οὔ
πω
πᾶν
εἴρητο
ἔπος
ὅτʼ
ἄρʼ
ἤλυθον
αὐτοί
.
540
καί
ῥʼ
οἳ
μὲν
κατέβησαν
ἐπὶ
χθόνα
,
τοὶ
δὲ
χαρέντες
δεξιῇ
ἠσπάζοντο
ἔπεσσί
τε
μειλιχίοισι
·
πρῶτος
δʼ
ἐξερέεινε
Γερήνιος
ἱππότα
Νέστωρ
·
εἴπʼ
ἄγε
μʼ
ὦ
πολύαινʼ
Ὀδυσεῦ
μέγα
κῦδος
Ἀχαιῶν
ὅππως
τοῦσδʼ
ἵππους
λάβετον
καταδύντες
ὅμιλον
545
Τρώων
,
ἦ
τίς
σφωε
πόρεν
θεὸς
ἀντιβολήσας
.
αἰνῶς
ἀκτίνεσσιν
ἐοικότες
ἠελίοιο
.
αἰεὶ
μὲν
Τρώεσσʼ
ἐπιμίσγομαι
,
οὐδέ
τί
φημι
μιμνάζειν
παρὰ
νηυσὶ
γέρων
περ
ἐὼν
πολεμιστής
·
ἀλλʼ
οὔ
πω
τοίους
ἵππους
ἴδον
οὐδὲ
νόησα
.
550
ἀλλά
τινʼ
ὔμμʼ
ὀΐω
δόμεναι
θεὸν
ἀντιάσαντα
·
ἀμφοτέρω
γὰρ
σφῶϊ
φιλεῖ
νεφεληγερέτα
Ζεὺς
κούρη
τʼ
αἰγιόχοιο
Διὸς
γλαυκῶπις
Ἀθήνη
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
ὦ
Νέστορ
Νηληϊάδη
μέγα
κῦδος
Ἀχαιῶν
555
ῥεῖα
θεός
γʼ
ἐθέλων
καὶ
ἀμείνονας
ἠέ
περ
οἵδε
ἵππους
δωρήσαιτʼ
,
ἐπεὶ
ἢ
πολὺ
φέρτεροί
εἰσιν
.
ἵπποι
δʼ
οἵδε
γεραιὲ
νεήλυδες
οὓς
ἐρεείνεις
Θρηΐκιοι
·
τὸν
δέ
σφιν
ἄνακτʼ
ἀγαθὸς
Διομήδης
ἔκτανε
,
πὰρ
δʼ
ἑτάρους
δυοκαίδεκα
πάντας
ἀρίστους
.
560
τὸν
τρισκαιδέκατον
σκοπὸν
εἵλομεν
ἐγγύθι
νηῶν
,
τόν
ῥα
διοπτῆρα
στρατοῦ
ἔμμεναι
ἡμετέροιο
Ἕκτωρ
τε
προέηκε
καὶ
ἄλλοι
Τρῶες
ἀγαυοί
.
ὣς
εἰπὼν
τάφροιο
διήλασε
μώνυχας
ἵππους
καγχαλόων
·
ἅμα
δʼ
ἄλλοι
ἴσαν
χαίροντες
Ἀχαιοί
.
565
οἳ
δʼ
ὅτε
Τυδεΐδεω
κλισίην
εὔτυκτον
ἵκοντο
,
ἵππους
μὲν
κατέδησαν
ἐϋτμήτοισιν
ἱμᾶσι
φάτνῃ
ἐφʼ
ἱππείῃ
,
ὅθι
περ
Διομήδεος
ἵπποι
ἕστασαν
ὠκύποδες
μελιηδέα
πυρὸν
ἔδοντες
·
νηῒ
δʼ
ἐνὶ
πρυμνῇ
ἔναρα
βροτόεντα
Δόλωνος
570
θῆκʼ
Ὀδυσεύς
,
ὄφρʼ
ἱρὸν
ἑτοιμασσαίατʼ
Ἀθήνῃ
.
αὐτοὶ
δʼ
ἱδρῶ
πολλὸν
ἀπενίζοντο
θαλάσσῃ
ἐσβάντες
κνήμας
τε
ἰδὲ
λόφον
ἀμφί
τε
μηρούς
.
αὐτὰρ
ἐπεί
σφιν
κῦμα
θαλάσσης
ἱδρῶ
πολλὸν
νίψεν
ἀπὸ
χρωτὸς
καὶ
ἀνέψυχθεν
φίλον
ἦτορ
,
575
ἔς
ῥʼ
ἀσαμίνθους
βάντες
ἐϋξέστας
λούσαντο
.
τὼ
δὲ
λοεσσαμένω
καὶ
ἀλειψαμένω
λίπʼ
ἐλαίῳ
δείπνῳ
ἐφιζανέτην
,
ἀπὸ
δὲ
κρητῆρος
Ἀθήνῃ
πλείου
ἀφυσσόμενοι
λεῖβον
μελιηδέα
οἶνον
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.