τὸν
δʼ
αὖτε
προσέειπεν
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
·
ὦ
γέρον
οὔ
τι
ψεῦδος
ἐμὰς
ἄτας
κατέλεξας
·
115
ἀασάμην
,
οὐδʼ
αὐτὸς
ἀναίνομαι
.
ἀντί
νυ
πολλῶν
λαῶν
ἐστὶν
ἀνὴρ
ὅν
τε
Ζεὺς
κῆρι
φιλήσῃ
,
ὡς
νῦν
τοῦτον
ἔτισε
,
δάμασσε
δὲ
λαὸν
Ἀχαιῶν
.
ἀλλʼ
ἐπεὶ
ἀασάμην
φρεσὶ
λευγαλέῃσι
πιθήσας
,
ἂψ
ἐθέλω
ἀρέσαι
δόμεναί
τʼ
ἀπερείσιʼ
ἄποινα
.
120
ὑμῖν
δʼ
ἐν
πάντεσσι
περικλυτὰ
δῶρʼ
ὀνομήνω
ἕπτʼ
ἀπύρους
τρίποδας
,
δέκα
δὲ
χρυσοῖο
τάλαντα
,
αἴθωνας
δὲ
λέβητας
ἐείκοσι
,
δώδεκα
δʼ
ἵππους
πηγοὺς
ἀθλοφόρους
,
οἳ
ἀέθλια
ποσσὶν
ἄροντο
.
οὔ
κεν
ἀλήϊος
εἴη
ἀνὴρ
ᾧ
τόσσα
γένοιτο
,
125
οὐδέ
κεν
ἀκτήμων
ἐριτίμοιο
χρυσοῖο
,
ὅσσά
μοι
ἠνείκαντο
ἀέθλια
μώνυχες
ἵπποι
.
δώσω
δʼ
ἑπτὰ
γυναῖκας
ἀμύμονα
ἔργα
ἰδυίας
Λεσβίδας
,
ἃς
ὅτε
Λέσβον
ἐϋκτιμένην
ἕλεν
αὐτὸς
ἐξελόμην
,
αἳ
κάλλει
ἐνίκων
φῦλα
γυναικῶν
.
130
τὰς
μέν
οἱ
δώσω
,
μετὰ
δʼ
ἔσσεται
ἣν
τότʼ
ἀπηύρων
κούρη
Βρισῆος
·
ἐπὶ
δὲ
μέγαν
ὅρκον
ὀμοῦμαι
μή
ποτε
τῆς
εὐνῆς
ἐπιβήμεναι
ἠδὲ
μιγῆναι
,
ἣ
θέμις
ἀνθρώπων
πέλει
ἀνδρῶν
ἠδὲ
γυναικῶν
.
ταῦτα
μὲν
αὐτίκα
πάντα
παρέσσεται
·
εἰ
δέ
κεν
αὖτε
135
ἄστυ
μέγα
Πριάμοιο
θεοὶ
δώωσʼ
ἀλαπάξαι
,
νῆα
ἅλις
χρυσοῦ
καὶ
χαλκοῦ
νηησάσθω
εἰσελθών
,
ὅτε
κεν
δατεώμεθα
ληΐδʼ
Ἀχαιοί
,
Τρωϊάδας
δὲ
γυναῖκας
ἐείκοσιν
αὐτὸς
ἑλέσθω
,
αἴ
κε
μετʼ
Ἀργείην
Ἑλένην
κάλλισται
ἔωσιν
.
140
εἰ
δέ
κεν
Ἄργος
ἱκοίμεθʼ
Ἀχαιϊκὸν
οὖθαρ
ἀρούρης
γαμβρός
κέν
μοι
ἔοι
·
τίσω
δέ
μιν
ἶσον
Ὀρέστῃ
,
ὅς
μοι
τηλύγετος
τρέφεται
θαλίῃ
ἔνι
πολλῇ
.
