αὐτὰρ
ὃ
Πείσανδρόν
τε
καὶ
Ἱππόλοχον
μενεχάρμην
υἱέας
Ἀντιμάχοιο
δαΐφρονος
,
ὅς
ῥα
μάλιστα
χρυσὸν
Ἀλεξάνδροιο
δεδεγμένος
ἀγλαὰ
δῶρα
οὐκ
εἴασχʼ
Ἑλένην
δόμεναι
ξανθῷ
Μενελάῳ
,
125
τοῦ
περ
δὴ
δύο
παῖδε
λάβε
κρείων
Ἀγαμέμνων
εἰν
ἑνὶ
δίφρῳ
ἐόντας
,
ὁμοῦ
δʼ
ἔχον
ὠκέας
ἵππους
·
ἐκ
γάρ
σφεας
χειρῶν
φύγον
ἡνία
σιγαλόεντα
,
τὼ
δὲ
κυκηθήτην
·
ὃ
δʼ
ἐναντίον
ὦρτο
λέων
ὣς
Ἀτρεΐδης
·
τὼ
δʼ
αὖτʼ
ἐκ
δίφρου
γουναζέσθην
·
130
ζώγρει
Ἀτρέος
υἱέ
,
σὺ
δʼ
ἄξια
δέξαι
ἄποινα
·
πολλὰ
δʼ
ἐν
Ἀντιμάχοιο
δόμοις
κειμήλια
κεῖται
χαλκός
τε
χρυσός
τε
πολύκμητός
τε
σίδηρος
,
τῶν
κέν
τοι
χαρίσαιτο
πατὴρ
ἀπερείσιʼ
ἄποινα
,
εἰ
νῶϊ
ζωοὺς
πεπύθοιτʼ
ἐπὶ
νηυσὶν
Ἀχαιῶν
.
135
ὣς
τώ
γε
κλαίοντε
προσαυδήτην
βασιλῆα
μειλιχίοις
ἐπέεσσιν
·
ἀμείλικτον
δʼ
ὄπʼ
ἄκουσαν
·
εἰ
μὲν
δὴ
Ἀντιμάχοιο
δαΐφρονος
υἱέες
ἐστόν
,
ὅς
ποτʼ
ἐνὶ
Τρώων
ἀγορῇ
Μενέλαον
ἄνωγεν
ἀγγελίην
ἐλθόντα
σὺν
ἀντιθέῳ
Ὀδυσῆϊ
140
αὖθι
κατακτεῖναι
μηδʼ
ἐξέμεν
ἂψ
ἐς
Ἀχαιούς
,
νῦν
μὲν
δὴ
τοῦ
πατρὸς
ἀεικέα
τίσετε
λώβην
.
ἦ
,
καὶ
Πείσανδρον
μὲν
ἀφʼ
ἵππων
ὦσε
χαμᾶζε
δουρὶ
βαλὼν
πρὸς
στῆθος
·
ὃ
δʼ
ὕπτιος
οὔδει
ἐρείσθη
.
Ἱππόλοχος
δʼ
ἀπόρουσε
,
τὸν
αὖ
χαμαὶ
ἐξενάριξε
145
χεῖρας
ἀπὸ
ξίφεϊ
τμήξας
ἀπό
τʼ
αὐχένα
κόψας
,
ὅλμον
δʼ
ὣς
ἔσσευε
κυλίνδεσθαι
διʼ
ὁμίλου
.
τοὺς
μὲν
ἔασʼ
·
ὃ
δʼ
ὅθι
πλεῖσται
κλονέοντο
φάλαγγες
,
τῇ
ῥʼ
ἐνόρουσʼ
,
ἅμα
δʼ
ἄλλοι
ἐϋκνήμιδες
Ἀχαιοί
.
πεζοὶ
μὲν
πεζοὺς
ὄλεκον
φεύγοντας
ἀνάγκῃ
,
150
ἱππεῖς
δʼ
ἱππῆας
·
ὑπὸ
δέ
σφισιν
ὦρτο
κονίη
ἐκ
πεδίου
,
τὴν
ὦρσαν
ἐρίγδουποι
πόδες
ἵππων
χαλκῷ
δηϊόωντες
·
ἀτὰρ
κρείων
Ἀγαμέμνων
αἰὲν
ἀποκτείνων
ἕπετʼ
Ἀργείοισι
κελεύων
.
ὡς
δʼ
ὅτε
πῦρ
ἀΐδηλον
ἐν
ἀξύλῳ
ἐμπέσῃ
ὕλῃ
,
155
πάντῃ
τʼ
εἰλυφόων
ἄνεμος
φέρει
,
οἳ
δέ
τε
θάμνοι
πρόρριζοι
πίπτουσιν
ἐπειγόμενοι
πυρὸς
ὁρμῇ
·
ὣς
ἄρʼ
ὑπʼ
Ἀτρεΐδῃ
Ἀγαμέμνονι
πῖπτε
κάρηνα
Τρώων
φευγόντων
,
πολλοὶ
δʼ
ἐριαύχενες
ἵπποι
κείνʼ
ὄχεα
κροτάλιζον
ἀνὰ
πτολέμοιο
γεφύρας
160
ἡνιόχους
ποθέοντες
ἀμύμονας
·
οἳ
δʼ
ἐπὶ
γαίῃ
κείατο
,
γύπεσσιν
πολὺ
φίλτεροι
ἢ
ἀλόχοισιν
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.