Δηΐφοβος
δὲ
μάλα
σχεδὸν
ἤλυθεν
Ἰδομενῆος
Ἀσίου
ἀχνύμενος
,
καὶ
ἀκόντισε
δουρὶ
φαεινῷ
.
ἀλλʼ
ὃ
μὲν
ἄντα
ἰδὼν
ἠλεύατο
χάλκεον
ἔγχος
Ἰδομενεύς
·
κρύφθη
γὰρ
ὑπʼ
ἀσπίδι
πάντοσʼ
ἐΐσῃ
,
405
τὴν
ἄρʼ
ὅ
γε
ῥινοῖσι
βοῶν
καὶ
νώροπι
χαλκῷ
δινωτὴν
φορέεσκε
,
δύω
κανόνεσσʼ
ἀραρυῖαν
·
τῇ
ὕπο
πᾶς
ἐάλη
,
τὸ
δʼ
ὑπέρπτατο
χάλκεον
ἔγχος
,
καρφαλέον
δέ
οἱ
ἀσπὶς
ἐπιθρέξαντος
ἄϋσεν
ἔγχεος
·
οὐδʼ
ἅλιόν
ῥα
βαρείης
χειρὸς
ἀφῆκεν
,
410
ἀλλʼ
ἔβαλʼ
Ἱππασίδην
Ὑψήνορα
ποιμένα
λαῶν
ἧπαρ
ὑπὸ
πραπίδων
,
εἶθαρ
δʼ
ὑπὸ
γούνατʼ
ἔλυσε
.
Δηΐφοβος
δʼ
ἔκπαγλον
ἐπεύξατο
μακρὸν
ἀΰσας
·
οὐ
μὰν
αὖτʼ
ἄτιτος
κεῖτʼ
Ἄσιος
,
ἀλλά
ἕ
φημι
εἰς
Ἄϊδός
περ
ἰόντα
πυλάρταο
κρατεροῖο
415
γηθήσειν
κατὰ
θυμόν
,
ἐπεί
ῥά
οἱ
ὤπασα
πομπόν
.
ὣς
ἔφατʼ
,
Ἀργείοισι
δʼ
ἄχος
γένετʼ
εὐξαμένοιο
,
Ἀντιλόχῳ
δὲ
μάλιστα
δαΐφρονι
θυμὸν
ὄρινεν
·
ἀλλʼ
οὐδʼ
ἀχνύμενός
περ
ἑοῦ
ἀμέλησεν
ἑταίρου
,
ἀλλὰ
θέων
περίβη
καί
οἱ
σάκος
ἀμφεκάλυψε
.
420
τὸν
μὲν
ἔπειθʼ
ὑποδύντε
δύω
ἐρίηρες
ἑταῖροι
Μηκιστεὺς
Ἐχίοιο
πάϊς
καὶ
δῖος
Ἀλάστωρ
,
νῆας
ἔπι
γλαφυρὰς
φερέτην
βαρέα
στενάχοντα
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.