τρεῖς
δέ
μοί
εἰσι
θύγατρες
ἐνὶ
μεγάρῳ
εὐπήκτῳ
Χρυσόθεμις
καὶ
Λαοδίκη
καὶ
Ἰφιάνασσα
,
145
τάων
ἥν
κʼ
ἐθέλῃσι
φίλην
ἀνάεδνον
ἀγέσθω
πρὸς
οἶκον
Πηλῆος
·
ἐγὼ
δʼ
ἐπὶ
μείλια
δώσω
πολλὰ
μάλʼ
,
ὅσσʼ
οὔ
πώ
τις
ἑῇ
ἐπέδωκε
θυγατρί
·
ἑπτὰ
δέ
οἱ
δώσω
εὖ
ναιόμενα
πτολίεθρα
Καρδαμύλην
Ἐνόπην
τε
καὶ
Ἱρὴν
ποιήεσσαν
150
Φηράς
τε
ζαθέας
ἠδʼ
Ἄνθειαν
βαθύλειμον
καλήν
τʼ
Αἴπειαν
καὶ
Πήδασον
ἀμπελόεσσαν
.
πᾶσαι
δʼ
ἐγγὺς
ἁλός
,
νέαται
Πύλου
ἠμαθόεντος
·
ἐν
δʼ
ἄνδρες
ναίουσι
πολύρρηνες
πολυβοῦται
,
οἵ
κέ
ἑ
δωτίνῃσι
θεὸν
ὣς
τιμήσουσι
155
καί
οἱ
ὑπὸ
σκήπτρῳ
λιπαρὰς
τελέουσι
θέμιστας
.
ταῦτά
κέ
οἱ
τελέσαιμι
μεταλήξαντι
χόλοιο
.
δμηθήτω
·
Ἀΐδης
τοι
ἀμείλιχος
ἠδʼ
ἀδάμαστος
,
τοὔνεκα
καί
τε
βροτοῖσι
θεῶν
ἔχθιστος
ἁπάντων
·
καί
μοι
ὑποστήτω
ὅσσον
βασιλεύτερός
εἰμι
160
ἠδʼ
ὅσσον
γενεῇ
προγενέστερος
εὔχομαι
εἶναι
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
Γερήνιος
ἱππότα
Νέστωρ
·
Ἀτρεΐδη
κύδιστε
ἄναξ
ἀνδρῶν
Ἀγάμεμνον
δῶρα
μὲν
οὐκέτʼ
ὀνοστὰ
διδοῖς
Ἀχιλῆϊ
ἄνακτι
·
ἀλλʼ
ἄγετε
κλητοὺς
ὀτρύνομεν
,
οἵ
κε
τάχιστα
165
ἔλθωσʼ
ἐς
κλισίην
Πηληϊάδεω
Ἀχιλῆος
.
εἰ
δʼ
ἄγε
τοὺς
ἂν
ἐγὼ
ἐπιόψομαι
οἳ
δὲ
πιθέσθων
.
Φοῖνιξ
μὲν
πρώτιστα
Διῒ
φίλος
ἡγησάσθω
,
αὐτὰρ
ἔπειτʼ
Αἴας
τε
μέγας
καὶ
δῖος
Ὀδυσσεύς
·
κηρύκων
δʼ
Ὀδίος
τε
καὶ
Εὐρυβάτης
ἅμʼ
ἑπέσθων
.
170
φέρτε
δὲ
χερσὶν
ὕδωρ
,
εὐφημῆσαί
τε
κέλεσθε
,
ὄφρα
Διὶ
Κρονίδῃ
ἀρησόμεθʼ
,
αἴ
κʼ
ἐλεήσῃ
.
ὣς
φάτο
,
τοῖσι
δὲ
πᾶσιν
ἑαδότα
μῦθον
ἔειπεν
.
αὐτίκα
κήρυκες
μὲν
ὕδωρ
ἐπὶ
χεῖρας
ἔχευαν
,
κοῦροι
δὲ
κρητῆρας
ἐπεστέψαντο
ποτοῖο
,
175
νώμησαν
δʼ
ἄρα
πᾶσιν
ἐπαρξάμενοι
δεπάεσσιν
.
