ἐν
δὲ
δύω
ποίησε
πόλεις
μερόπων
ἀνθρώπων
490
καλάς
.
ἐν
τῇ
μέν
ῥα
γάμοι
τʼ
ἔσαν
εἰλαπίναι
τε
,
νύμφας
δʼ
ἐκ
θαλάμων
δαΐδων
ὕπο
λαμπομενάων
ἠγίνεον
ἀνὰ
ἄστυ
,
πολὺς
δʼ
ὑμέναιος
ὀρώρει
·
κοῦροι
δʼ
ὀρχηστῆρες
ἐδίνεον
,
ἐν
δʼ
ἄρα
τοῖσιν
αὐλοὶ
φόρμιγγές
τε
βοὴν
ἔχον
·
αἳ
δὲ
γυναῖκες
495
ἱστάμεναι
θαύμαζον
ἐπὶ
προθύροισιν
ἑκάστη
.
λαοὶ
δʼ
εἰν
ἀγορῇ
ἔσαν
ἀθρόοι
·
ἔνθα
δὲ
νεῖκος
ὠρώρει
,
δύο
δʼ
ἄνδρες
ἐνείκεον
εἵνεκα
ποινῆς
ἀνδρὸς
ἀποφθιμένου
·
ὃ
μὲν
εὔχετο
πάντʼ
ἀποδοῦναι
δήμῳ
πιφαύσκων
,
ὃ
δʼ
ἀναίνετο
μηδὲν
ἑλέσθαι
·
500
ἄμφω
δʼ
ἱέσθην
ἐπὶ
ἴστορι
πεῖραρ
ἑλέσθαι
.
λαοὶ
δʼ
ἀμφοτέροισιν
ἐπήπυον
ἀμφὶς
ἀρωγοί
·
κήρυκες
δʼ
ἄρα
λαὸν
ἐρήτυον
·
οἳ
δὲ
γέροντες
εἵατʼ
ἐπὶ
ξεστοῖσι
λίθοις
ἱερῷ
ἐνὶ
κύκλῳ
,
σκῆπτρα
δὲ
κηρύκων
ἐν
χέρσʼ
ἔχον
ἠεροφώνων
·
505
τοῖσιν
ἔπειτʼ
ἤϊσσον
,
ἀμοιβηδὶς
δὲ
δίκαζον
.
κεῖτο
δʼ
ἄρʼ
ἐν
μέσσοισι
δύω
χρυσοῖο
τάλαντα
,
τῷ
δόμεν
ὃς
μετὰ
τοῖσι
δίκην
ἰθύντατα
εἴποι
.
τὴν
δʼ
ἑτέρην
πόλιν
ἀμφὶ
δύω
στρατοὶ
ἥατο
λαῶν
τεύχεσι
λαμπόμενοι
·
δίχα
δέ
σφισιν
ἥνδανε
βουλή
,
510
ἠὲ
διαπραθέειν
ἢ
ἄνδιχα
πάντα
δάσασθαι
κτῆσιν
ὅσην
πτολίεθρον
ἐπήρατον
ἐντὸς
ἔεργεν
·
οἳ
δʼ
οὔ
πω
πείθοντο
,
λόχῳ
δʼ
ὑπεθωρήσσοντο
.
τεῖχος
μέν
ῥʼ
ἄλοχοί
τε
φίλαι
καὶ
νήπια
τέκνα
ῥύατʼ
ἐφεσταότες
,
μετὰ
δʼ
ἀνέρες
οὓς
ἔχε
γῆρας
·
515
οἳ
δʼ
ἴσαν
·
ἦρχε
δʼ
ἄρά
σφιν
Ἄρης
καὶ
Παλλὰς
Ἀθήνη
ἄμφω
χρυσείω
,
χρύσεια
δὲ
εἵματα
ἕσθην
,
καλὼ
καὶ
μεγάλω
σὺν
τεύχεσιν
,
ὥς
τε
θεώ
περ
ἀμφὶς
ἀριζήλω
·
λαοὶ
δʼ
ὑπολίζονες
ἦσαν
.
οἳ
δʼ
ὅτε
δή
ῥʼ
ἵκανον
ὅθι
σφίσιν
εἶκε
λοχῆσαι
520
ἐν
ποταμῷ
,
ὅθι
τʼ
ἀρδμὸς
ἔην
πάντεσσι
βοτοῖσιν
,
ἔνθʼ
ἄρα
τοί
γʼ
ἵζοντʼ
εἰλυμένοι
αἴθοπι
χαλκῷ
.
τοῖσι
δʼ
ἔπειτʼ
ἀπάνευθε
δύω
σκοποὶ
εἵατο
λαῶν
δέγμενοι
ὁππότε
μῆλα
ἰδοίατο
καὶ
ἕλικας
βοῦς
.
οἳ
δὲ
τάχα
προγένοντο
,
δύω
δʼ
ἅμʼ
ἕποντο
νομῆες
525
τερπόμενοι
σύριγξι
·
δόλον
δʼ
οὔ
τι
προνόησαν
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.