Μηριόνης
δʼ
ἄρα
πέμπτος
ἐΰτριχας
ὁπλίσαθʼ
ἵππους
.
ἂν
δʼ
ἔβαν
ἐς
δίφρους
,
ἐν
δὲ
κλήρους
ἐβάλοντο
·
πάλλʼ
Ἀχιλεύς
,
ἐκ
δὲ
κλῆρος
θόρε
Νεστορίδαο
Ἀντιλόχου
·
μετὰ
τὸν
δʼ
ἔλαχε
κρείων
Εὔμηλος
·
τῷ
δʼ
ἄρʼ
ἐπʼ
Ἀτρεΐδης
δουρὶ
κλειτὸς
Μενέλαος
,
355
τῷ
δʼ
ἐπὶ
Μηριόνης
λάχʼ
ἐλαυνέμεν
·
ὕστατος
αὖτε
Τυδεΐδης
ὄχʼ
ἄριστος
ἐὼν
λάχʼ
ἐλαυνέμεν
ἵππους
.
στὰν
δὲ
μεταστοιχί
,
σήμηνε
δὲ
τέρματʼ
Ἀχιλλεὺς
τηλόθεν
ἐν
λείῳ
πεδίῳ
·
παρὰ
δὲ
σκοπὸν
εἷσεν
ἀντίθεον
Φοίνικα
ὀπάονα
πατρὸς
ἑοῖο
,
360
ὡς
μεμνέῳτο
δρόμους
καὶ
ἀληθείην
ἀποείποι
.
οἳ
δʼ
ἅμα
πάντες
ἐφʼ
ἵπποιιν
μάστιγας
ἄειραν
,
πέπληγόν
θʼ
ἱμᾶσιν
,
ὁμόκλησάν
τʼ
ἐπέεσσιν
ἐσσυμένως
·
οἳ
δʼ
ὦκα
διέπρησσον
πεδίοιο
νόσφι
νεῶν
ταχέως
·
ὑπὸ
δὲ
στέρνοισι
κονίη
365
ἵστατʼ
ἀειρομένη
ὥς
τε
νέφος
ἠὲ
θύελλα
,
χαῖται
δʼ
ἐρρώοντο
μετὰ
πνοιῇς
ἀνέμοιο
.
ἅρματα
δʼ
ἄλλοτε
μὲν
χθονὶ
πίλνατο
πουλυβοτείρῃ
,
ἄλλοτε
δʼ
ἀΐξασκε
μετήορα
·
τοὶ
δʼ
ἐλατῆρες
ἕστασαν
ἐν
δίφροισι
,
πάτασσε
δὲ
θυμὸς
ἑκάστου
370
νίκης
ἱεμένων
·
κέκλοντο
δὲ
οἷσιν
ἕκαστος
ἵπποις
,
οἳ
δʼ
ἐπέτοντο
κονίοντες
πεδίοιο
.
ἀλλʼ
ὅτε
δὴ
πύματον
τέλεον
δρόμον
ὠκέες
ἵπποι
ἂψ
ἐφʼ
ἁλὸς
πολιῆς
,
τότε
δὴ
ἀρετή
γε
ἑκάστου
φαίνετʼ
,
ἄφαρ
δʼ
ἵπποισι
τάθη
δρόμος
·
ὦκα
δʼ
ἔπειτα
375
αἳ
Φηρητιάδαο
ποδώκεες
ἔκφερον
ἵπποι
.
τὰς
δὲ
μετʼ
ἐξέφερον
Διομήδεος
ἄρσενες
ἵπποι
Τρώϊοι
,
οὐδέ
τι
πολλὸν
ἄνευθʼ
ἔσαν
,
ἀλλὰ
μάλʼ
ἐγγύς
·
αἰεὶ
γὰρ
δίφρου
ἐπιβησομένοισιν
ἐΐκτην
,
πνοιῇ
δʼ
Εὐμήλοιο
μετάφρενον
εὐρέε
τʼ
ὤμω
380
θέρμετʼ
·
ἐπʼ
αὐτῷ
γὰρ
κεφαλὰς
καταθέντε
πετέσθην
.
καί
νύ
κεν
ἢ
παρέλασσʼ
ἢ
ἀμφήριστον
ἔθηκεν
,
εἰ
μὴ
Τυδέος
υἷϊ
κοτέσσατο
Φοῖβος
Ἀπόλλων
,
ὅς
ῥά
οἱ
ἐκ
χειρῶν
ἔβαλεν
μάστιγα
φαεινήν
.
τοῖο
δʼ
ἀπʼ
ὀφθαλμῶν
χύτο
δάκρυα
χωομένοιο
,
385
οὕνεκα
τὰς
μὲν
ὅρα
ἔτι
καὶ
πολὺ
μᾶλλον
ἰούσας
,
οἳ
δέ
οἱ
ἐβλάφθησαν
ἄνευ
κέντροιο
θέοντες
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.