αὐτὰρ
ἐπεὶ
σπεῖσάν
τʼ
ἔπιόν
θʼ
ὅσον
ἤθελε
θυμός
,
ὁρμῶντʼ
ἐκ
κλισίης
Ἀγαμέμνονος
Ἀτρεΐδαο
.
τοῖσι
δὲ
πόλλʼ
ἐπέτελλε
Γερήνιος
ἱππότα
Νέστωρ
δενδίλλων
ἐς
ἕκαστον
,
Ὀδυσσῆϊ
δὲ
μάλιστα
,
180
πειρᾶν
ὡς
πεπίθοιεν
ἀμύμονα
Πηλεΐωνα
.
τὼ
δὲ
βάτην
παρὰ
θῖνα
πολυφλοίσβοιο
θαλάσσης
πολλὰ
μάλʼ
εὐχομένω
γαιηόχῳ
ἐννοσιγαίῳ
ῥηϊδίως
πεπιθεῖν
μεγάλας
φρένας
Αἰακίδαο
.
Μυρμιδόνων
δʼ
ἐπί
τε
κλισίας
καὶ
νῆας
ἱκέσθην
,
185
τὸν
δʼ
εὗρον
φρένα
τερπόμενον
φόρμιγγι
λιγείῃ
καλῇ
δαιδαλέῃ
,
ἐπὶ
δʼ
ἀργύρεον
ζυγὸν
ἦεν
,
τὴν
ἄρετʼ
ἐξ
ἐνάρων
πόλιν
Ἠετίωνος
ὀλέσσας
·
τῇ
ὅ
γε
θυμὸν
ἔτερπεν
,
ἄειδε
δʼ
ἄρα
κλέα
ἀνδρῶν
.
Πάτροκλος
δέ
οἱ
οἶος
ἐναντίος
ἧστο
σιωπῇ
,
190
δέγμενος
Αἰακίδην
ὁπότε
λήξειεν
ἀείδων
,
τὼ
δὲ
βάτην
προτέρω
,
ἡγεῖτο
δὲ
δῖος
Ὀδυσσεύς
,
στὰν
δὲ
πρόσθʼ
αὐτοῖο
·
ταφὼν
δʼ
ἀνόρουσεν
Ἀχιλλεὺς
αὐτῇ
σὺν
φόρμιγγι
λιπὼν
ἕδος
ἔνθα
θάασσεν
.
ὣς
δʼ
αὔτως
Πάτροκλος
,
ἐπεὶ
ἴδε
φῶτας
,
ἀνέστη
.
195
τὼ
καὶ
δεικνύμενος
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
χαίρετον
·
ἦ
φίλοι
ἄνδρες
ἱκάνετον
ἦ
τι
μάλα
χρεώ
,
οἵ
μοι
σκυζομένῳ
περ
Ἀχαιῶν
φίλτατοί
ἐστον
.
ὣς
ἄρα
φωνήσας
προτέρω
ἄγε
δῖος
Ἀχιλλεύς
,
εἷσεν
δʼ
ἐν
κλισμοῖσι
τάπησί
τε
πορφυρέοισιν
.
200
αἶψα
δὲ
Πάτροκλον
προσεφώνεεν
ἐγγὺς
ἐόντα
·
μείζονα
δὴ
κρητῆρα
Μενοιτίου
υἱὲ
καθίστα
,
ζωρότερον
δὲ
κέραιε
,
δέπας
δʼ
ἔντυνον
ἑκάστῳ
·
οἳ
γὰρ
φίλτατοι
ἄνδρες
ἐμῷ
ὑπέασι
μελάθρῳ
.
ὣς
φάτο
,
Πάτροκλος
δὲ
φίλῳ
ἐπεπείθεθʼ
ἑταίρῳ
.
