τῷ
δʼ
ἄρʼ
ἐπʼ
Ἀντίλοχος
Νηλήϊος
ἤλασεν
ἵππους
κέρδεσιν
,
οὔ
τι
τάχει
γε
,
παραφθάμενος
Μενέλαον
·
515
ἀλλὰ
καὶ
ὧς
Μενέλαος
ἔχʼ
ἐγγύθεν
ὠκέας
ἵππους
.
ὅσσον
δὲ
τροχοῦ
ἵππος
ἀφίσταται
,
ὅς
ῥα
ἄνακτα
ἕλκῃσιν
πεδίοιο
τιταινόμενος
σὺν
ὄχεσφι
·
τοῦ
μέν
τε
ψαύουσιν
ἐπισσώτρου
τρίχες
ἄκραι
οὐραῖαι
·
ὃ
δέ
τʼ
ἄγχι
μάλα
τρέχει
,
οὐδέ
τι
πολλὴ
520
χώρη
μεσσηγὺς
πολέος
πεδίοιο
θέοντος
·
τόσσον
δὴ
Μενέλαος
ἀμύμονος
Ἀντιλόχοιο
λείπετʼ
·
ἀτὰρ
τὰ
πρῶτα
καὶ
ἐς
δίσκουρα
λέλειπτο
,
ἀλλά
μιν
αἶψα
κίχανεν
·
ὀφέλλετο
γὰρ
μένος
ἠῢ
ἵππου
τῆς
Ἀγαμεμνονέης
καλλίτριχος
Αἴθης
·
525
εἰ
δέ
κʼ
ἔτι
προτέρω
γένετο
δρόμος
ἀμφοτέροισι
,
τώ
κέν
μιν
παρέλασσʼ
οὐδʼ
ἀμφήριστον
ἔθηκεν
.
αὐτὰρ
Μηριόνης
θεράπων
ἐῢς
Ἰδομενῆος
λείπετʼ
ἀγακλῆος
Μενελάου
δουρὸς
ἐρωήν
·
βάρδιστοι
μὲν
γάρ
οἱ
ἔσαν
καλλίτριχες
ἵπποι
,
530
ἤκιστος
δʼ
ἦν
αὐτὸς
ἐλαυνέμεν
ἅρμʼ
ἐν
ἀγῶνι
.
υἱὸς
δʼ
Ἀδμήτοιο
πανύστατος
ἤλυθεν
ἄλλων
ἕλκων
ἅρματα
καλὰ
ἐλαύνων
πρόσσοθεν
ἵππους
.
τὸν
δὲ
ἰδὼν
ᾤκτειρε
ποδάρκης
δῖος
Ἀχιλλεύς
,
στὰς
δʼ
ἄρʼ
ἐν
Ἀργείοις
ἔπεα
πτερόεντʼ
ἀγόρευε
·
535
λοῖσθος
ἀνὴρ
ὤριστος
ἐλαύνει
μώνυχας
ἵππους
·
ἀλλʼ
ἄγε
δή
οἱ
δῶμεν
ἀέθλιον
ὡς
ἐπιεικὲς
δεύτερʼ
·
ἀτὰρ
τὰ
πρῶτα
φερέσθω
Τυδέος
υἱός
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
πάντες
ἐπῄνεον
ὡς
ἐκέλευε
.
καί
νύ
κέ
οἱ
πόρεν
ἵππον
,
ἐπῄνησαν
γὰρ
Ἀχαιοί
,
540
εἰ
μὴ
ἄρʼ
Ἀντίλοχος
μεγαθύμου
Νέστορος
υἱὸς
Πηλεΐδην
Ἀχιλῆα
δίκῃ
ἠμείψατʼ
ἀναστάς
·
ὦ
Ἀχιλεῦ
μάλα
τοι
κεχολώσομαι
αἴ
κε
τελέσσῃς
τοῦτο
ἔπος
·
μέλλεις
γὰρ
ἀφαιρήσεσθαι
ἄεθλον
τὰ
φρονέων
ὅτι
οἱ
βλάβεν
ἅρματα
καὶ
ταχέʼ
ἵππω
545
αὐτός
τʼ
ἐσθλὸς
ἐών
·
ἀλλʼ
ὤφελεν
ἀθανάτοισιν
εὔχεσθαι
·
τό
κεν
οὔ
τι
πανύστατος
ἦλθε
διώκων
.
εἰ
δέ
μιν
οἰκτίρεις
καί
τοι
φίλος
ἔπλετο
θυμῷ
ἔστί
τοι
ἐν
κλισίῃ
χρυσὸς
πολύς
,
ἔστι
δὲ
χαλκὸς
καὶ
πρόβατʼ
,
εἰσὶ
δέ
τοι
δμῳαὶ
καὶ
μώνυχες
ἵπποι
·
550
τῶν
οἱ
ἔπειτʼ
ἀνελὼν
δόμεναι
καὶ
μεῖζον
ἄεθλον
ἠὲ
καὶ
αὐτίκα
νῦν
,
ἵνα
σʼ
αἰνήσωσιν
Ἀχαιοί
.
