οὗτοι
ἄρʼ
ἡγεμόνες
Δαναῶν
ἕλον
ἄνδρα
ἕκαστος
.
ὡς
δὲ
λύκοι
ἄρνεσσιν
ἐπέχραον
ἢ
ἐρίφοισι
σίνται
ὑπʼ
ἐκ
μήλων
αἱρεύμενοι
,
αἵ
τʼ
ἐν
ὄρεσσι
ποιμένος
ἀφραδίῃσι
διέτμαγεν
·
οἳ
δὲ
ἰδόντες
αἶψα
διαρπάζουσιν
ἀνάλκιδα
θυμὸν
ἐχούσας
·
355
ὣς
Δαναοὶ
Τρώεσσιν
ἐπέχραον
·
οἳ
δὲ
φόβοιο
δυσκελάδου
μνήσαντο
,
λάθοντο
δὲ
θούριδος
ἀλκῆς
.
Αἴας
δʼ
ὃ
μέγας
αἰὲν
ἐφʼ
Ἕκτορι
χαλκοκορυστῇ
ἵετʼ
ἀκοντίσσαι
·
ὃ
δὲ
ἰδρείῃ
πολέμοιο
ἀσπίδι
ταυρείῃ
κεκαλυμμένος
εὐρέας
ὤμους
360
σκέπτετʼ
ὀϊστῶν
τε
ῥοῖζον
καὶ
δοῦπον
ἀκόντων
.
ἦ
μὲν
δὴ
γίγνωσκε
μάχης
ἑτεραλκέα
νίκην
·
ἀλλὰ
καὶ
ὧς
ἀνέμιμνε
,
σάω
δʼ
ἐρίηρας
ἑταίρους
.
ὡς
δʼ
ὅτʼ
ἀπʼ
Οὐλύμπου
νέφος
ἔρχεται
οὐρανὸν
εἴσω
αἰθέρος
ἐκ
δίης
,
ὅτε
τε
Ζεὺς
λαίλαπα
τείνῃ
,
365
ὣς
τῶν
ἐκ
νηῶν
γένετο
ἰαχή
τε
φόβος
τε
,
οὐδὲ
κατὰ
μοῖραν
πέραον
πάλιν
.
Ἕκτορα
δʼ
ἵπποι
ἔκφερον
ὠκύποδες
σὺν
τεύχεσι
,
λεῖπε
δὲ
λαὸν
Τρωϊκόν
,
οὓς
ἀέκοντας
ὀρυκτὴ
τάφρος
ἔρυκε
.
πολλοὶ
δʼ
ἐν
τάφρῳ
ἐρυσάρματες
ὠκέες
ἵπποι
370
ἄξαντʼ
ἐν
πρώτῳ
ῥυμῷ
λίπον
ἅρματʼ
ἀνάκτων
,
Πάτροκλος
δʼ
ἕπετο
σφεδανὸν
Δαναοῖσι
κελεύων
Τρωσὶ
κακὰ
φρονέων
·
οἳ
δὲ
ἰαχῇ
τε
φόβῳ
τε
πάσας
πλῆσαν
ὁδούς
,
ἐπεὶ
ἂρ
τμάγεν
·
ὕψι
δʼ
ἀέλλη
σκίδναθʼ
ὑπὸ
νεφέων
,
τανύοντο
δὲ
μώνυχες
ἵπποι
375
ἄψορρον
προτὶ
ἄστυ
νεῶν
ἄπο
καὶ
κλισιάων
.
Πάτροκλος
δʼ
ᾗ
πλεῖστον
ὀρινόμενον
ἴδε
λαόν
,
τῇ
ῥʼ
ἔχʼ
ὁμοκλήσας
·
ὑπὸ
δʼ
ἄξοσι
φῶτες
ἔπιπτον
πρηνέες
ἐξ
ὀχέων
,
δίφροι
δʼ
ἀνακυμβαλίαζον
.
ἀντικρὺ
δʼ
ἄρα
τάφρον
ὑπέρθορον
ὠκέες
ἵπποι
380
ἄμβροτοι
,
οὓς
Πηλῆϊ
θεοὶ
δόσαν
ἀγλαὰ
δῶρα
,
πρόσσω
ἱέμενοι
,
ἐπὶ
δʼ
Ἕκτορι
κέκλετο
θυμός
·
ἵετο
γὰρ
βαλέειν
·
τὸν
δʼ
ἔκφερον
ὠκέες
ἵπποι
.
ὡς
δʼ
ὑπὸ
λαίλαπι
πᾶσα
κελαινὴ
βέβριθε
χθὼν
ἤματʼ
ὀπωρινῷ
,
ὅτε
λαβρότατον
χέει
ὕδωρ
385
Ζεύς
,
ὅτε
δή
ῥʼ
ἄνδρεσσι
κοτεσσάμενος
χαλεπήνῃ
,
οἳ
βίῃ
εἰν
ἀγορῇ
σκολιὰς
κρίνωσι
θέμιστας
,
ἐκ
δὲ
δίκην
ἐλάσωσι
θεῶν
ὄπιν
οὐκ
ἀλέγοντες
·
τῶν
δέ
τε
πάντες
μὲν
ποταμοὶ
πλήθουσι
ῥέοντες
,
πολλὰς
δὲ
κλιτῦς
τότʼ
ἀποτμήγουσι
χαράδραι
,
390
ἐς
δʼ
ἅλα
πορφυρέην
μεγάλα
στενάχουσι
ῥέουσαι
ἐξ
ὀρέων
ἐπικάρ
,
μινύθει
δέ
τε
ἔργʼ
ἀνθρώπων
·
ὣς
ἵπποι
Τρῳαὶ
μεγάλα
στενάχοντο
θέουσαι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.