφιτεθεῖσα
.
τὼ
δʼ
ἐπεὶ
οὖν
ὅπλοισιν
ἔνι
δεινοῖσιν
ἐδύτην
,
βάν
ῥʼ
ἰέναι
,
λιπέτην
δὲ
κατʼ
αὐτόθι
πάντας
ἀρίστους
.
τοῖσι
δὲ
δεξιὸν
ἧκεν
ἐρῳδιὸν
ἐγγὺς
ὁδοῖο
Παλλὰς
Ἀθηναίη
·
τοὶ
δʼ
οὐκ
ἴδον
ὀφθαλμοῖσι
275
νύκτα
διʼ
ὀρφναίην
,
ἀλλὰ
κλάγξαντος
ἄκουσαν
.
χαῖρε
δὲ
τῷ
ὄρνιθʼ
Ὀδυσεύς
,
ἠρᾶτο
δʼ
Ἀθήνῃ
·
κλῦθί
μευ
αἰγιόχοιο
Διὸς
τέκος
,
ἥ
τέ
μοι
αἰεὶ
ἐν
πάντεσσι
πόνοισι
παρίστασαι
,
οὐδέ
σε
λήθω
κινύμενος
·
νῦν
αὖτε
μάλιστά
με
φῖλαι
Ἀθήνη
,
280
δὸς
δὲ
πάλιν
ἐπὶ
νῆας
ἐϋκλεῖας
ἀφικέσθαι
ῥέξαντας
μέγα
ἔργον
,
ὅ
κε
Τρώεσσι
μελήσῃ
.
δεύτερος
αὖτʼ
ἠρᾶτο
βοὴν
ἀγαθὸς
Διομήδης
·
κέκλυθι
νῦν
καὶ
ἐμεῖο
Διὸς
τέκος
Ἀτρυτώνη
·
σπεῖό
μοι
ὡς
ὅτε
πατρὶ
ἅμʼ
ἕσπεο
Τυδέϊ
δίῳ
285
ἐς
Θήβας
,
ὅτε
τε
πρὸ
Ἀχαιῶν
ἄγγελος
ᾔει
.
τοὺς
δʼ
ἄρʼ
ἐπʼ
Ἀσωπῷ
λίπε
χαλκοχίτωνας
Ἀχαιούς
,
αὐτὰρ
ὃ
μειλίχιον
μῦθον
φέρε
Καδμείοισι
κεῖσʼ
·
ἀτὰρ
ἂψ
ἀπιὼν
μάλα
μέρμερα
μήσατο
ἔργα
σὺν
σοὶ
δῖα
θεά
,
ὅτε
οἱ
πρόφρασσα
παρέστης
.
290
ὣς
νῦν
μοι
ἐθέλουσα
παρίσταο
καί
με
φύλασσε
.
σοὶ
δʼ
αὖ
ἐγὼ
ῥέξω
βοῦν
ἦνιν
εὐρυμέτωπον
ἀδμήτην
,
ἣν
οὔ
πω
ὑπὸ
ζυγὸν
ἤγαγεν
ἀνήρ
·
τήν
τοι
ἐγὼ
ῥέξω
χρυσὸν
κέρασιν
περιχεύας
.
ὣς
ἔφαν
εὐχόμενοι
,
τῶν
δʼ
ἔκλυε
Παλλὰς
Ἀθήνη
.
295
οἳ
δʼ
ἐπεὶ
ἠρήσαντο
Διὸς
κούρῃ
μεγάλοιο
,
βάν
ῥʼ
ἴμεν
ὥς
τε
λέοντε
δύω
διὰ
νύκτα
μέλαιναν
ἂμ
φόνον
,
ἂν
νέκυας
,
διά
τʼ
ἔντεα
καὶ
μέλαν
αἷμα
.
οὐδὲ
μὲν
οὐδὲ
Τρῶας
ἀγήνορας
εἴασεν
Ἕκτωρ
εὕδειν
,
ἀλλʼ
ἄμυδις
κικλήσκετο
πάντας
ἀρίστους
,
300
ὅσσοι
ἔσαν
Τρώων
ἡγήτορες
ἠδὲ
μέδοντες
·
τοὺς
ὅ
γε
συγκαλέσας
πυκινὴν
ἀρτύνετο
βουλήν
·
τίς
κέν
μοι
τόδε
ἔργον
ὑποσχόμενος
τελέσειε
δώρῳ
ἔπι
μεγάλῳ
;
μισθὸς
δέ
οἱ
ἄρκιος
ἔσται
.