τὴν
δʼ
ἐγὼ
οὐ
δώσω
·
περὶ
δʼ
αὐτῆς
πειρηθήτω
ἀνδρῶν
ὅς
κʼ
ἐθέλῃσιν
ἐμοὶ
χείρεσσι
μάχεσθαι
.
ὣς
φάτο
,
μείδησεν
δὲ
ποδάρκης
δῖος
Ἀχιλλεὺς
555
χαίρων
Ἀντιλόχῳ
,
ὅτι
οἱ
φίλος
ἦεν
ἑταῖρος
·
καί
μιν
ἀμειβόμενος
ἔπεα
πτερόεντα
προσηύδα
·
Ἀντίλοχʼ
,
εἰ
μὲν
δή
με
κελεύεις
οἴκοθεν
ἄλλο
Εὐμήλῳ
ἐπιδοῦναι
,
ἐγὼ
δέ
κε
καὶ
τὸ
τελέσσω
.
δώσω
οἱ
θώρηκα
,
τὸν
Ἀστεροπαῖον
ἀπηύρων
560
χάλκεον
,
ᾧ
πέρι
χεῦμα
φαεινοῦ
κασσιτέροιο
ἀμφιδεδίνηται
·
πολέος
δέ
οἱ
ἄξιος
ἔσται
.
ἦ
ῥα
,
καὶ
Αὐτομέδοντι
φίλῳ
ἐκέλευσεν
ἑταίρῳ
οἰσέμεναι
κλισίηθεν
·
ὃ
δʼ
ᾤχετο
καί
οἱ
ἔνεικεν
,
Εὐμήλῳ
δʼ
ἐν
χερσὶ
τίθει
·
ὃ
δὲ
δέξατο
χαίρων
.
565
τοῖσι
δὲ
καὶ
Μενέλαος
ἀνίστατο
θυμὸν
ἀχεύων
Ἀντιλόχῳ
ἄμοτον
κεχολωμένος
·
ἐν
δʼ
ἄρα
κῆρυξ
χειρὶ
σκῆπτρον
ἔθηκε
,
σιωπῆσαί
τε
κέλευσεν
Ἀργείους
·
ὃ
δʼ
ἔπειτα
μετηύδα
ἰσόθεος
φώς
·
Ἀντίλοχε
πρόσθεν
πεπνυμένε
ποῖον
ἔρεξας
.
570
ᾔσχυνας
μὲν
ἐμὴν
ἀρετήν
,
βλάψας
δέ
μοι
ἵππους
τοὺς
σοὺς
πρόσθε
βαλών
,
οἵ
τοι
πολὺ
χείρονες
ἦσαν
.
ἀλλʼ
ἄγετʼ
Ἀργείων
ἡγήτορες
ἠδὲ
μέδοντες
ἐς
μέσον
ἀμφοτέροισι
δικάσσατε
,
μὴ
δʼ
ἐπʼ
ἀρωγῇ
,
μή
ποτέ
τις
εἴπῃσιν
Ἀχαιῶν
χαλκοχιτώνων
·
575
Ἀντίλοχον
ψεύδεσσι
βιησάμενος
Μενέλαος
οἴχεται
ἵππον
ἄγων
,
ὅτι
οἱ
πολὺ
χείρονες
ἦσαν
ἵπποι
,
αὐτὸς
δὲ
κρείσσων
ἀρετῇ
τε
βίῃ
τε
.
εἰ
δʼ
ἄγʼ
ἐγὼν
αὐτὸς
δικάσω
,
καί
μʼ
οὔ
τινά
φημι
ἄλλον
ἐπιπλήξειν
Δαναῶν
·
ἰθεῖα
γὰρ
ἔσται
.
580
Ἀντίλοχʼ
εἰ
δʼ
ἄγε
δεῦρο
διοτρεφές
,
ἣ
θέμις
ἐστί
,
στὰς
ἵππων
προπάροιθε
καὶ
ἅρματος
,
αὐτὰρ
ἱμάσθλην
χερσὶν
ἔχε
ῥαδινήν
,
ᾗ
περ
τὸ
πρόσθεν
ἔλαυνες
,
ἵππων
ἁψάμενος
γαιήοχον
ἐννοσίγαιον
ὄμνυθι
μὴ
μὲν
ἑκὼν
τὸ
ἐμὸν
δόλῳ
ἅρμα
πεδῆσαι
.
585
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.