τὴν
δὲ
μέγʼ
ὀχθήσας
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
αὐτίκα
τεθναίην
,
ἐπεὶ
οὐκ
ἄρʼ
ἔμελλον
ἑταίρῳ
κτεινομένῳ
ἐπαμῦναι
·
ὃ
μὲν
μάλα
τηλόθι
πάτρης
ἔφθιτʼ
,
ἐμεῖο
δὲ
δῆσεν
ἀρῆς
ἀλκτῆρα
γενέσθαι
.
100
νῦν
δʼ
ἐπεὶ
οὐ
νέομαί
γε
φίλην
ἐς
πατρίδα
γαῖαν
,
οὐδέ
τι
Πατρόκλῳ
γενόμην
φάος
οὐδʼ
ἑτάροισι
τοῖς
ἄλλοις
,
οἳ
δὴ
πολέες
δάμεν
Ἕκτορι
δίῳ
,
ἀλλʼ
ἧμαι
παρὰ
νηυσὶν
ἐτώσιον
ἄχθος
ἀρούρης
,
τοῖος
ἐὼν
οἷος
οὔ
τις
Ἀχαιῶν
χαλκοχιτώνων
105
ἐν
πολέμῳ
·
ἀγορῇ
δέ
τʼ
ἀμείνονές
εἰσι
καὶ
ἄλλοι
.
ὡς
ἔρις
ἔκ
τε
θεῶν
ἔκ
τʼ
ἀνθρώπων
ἀπόλοιτο
καὶ
χόλος
,
ὅς
τʼ
ἐφέηκε
πολύφρονά
περ
χαλεπῆναι
,
ὅς
τε
πολὺ
γλυκίων
μέλιτος
καταλειβομένοιο
ἀνδρῶν
ἐν
στήθεσσιν
ἀέξεται
ἠΰτε
καπνός
·
110
ὡς
ἐμὲ
νῦν
ἐχόλωσεν
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
.
ἀλλὰ
τὰ
μὲν
προτετύχθαι
ἐάσομεν
ἀχνύμενοί
περ
,
θυμὸν
ἐνὶ
στήθεσσι
φίλον
δαμάσαντες
ἀνάγκῃ
·
νῦν
δʼ
εἶμʼ
ὄφρα
φίλης
κεφαλῆς
ὀλετῆρα
κιχείω
Ἕκτορα
·
κῆρα
δʼ
ἐγὼ
τότε
δέξομαι
ὁππότε
κεν
δὴ
115
Ζεὺς
ἐθέλῃ
τελέσαι
ἠδʼ
ἀθάνατοι
θεοὶ
ἄλλοι
.
οὐδὲ
γὰρ
οὐδὲ
βίη
Ἡρακλῆος
φύγε
κῆρα
,
ὅς
περ
φίλτατος
ἔσκε
Διὶ
Κρονίωνι
ἄνακτι
·
ἀλλά
ἑ
μοῖρα
δάμασσε
καὶ
ἀργαλέος
χόλος
Ἥρης
.
ὣς
καὶ
ἐγών
,
εἰ
δή
μοι
ὁμοίη
μοῖρα
τέτυκται
,
120
κείσομʼ
ἐπεί
κε
θάνω
·
νῦν
δὲ
κλέος
ἐσθλὸν
ἀροίμην
,
καί
τινα
Τρωϊάδων
καὶ
Δαρδανίδων
βαθυκόλπων
ἀμφοτέρῃσιν
χερσὶ
παρειάων
ἁπαλάων
δάκρυʼ
ὀμορξαμένην
ἁδινὸν
στοναχῆσαι
ἐφείην
,
γνοῖεν
δʼ
ὡς
δὴ
δηρὸν
ἐγὼ
πολέμοιο
πέπαυμαι
·
125
μὴ
δέ
μʼ
ἔρυκε
μάχης
φιλέουσά
περ
·
οὐδέ
με
πείσεις
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
θεὰ
Θέτις
ἀργυρόπεζα
·
ναὶ
δὴ
ταῦτά
γε
τέκνον
ἐτήτυμον
οὐ
κακόν
ἐστι
τειρομένοις
ἑτάροισιν
ἀμυνέμεν
αἰπὺν
ὄλεθρον
.
ἀλλά
τοι
ἔντεα
καλὰ
μετὰ
Τρώεσσιν
ἔχονται
130
χάλκεα
μαρμαίροντα
·
τὰ
μὲν
κορυθαίολος
Ἕκτωρ
αὐτὸς
ἔχων
ὤμοισιν
ἀγάλλεται
·
οὐδέ
ἕ
φημι
δηρὸν
ἐπαγλαϊεῖσθαι
,
ἐπεὶ
φόνος
ἐγγύθεν
αὐτῷ
.
ἀλλὰ
σὺ
μὲν
μή
πω
καταδύσεο
μῶλον
Ἄρηος
πρίν
γʼ
ἐμὲ
δεῦρʼ
ἐλθοῦσαν
ἐν
ὀφθαλμοῖσιν
ἴδηαι
·
135
ἠῶθεν
γὰρ
νεῦμαι
ἅμʼ
ἠελίῳ
ἀνιόντι
τεύχεα
καλὰ
φέρουσα
παρʼ
Ἡφαίστοιο
ἄνακτος
.
ὣς
ἄρα
φωνήσασα
πάλιν
τράπεθʼ
υἷος
ἑοῖο
,
καὶ
στρεφθεῖσʼ
ἁλίῃσι
κασιγνήτῃσι
μετηύδα
·
ὑμεῖς
μὲν
νῦν
δῦτε
θαλάσσης
εὐρέα
κόλπον
140
ὀψόμεναί
τε
γέρονθʼ
ἅλιον
καὶ
δώματα
πατρός
,
καί
οἱ
πάντʼ
ἀγορεύσατʼ
·
ἐγὼ
δʼ
ἐς
μακρὸν
Ὄλυμπον
εἶμι
παρʼ
Ἥφαιστον
κλυτοτέχνην
,
αἴ
κʼ
ἐθέλῃσιν
υἱεῖ
ἐμῷ
δόμεναι
κλυτὰ
τεύχεα
παμφανόωντα
.
ὣς
ἔφαθʼ
,
αἳ
δʼ
ὑπὸ
κῦμα
θαλάσσης
αὐτίκʼ
ἔδυσαν
·
145
ἣ
δʼ
αὖτʼ
Οὔλυμπον
δὲ
θεὰ
Θέτις
ἀργυρόπεζα
ἤϊεν
ὄφρα
φίλῳ
παιδὶ
κλυτὰ
τεύχεʼ
ἐνείκαι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.