205
αὐτὰρ
ὅ
γε
κρεῖον
μέγα
κάββαλεν
ἐν
πυρὸς
αὐγῇ
,
ἐν
δʼ
ἄρα
νῶτον
ἔθηκʼ
ὄϊος
καὶ
πίονος
αἰγός
,
ἐν
δὲ
συὸς
σιάλοιο
ῥάχιν
τεθαλυῖαν
ἀλοιφῇ
.
τῷ
δʼ
ἔχεν
Αὐτομέδων
,
τάμνεν
δʼ
ἄρα
δῖος
Ἀχιλλεύς
.
καὶ
τὰ
μὲν
εὖ
μίστυλλε
καὶ
ἀμφʼ
ὀβελοῖσιν
ἔπειρε
,
210
πῦρ
δὲ
Μενοιτιάδης
δαῖεν
μέγα
ἰσόθεος
φώς
.
αὐτὰρ
ἐπεὶ
κατὰ
πῦρ
ἐκάη
καὶ
φλὸξ
ἐμαράνθη
,
ἀνθρακιὴν
στορέσας
ὀβελοὺς
ἐφύπερθε
τάνυσσε
,
πάσσε
δʼ
ἁλὸς
θείοιο
κρατευτάων
ἐπαείρας
.
αὐτὰρ
ἐπεί
ῥʼ
ὤπτησε
καὶ
εἰν
ἐλεοῖσιν
ἔχευε
,
215
Πάτροκλος
μὲν
σῖτον
ἑλὼν
ἐπένειμε
τραπέζῃ
καλοῖς
ἐν
κανέοισιν
,
ἀτὰρ
κρέα
νεῖμεν
Ἀχιλλεύς
.
αὐτὸς
δʼ
ἀντίον
ἷζεν
Ὀδυσσῆος
θείοιο
τοίχου
τοῦ
ἑτέροιο
,
θεοῖσι
δὲ
θῦσαι
ἀνώγει
Πάτροκλον
ὃν
ἑταῖρον
·
ὃ
δʼ
ἐν
πυρὶ
βάλλε
θυηλάς
.
220
οἳ
δʼ
ἐπʼ
ὀνείαθʼ
ἑτοῖμα
προκείμενα
χεῖρας
ἴαλλον
.
αὐτὰρ
ἐπεὶ
πόσιος
καὶ
ἐδητύος
ἐξ
ἔρον
ἕντο
,
νεῦσʼ
Αἴας
Φοίνικι
·
νόησε
δὲ
δῖος
Ὀδυσσεύς
,
πλησάμενος
δʼ
οἴνοιο
δέπας
δείδεκτʼ
Ἀχιλῆα
·
χαῖρʼ
Ἀχιλεῦ
·
δαιτὸς
μὲν
ἐΐσης
οὐκ
ἐπιδευεῖς
225
ἠμὲν
ἐνὶ
κλισίῃ
Ἀγαμέμνονος
Ἀτρεΐδαο
ἠδὲ
καὶ
ἐνθάδε
νῦν
,
πάρα
γὰρ
μενοεικέα
πολλὰ
δαίνυσθʼ
·
ἀλλʼ
οὐ
δαιτὸς
ἐπηράτου
ἔργα
μέμηλεν
,
ἀλλὰ
λίην
μέγα
πῆμα
διοτρεφὲς
εἰσορόωντες
δείδιμεν
·
ἐν
δοιῇ
δὲ
σαωσέμεν
ἢ
ἀπολέσθαι
230
νῆας
ἐϋσσέλμους
,
εἰ
μὴ
σύ
γε
δύσεαι
ἀλκήν
.
ἐγγὺς
γὰρ
νηῶν
καὶ
τείχεος
αὖλιν
ἔθεντο
Τρῶες
ὑπέρθυμοι
τηλεκλειτοί
τʼ
ἐπίκουροι
κηάμενοι
πυρὰ
πολλὰ
κατὰ
στρατόν
,
οὐδʼ
ἔτι
φασὶ
σχήσεσθʼ
,
ἀλλʼ
ἐν
νηυσὶ
μελαίνῃσιν
πεσέεσθαι
.