δώσω
γὰρ
δίφρόν
τε
δύω
τʼ
ἐριαύχενας
ἵππους
305
οἵ
κεν
ἄριστοι
ἔωσι
θοῇς
ἐπὶ
νηυσὶν
Ἀχαιῶν
ὅς
τίς
κε
τλαίη
,
οἷ
τʼ
αὐτῷ
κῦδος
ἄροιτο
,
νηῶν
ὠκυπόρων
σχεδὸν
ἐλθέμεν
,
ἔκ
τε
πυθέσθαι
ἠέ
φυλάσσονται
νῆες
θοαὶ
ὡς
τὸ
πάρος
περ
,
ἦ
ἤδη
χείρεσσιν
ὑφʼ
ἡμετέρῃσι
δαμέντες
310
φύξιν
βουλεύουσι
μετὰ
σφίσιν
,
οὐδʼ
ἐθέλουσι
νύκτα
φυλασσέμεναι
,
καμάτῳ
ἀδηκότες
αἰνῷ
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
πάντες
ἀκὴν
ἐγένοντο
σιωπῇ
.
ἦν
δέ
τις
ἐν
Τρώεσσι
Δόλων
Εὐμήδεος
υἱὸς
κήρυκος
θείοιο
πολύχρυσος
πολύχαλκος
,
315
ὃς
δή
τοι
εἶδος
μὲν
ἔην
κακός
,
ἀλλὰ
ποδώκης
·
αὐτὰρ
ὃ
μοῦνος
ἔην
μετὰ
πέντε
κασιγνήτῃσιν
.
ὅς
ῥα
τότε
Τρωσίν
τε
καὶ
Ἕκτορι
μῦθον
ἔειπεν
·
Ἕκτορ
ἔμʼ
ὀτρύνει
κραδίη
καὶ
θυμὸς
ἀγήνωρ
νηῶν
ὠκυπόρων
σχεδὸν
ἐλθέμεν
ἔκ
τε
πυθέσθαι
.
320
ἀλλʼ
ἄγε
μοι
τὸ
σκῆπτρον
ἀνάσχεο
,
καί
μοι
ὄμοσσον
ἦ
μὲν
τοὺς
ἵππους
τε
καὶ
ἅρματα
ποικίλα
χαλκῷ
δωσέμεν
,
οἳ
φορέουσιν
ἀμύμονα
Πηλεΐωνα
,
σοὶ
δʼ
ἐγὼ
οὐχ
ἅλιος
σκοπὸς
ἔσσομαι
οὐδʼ
ἀπὸ
δόξης
·
τόφρα
γὰρ
ἐς
στρατὸν
εἶμι
διαμπερὲς
ὄφρʼ
ἂν
ἵκωμαι
325
νῆʼ
Ἀγαμεμνονέην
,
ὅθι
που
μέλλουσιν
ἄριστοι
βουλὰς
βουλεύειν
ἢ
φευγέμεν
ἠὲ
μάχεσθαι
.
ὣς
φάθʼ
,
ὃ
δʼ
ἐν
χερσὶ
σκῆπτρον
λάβε
καί
οἱ
ὄμοσσεν
·
ἴστω
νῦν
Ζεὺς
αὐτὸς
ἐρίγδουπος
πόσις
Ἥρης
μὴ
μὲν
τοῖς
ἵπποισιν
ἀνὴρ
ἐποχήσεται
ἄλλος
330
Τρώων
,
ἀλλά
σέ
φημι
διαμπερὲς
ἀγλαϊεῖσθαι
.
ὣς
φάτο
καί
ῥʼ
ἐπίορκον
ἐπώμοσε
,
τὸν
δʼ
ὀρόθυνεν
·
αὐτίκα
δʼ
ἀμφʼ
ὤμοισιν
ἐβάλλετο
καμπύλα
τόξα
,
ἕσσατο
δʼ
ἔκτοσθεν
ῥινὸν
πολιοῖο
λύκοιο
,
κρατὶ
δʼ
ἐπὶ
κτιδέην
κυνέην
,
ἕλε
δʼ
ὀξὺν
ἄκοντα
,
335
βῆ
δʼ
ἰέναι
προτὶ
νῆας
ἀπὸ
στρατοῦ
·
οὐδʼ
ἄρʼ
ἔμελλεν
ἐλθὼν
ἐκ
νηῶν
ἂψ
Ἕκτορι
μῦθον
ἀποίσειν
.
