ἦ
ῥʼ
εὖ
γιγνώσκων
,
Τρῶας
δʼ
ἄχος
ἔλλαβε
θυμόν
.
475
ἔνθʼ
Ἀκάμας
Πρόμαχον
Βοιώτιον
οὔτασε
δουρὶ
ἀμφὶ
κασιγνήτῳ
βεβαώς
·
ὃ
δʼ
ὕφελκε
ποδοῖιν
.
τῷ
δʼ
Ἀκάμας
ἔκπαγλον
ἐπεύξατο
μακρὸν
ἀΰσας
·
Ἀργεῖοι
ἰόμωροι
ἀπειλάων
ἀκόρητοι
οὔ
θην
οἴοισίν
γε
πόνος
τʼ
ἔσεται
καὶ
ὀϊζὺς
480
ἡμῖν
,
ἀλλά
ποθʼ
ὧδε
κατακτενέεσθε
καὶ
ὔμμες
.
φράζεσθʼ
ὡς
ὑμῖν
Πρόμαχος
δεδμημένος
εὕδει
ἔγχει
ἐμῷ
,
ἵνα
μή
τι
κασιγνήτοιό
γε
ποινὴ
δηρὸν
ἄτιτος
ἔῃ
·
τὼ
καί
κέ
τις
εὔχεται
ἀνὴρ
γνωτὸν
ἐνὶ
μεγάροισιν
ἀρῆς
ἀλκτῆρα
λιπέσθαι
.
485
ὣς
ἔφατʼ
,
Ἀργείοισι
δʼ
ἄχος
γένετʼ
εὐξαμένοιο
·
Πηνέλεῳ
δὲ
μάλιστα
δαΐφρονι
θυμὸν
ὄρινεν
·
ὁρμήθη
δʼ
Ἀκάμαντος
·
ὃ
δʼ
οὐχ
ὑπέμεινεν
ἐρωὴν
Πηνελέωο
ἄνακτος
·
ὃ
δʼ
οὔτασεν
Ἰλιονῆα
υἱὸν
Φόρβαντος
πολυμήλου
,
τόν
ῥα
μάλιστα
490
Ἑρμείας
Τρώων
ἐφίλει
καὶ
κτῆσιν
ὄπασσε
·
τῷ
δʼ
ἄρʼ
ὑπὸ
μήτηρ
μοῦνον
τέκεν
Ἰλιονῆα
.
τὸν
τόθʼ
ὑπʼ
ὀφρύος
οὖτα
κατʼ
ὀφθαλμοῖο
θέμεθλα
,
ἐκ
δʼ
ὦσε
γλήνην
·
δόρυ
δʼ
ὀφθαλμοῖο
διὰ
πρὸ
καὶ
διὰ
ἰνίου
ἦλθεν
,
ὃ
δʼ
ἕζετο
χεῖρε
πετάσσας
495
ἄμφω
·
Πηνέλεως
δὲ
ἐρυσσάμενος
ξίφος
ὀξὺ
αὐχένα
μέσσον
ἔλασσεν
,
ἀπήραξεν
δὲ
χαμᾶζε
αὐτῇ
σὺν
πήληκι
κάρη
·
ἔτι
δʼ
ὄβριμον
ἔγχος
ἦεν
ἐν
ὀφθαλμῷ
·
ὃ
δὲ
φὴ
κώδειαν
ἀνασχὼν
πέφραδέ
τε
Τρώεσσι
καὶ
εὐχόμενος
ἔπος
ηὔδα
·
500
εἰπέμεναί
μοι
Τρῶες
ἀγαυοῦ
Ἰλιονῆος
πατρὶ
φίλῳ
καὶ
μητρὶ
γοήμεναι
ἐν
μεγάροισιν
·
οὐδὲ
γὰρ
ἣ
Προμάχοιο
δάμαρ
Ἀλεγηνορίδαο
ἀνδρὶ
φίλῳ
ἐλθόντι
γανύσσεται
,
ὁππότε
κεν
δὴ
ἐκ
Τροίης
σὺν
νηυσὶ
νεώμεθα
κοῦροι
Ἀχαιῶν
.
505
ὣς
φάτο
,
τοὺς
δʼ
ἄρα
πάντας
ὑπὸ
τρόμος
ἔλλαβε
γυῖα
,
πάπτηνεν
δὲ
ἕκαστος
ὅπῃ
φύγοι
αἰπὺν
ὄλεθρον
.
ἔσπετε
νῦν
μοι
Μοῦσαι
Ὀλύμπια
δώματʼ
ἔχουσαι
ὅς
τις
δὴ
πρῶτος
βροτόεντʼ
ἀνδράγριʼ
Ἀχαιῶν
ἤρατʼ
,
ἐπεί
ῥʼ
ἔκλινε
μάχην
κλυτὸς
ἐννοσίγαιος
.
510
Αἴας
ῥα
πρῶτος
Τελαμώνιος
Ὕρτιον
οὖτα
Γυρτιάδην
Μυσῶν
ἡγήτορα
καρτεροθύμων
·
Φάλκην
δʼ
Ἀντίλοχος
καὶ
Μέρμερον
ἐξενάριξε
·
Μηριόνης
δὲ
Μόρυν
τε
καὶ
Ἱπποτίωνα
κατέκτα
,
Τεῦκρος
δὲ
Προθόωνά
τʼ
ἐνήρατο
καὶ
Περιφήτην
·
515
Ἀτρεΐδης
δʼ
ἄρʼ
ἔπειθʼ
Ὑπερήνορα
ποιμένα
λαῶν
οὖτα
κατὰ
λαπάρην
,
διὰ
δʼ
ἔντερα
χαλκὸς
ἄφυσσε
δῃώσας
·
ψυχὴ
δὲ
κατʼ
οὐταμένην
ὠτειλὴν
ἔσσυτʼ
ἐπειγομένη
,
τὸν
δὲ
σκότος
ὄσσε
κάλυψε
.
πλείστους
δʼ
Αἴας
εἷλεν
Ὀϊλῆος
ταχὺς
υἱός
·
520
οὐ
γάρ
οἵ
τις
ὁμοῖος
ἐπισπέσθαι
ποσὶν
ἦεν
ἀνδρῶν
τρεσσάντων
,
ὅτε
τε
Ζεὺς
ἐν
φόβον
ὄρσῃ
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.