235
Ζεὺς
δέ
σφι
Κρονίδης
ἐνδέξια
σήματα
φαίνων
ἀστράπτει
·
Ἕκτωρ
δὲ
μέγα
σθένεϊ
βλεμεαίνων
μαίνεται
ἐκπάγλως
πίσυνος
Διί
,
οὐδέ
τι
τίει
ἀνέρας
οὐδὲ
θεούς
·
κρατερὴ
δέ
ἑ
λύσσα
δέδυκεν
.
ἀρᾶται
δὲ
τάχιστα
φανήμεναι
Ἠῶ
δῖαν
·
240
στεῦται
γὰρ
νηῶν
ἀποκόψειν
ἄκρα
κόρυμβα
αὐτάς
τʼ
ἐμπρήσειν
μαλεροῦ
πυρός
,
αὐτὰρ
Ἀχαιοὺς
δῃώσειν
παρὰ
τῇσιν
ὀρινομένους
ὑπὸ
καπνοῦ
.
ταῦτʼ
αἰνῶς
δείδοικα
κατὰ
φρένα
,
μή
οἱ
ἀπειλὰς
ἐκτελέσωσι
θεοί
,
ἡμῖν
δὲ
δὴ
αἴσιμον
εἴη
245
φθίσθαι
ἐνὶ
Τροίῃ
ἑκὰς
Ἄργεος
ἱπποβότοιο
.
ἀλλʼ
ἄνα
εἰ
μέμονάς
γε
καὶ
ὀψέ
περ
υἷας
Ἀχαιῶν
τειρομένους
ἐρύεσθαι
ὑπὸ
Τρώων
ὀρυμαγδοῦ
.
αὐτῷ
τοι
μετόπισθʼ
ἄχος
ἔσσεται
,
οὐδέ
τι
μῆχος
ῥεχθέντος
κακοῦ
ἔστʼ
ἄκος
εὑρεῖν
·
ἀλλὰ
πολὺ
πρὶν
250
φράζευ
ὅπως
Δαναοῖσιν
ἀλεξήσεις
κακὸν
ἦμαρ
.
ὦ
πέπον
ἦ
μὲν
σοί
γε
πατὴρ
ἐπετέλλετο
Πηλεὺς
ἤματι
τῷ
ὅτε
σʼ
ἐκ
Φθίης
Ἀγαμέμνονι
πέμπε
·
τέκνον
ἐμὸν
κάρτος
μὲν
Ἀθηναίη
τε
καὶ
Ἥρη
δώσουσʼ
αἴ
κʼ
ἐθέλωσι
,
σὺ
δὲ
μεγαλήτορα
θυμὸν
255
ἴσχειν
ἐν
στήθεσσι
·
φιλοφροσύνη
γὰρ
ἀμείνων
·
ληγέμεναι
δʼ
ἔριδος
κακομηχάνου
,
ὄφρά
σε
μᾶλλον
τίωσʼ
Ἀργείων
ἠμὲν
νέοι
ἠδὲ
γέροντες
.
ὣς
ἐπέτελλʼ
ὃ
γέρων
,
σὺ
δὲ
λήθεαι
·
ἀλλʼ
ἔτι
καὶ
νῦν
παύεʼ
,
ἔα
δὲ
χόλον
θυμαλγέα
·
σοὶ
δʼ
Ἀγαμέμνων
260
ἄξια
δῶρα
δίδωσι
μεταλήξαντι
χόλοιο
.
εἰ
δὲ
σὺ
μέν
μευ
ἄκουσον
,
ἐγὼ
δέ
κέ
τοι
καταλέξω
ὅσσά
τοι
ἐν
κλισίῃσιν
ὑπέσχετο
δῶρʼ
Ἀγαμέμνων
·
ἕπτʼ
ἀπύρους
τρίποδας
,
δέκα
δὲ
χρυσοῖο
τάλαντα
,
αἴθωνας
δὲ
λέβητας
ἐείκοσι
,
δώδεκα
δʼ
ἵππους
265
πηγοὺς
ἀθλοφόρους
,
οἳ
ἀέθλια
ποσσὶν
ἄροντο
.