ἀλλʼ
ὅτε
δή
ῥʼ
ἵππων
τε
καὶ
ἀνδρῶν
κάλλιφʼ
ὅμιλον
,
βῆ
ῥʼ
ἀνʼ
ὁδὸν
μεμαώς
·
τὸν
δὲ
φράσατο
προσιόντα
διογενὴς
Ὀδυσεύς
,
Διομήδεα
δὲ
προσέειπεν
·
340
οὗτός
τις
Διόμηδες
ἀπὸ
στρατοῦ
ἔρχεται
ἀνήρ
,
οὐκ
οἶδʼ
ἢ
νήεσσιν
ἐπίσκοπος
ἡμετέρῃσιν
,
ἦ
τινα
συλήσων
νεκύων
κατατεθνηώτων
.
ἀλλʼ
ἐῶμέν
μιν
πρῶτα
παρεξελθεῖν
πεδίοιο
τυτθόν
·
ἔπειτα
δέ
κʼ
αὐτὸν
ἐπαΐξαντες
ἕλοιμεν
345
καρπαλίμως
·
εἰ
δʼ
ἄμμε
παραφθαίησι
πόδεσσιν
,
αἰεί
μιν
ἐπὶ
νῆας
ἀπὸ
στρατόφι
προτιειλεῖν
ἔγχει
ἐπαΐσσων
,
μή
πως
προτὶ
ἄστυ
ἀλύξῃ
.
ὣς
ἄρα
φωνήσαντε
παρὲξ
ὁδοῦ
ἐν
νεκύεσσι
κλινθήτην
·
ὃ
δʼ
ἄρʼ
ὦκα
παρέδραμεν
ἀφραδίῃσιν
.
350
ἀλλʼ
ὅτε
δή
ῥʼ
ἀπέην
ὅσσόν
τʼ
ἐπὶ
οὖρα
πέλονται
ἡμιόνων
·
αἱ
γάρ
τε
βοῶν
προφερέστεραί
εἰσιν
ἑλκέμεναι
νειοῖο
βαθείης
πηκτὸν
ἄροτρον
·
τὼ
μὲν
ἐπεδραμέτην
,
ὃ
δʼ
ἄρʼ
ἔστη
δοῦπον
ἀκούσας
.
ἔλπετο
γὰρ
κατὰ
θυμὸν
ἀποστρέψοντας
ἑταίρους
355
ἐκ
Τρώων
ἰέναι
πάλιν
Ἕκτορος
ὀτρύναντος
.
ἀλλʼ
ὅτε
δή
ῥʼ
ἄπεσαν
δουρηνεκὲς
ἢ
καὶ
ἔλασσον
,
γνῶ
ῥʼ
ἄνδρας
δηΐους
,
λαιψηρὰ
δὲ
γούνατʼ
ἐνώμα
φευγέμεναι
·
τοὶ
δʼ
αἶψα
διώκειν
ὁρμήθησαν
.
ὡς
δʼ
ὅτε
καρχαρόδοντε
δύω
κύνε
εἰδότε
θήρης
360
ἢ
κεμάδʼ
ἠὲ
λαγωὸν
ἐπείγετον
ἐμμενὲς
αἰεὶ
χῶρον
ἀνʼ
ὑλήενθʼ
,
ὃ
δέ
τε
προθέῃσι
μεμηκώς
,
ὣς
τὸν
Τυδεΐδης
ἠδʼ
ὃ
πτολίπορθος
Ὀδυσσεὺς
λαοῦ
ἀποτμήξαντε
διώκετον
ἐμμενὲς
αἰεί
.
ἀλλʼ
ὅτε
δὴ
τάχʼ
ἔμελλε
μιγήσεσθαι
φυλάκεσσι
365
φεύγων
ἐς
νῆας
,
τότε
δὴ
μένος
ἔμβαλʼ
Ἀθήνη
Τυδεΐδῃ
,
ἵνα
μή
τις
Ἀχαιῶν
χαλκοχιτώνων
φθαίη
ἐπευξάμενος
βαλέειν
,
ὃ
δὲ
δεύτερος
ἔλθοι
.
δουρὶ
δʼ
ἐπαΐσσων
προσέφη
κρατερὸς
Διομήδης
·
ἠὲ
μένʼ
ἠέ
σε
δουρὶ
κιχήσομαι
,
οὐδέ
σέ
φημι
370
δηρὸν
ἐμῆς
ἀπὸ
χειρὸς
ἀλύξειν
αἰπὺν
ὄλεθρον
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.