ὣς
ἔφατʼ
ἔδεισεν
δὲ
βοῶπις
πότνια
Ἥρη
,
καί
ῥʼ
ἀκέουσα
καθῆστο
ἐπιγνάμψασα
φίλον
κῆρ
·
ὄχθησαν
δʼ
ἀνὰ
δῶμα
Διὸς
θεοὶ
Οὐρανίωνες
·
570
τοῖσιν
δʼ
Ἥφαιστος
κλυτοτέχνης
ἦρχʼ
ἀγορεύειν
μητρὶ
φίλῃ
ἐπίηρα
φέρων
λευκωλένῳ
Ἥρῃ
·
ἦ
δὴ
λοίγια
ἔργα
τάδʼ
ἔσσεται
οὐδʼ
ἔτʼ
ἀνεκτά
,
εἰ
δὴ
σφὼ
ἕνεκα
θνητῶν
ἐριδαίνετον
ὧδε
,
ἐν
δὲ
θεοῖσι
κολῳὸν
ἐλαύνετον
·
οὐδέ
τι
δαιτὸς
575
ἐσθλῆς
ἔσσεται
ἦδος
,
ἐπεὶ
τὰ
χερείονα
νικᾷ
.
μητρὶ
δʼ
ἐγὼ
παράφημι
καὶ
αὐτῇ
περ
νοεούσῃ
πατρὶ
φίλῳ
ἐπίηρα
φέρειν
Διί
,
ὄφρα
μὴ
αὖτε
νεικείῃσι
πατήρ
,
σὺν
δʼ
ἡμῖν
δαῖτα
ταράξῃ
.
εἴ
περ
γάρ
κʼ
ἐθέλῃσιν
Ὀλύμπιος
ἀστεροπητὴς
580
ἐξ
ἑδέων
στυφελίξαι
·
ὃ
γὰρ
πολὺ
φέρτατός
ἐστιν
.
ἀλλὰ
σὺ
τὸν
ἐπέεσσι
καθάπτεσθαι
μαλακοῖσιν
·
αὐτίκʼ
ἔπειθʼ
ἵλαος
Ὀλύμπιος
ἔσσεται
ἡμῖν
.
ὣς
ἄρʼ
ἔφη
καὶ
ἀναΐξας
δέπας
ἀμφικύπελλον
μητρὶ
φίλῃ
ἐν
χειρὶ
τίθει
καί
μιν
προσέειπε
·
585
τέτλαθι
μῆτερ
ἐμή
,
καὶ
ἀνάσχεο
κηδομένη
περ
,
μή
σε
φίλην
περ
ἐοῦσαν
ἐν
ὀφθαλμοῖσιν
ἴδωμαι
θεινομένην
,
τότε
δʼ
οὔ
τι
δυνήσομαι
ἀχνύμενός
περ
χραισμεῖν
·
ἀργαλέος
γὰρ
Ὀλύμπιος
ἀντιφέρεσθαι
·
ἤδη
γάρ
με
καὶ
ἄλλοτʼ
ἀλεξέμεναι
μεμαῶτα
590
ῥῖψε
ποδὸς
τεταγὼν
ἀπὸ
βηλοῦ
θεσπεσίοιο
,
πᾶν
δʼ
ἦμαρ
φερόμην
,
ἅμα
δʼ
ἠελίῳ
καταδύντι
κάππεσον
ἐν
Λήμνῳ
,
ὀλίγος
δʼ
ἔτι
θυμὸς
ἐνῆεν
·
ἔνθά
με
Σίντιες
ἄνδρες
ἄφαρ
κομίσαντο
πεσόντα
.
ὣς
φάτο
,
μείδησεν
δὲ
θεὰ
λευκώλενος
Ἥρη
,
595
μειδήσασα
δὲ
παιδὸς
ἐδέξατο
χειρὶ
κύπελλον
·
αὐτὰρ
ὃ
τοῖς
ἄλλοισι
θεοῖς
ἐνδέξια
πᾶσιν
οἰνοχόει
γλυκὺ
νέκταρ
ἀπὸ
κρητῆρος
ἀφύσσων
·
ἄσβεστος
δʼ
ἄρʼ
ἐνῶρτο
γέλως
μακάρεσσι
θεοῖσιν
ὡς
ἴδον
Ἥφαιστον
διὰ
δώματα
ποιπνύοντα
.
600
ὣς
τότε
μὲν
πρόπαν
ἦμαρ
ἐς
ἠέλιον
καταδύντα
δαίνυντʼ
,
οὐδέ
τι
θυμὸς
ἐδεύετο
δαιτὸς
ἐΐσης
,
οὐ
μὲν
φόρμιγγος
περικαλλέος
ἣν
ἔχʼ
Ἀπόλλων
,
Μουσάων
θʼ
αἳ
ἄειδον
ἀμειβόμεναι
ὀπὶ
καλῇ
.
αὐτὰρ
ἐπεὶ
κατέδυ
λαμπρὸν
φάος
ἠελίοιο
,
605
οἳ
μὲν
κακκείοντες
ἔβαν
οἶκον
δὲ
ἕκαστος
,
ἧχι
ἑκάστῳ
δῶμα
περικλυτὸς
ἀμφιγυήεις
Ἥφαιστος
ποίησεν
ἰδυίῃσι
πραπίδεσσι
·
Ζεὺς
δὲ
πρὸς
ὃν
λέχος
ἤϊʼ
Ὀλύμπιος
ἀστεροπητής
,
ἔνθα
πάρος
κοιμᾶθʼ
ὅτε
μιν
γλυκὺς
ὕπνος
ἱκάνοι
·
610
ἔνθα
καθεῦδʼ
ἀναβάς
,
παρὰ
δὲ
χρυσόθρονος
Ἥρη
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.