οὔ
κεν
ἀλήϊος
εἴη
ἀνὴρ
ᾧ
τόσσα
γένοιτο
οὐδέ
κεν
ἀκτήμων
ἐριτίμοιο
χρυσοῖο
,
ὅσσʼ
Ἀγαμέμνονος
ἵπποι
ἀέθλια
ποσσὶν
ἄροντο
.
δώσει
δʼ
ἑπτὰ
γυναῖκας
ἀμύμονα
ἔργα
ἰδυίας
270
Λεσβίδας
,
ἃς
ὅτε
Λέσβον
ἐϋκτιμένην
ἕλες
αὐτὸς
ἐξέλεθʼ
,
αἳ
τότε
κάλλει
ἐνίκων
φῦλα
γυναικῶν
.
τὰς
μέν
τοι
δώσει
,
μετὰ
δʼ
ἔσσεται
ἣν
τότʼ
ἀπηύρα
κούρη
Βρισῆος
·
ἐπὶ
δὲ
μέγαν
ὅρκον
ὀμεῖται
μή
ποτε
τῆς
εὐνῆς
ἐπιβήμεναι
ἠδὲ
μιγῆναι
275
ἣ
θέμις
ἐστὶν
ἄναξ
ἤτʼ
ἀνδρῶν
ἤτε
γυναικῶν
.
ταῦτα
μὲν
αὐτίκα
πάντα
παρέσσεται
·
εἰ
δέ
κεν
αὖτε
ἄστυ
μέγα
Πριάμοιο
θεοὶ
δώωσʼ
ἀλαπάξαι
,
νῆα
ἅλις
χρυσοῦ
καὶ
χαλκοῦ
νηήσασθαι
εἰσελθών
,
ὅτε
κεν
δατεώμεθα
ληΐδʼ
Ἀχαιοί
,
280
Τρωϊάδας
δὲ
γυναῖκας
ἐείκοσιν
αὐτὸς
ἑλέσθαι
,
αἵ
κε
μετʼ
Ἀργείην
Ἑλένην
κάλλισται
ἔωσιν
.
εἰ
δέ
κεν
Ἄργος
ἱκοίμεθʼ
Ἀχαιϊκὸν
οὖθαρ
ἀρούρης
γαμβρός
κέν
οἱ
ἔοις
·
τίσει
δέ
σε
ἶσον
Ὀρέστῃ
,
ὅς
οἱ
τηλύγετος
τρέφεται
θαλίῃ
ἔνι
πολλῇ
.
285
τρεῖς
δέ
οἵ
εἰσι
θύγατρες
ἐνὶ
μεγάρῳ
εὐπήκτῳ
Χρυσόθεμις
καὶ
Λαοδίκη
καὶ
Ἰφιάνασσα
,
τάων
ἥν
κʼ
ἐθέλῃσθα
φίλην
ἀνάεδνον
ἄγεσθαι
πρὸς
οἶκον
Πηλῆος
·
ὃ
δʼ
αὖτʼ
ἐπὶ
μείλια
δώσει
πολλὰ
μάλʼ
,
ὅσσʼ
οὔ
πώ
τις
ἑῇ
ἐπέδωκε
θυγατρί
·
290
ἑπτὰ
δέ
τοι
δώσει
εὖ
ναιόμενα
πτολίεθρα
Καρδαμύλην
Ἐνόπην
τε
καὶ
Ἱρὴν
ποιήεσσαν
Φηράς
τε
ζαθέας
ἠδʼ
Ἄνθειαν
βαθύλειμον
καλήν
τʼ
Αἴπειαν
καὶ
Πήδασον
ἀμπελόεσσαν
.
πᾶσαι
δʼ
ἐγγὺς
ἁλός
,
νέαται
Πύλου
ἠμαθόεντος
·
295
ἐν
δʼ
ἄνδρες
ναίουσι
πολύρρηνες
πολυβοῦται
,
οἵ
κέ
σε
δωτίνῃσι
θεὸν
ὣς
τιμήσουσι
καί
τοι
ὑπὸ
σκήπτρῳ
λιπαρὰς
τελέουσι
θέμιστας
.
ταῦτά
κέ
τοι
τελέσειε
μεταλήξαντι
χόλοιο
.
εἰ
δέ
τοι
Ἀτρεΐδης
μὲν
ἀπήχθετο
κηρόθι
μᾶλλον
300
αὐτὸς
καὶ
τοῦ
δῶρα
,
σὺ
δʼ
ἄλλους
περ
Παναχαιοὺς
τειρομένους
ἐλέαιρε
κατὰ
στρατόν
,
οἵ
σε
θεὸν
ὣς
τίσουσʼ
·
ἦ
γάρ
κέ
σφι
μάλα
μέγα
κῦδος
ἄροιο
·
νῦν
γάρ
χʼ
Ἕκτορʼ
ἕλοις
,
ἐπεὶ
ἂν
μάλα
τοι
σχεδὸν
ἔλθοι
λύσσαν
ἔχων
ὀλοήν
,
ἐπεὶ
οὔ
τινά
φησιν
ὁμοῖον
305
οἷ
ἔμεναι
Δαναῶν
οὓς
ἐνθάδε
νῆες
ἔνεικαν
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
διογενὲς
Λαερτιάδη
πολυμήχαν
ʼ
Ὀδυσσεῦ
χρὴ
μὲν
δὴ
τὸν
μῦθον
ἀπηλεγέως
ἀποειπεῖν
,
ᾗ
περ
δὴ
φρονέω
τε
καὶ
ὡς
τετελεσμένον
ἔσται
,
310
ὡς
μή
μοι
τρύζητε
παρήμενοι
ἄλλοθεν
ἄλλος
.
ἐχθρὸς
γάρ
μοι
κεῖνος
ὁμῶς
Ἀΐδαο
πύλῃσιν
ὅς
χʼ
ἕτερον
μὲν
κεύθῃ
ἐνὶ
φρεσίν
,
ἄλλο
δὲ
εἴπῃ
.
αὐτὰρ
ἐγὼν
ἐρέω
ὥς
μοι
δοκεῖ
εἶναι
ἄριστα
·
οὔτʼ
ἔμεγʼ
Ἀτρεΐδην
Ἀγαμέμνονα
πεισέμεν
οἴω
315
οὔτʼ
ἄλλους
Δαναούς
,
ἐπεὶ
οὐκ
ἄρα
τις
χάρις
ἦεν
μάρνασθαι
δηΐοισιν
ἐπʼ
ἀνδράσι
νωλεμὲς
αἰεί
.
ἴση
μοῖρα
μένοντι
καὶ
εἰ
μάλα
τις
πολεμίζοι
·
ἐν
δὲ
ἰῇ
τιμῇ
ἠμὲν
κακὸς
ἠδὲ
καὶ
ἐσθλός
·
κάτθανʼ
ὁμῶς
ὅ
τʼ
ἀεργὸς
ἀνὴρ
ὅ
τε
πολλὰ
ἐοργώς
.
320
οὐδέ
τί
μοι
περίκειται
,
ἐπεὶ
πάθον
ἄλγεα
θυμῷ
αἰεὶ
ἐμὴν
ψυχὴν
παραβαλλόμενος
πολεμίζειν
.
ὡς
δʼ
ὄρνις
ἀπτῆσι
νεοσσοῖσι
προφέρῃσι
μάστακʼ
ἐπεί
κε
λάβῃσι
,
κακῶς
δʼ
ἄρα
οἱ
πέλει
αὐτῇ
,
ὣς
καὶ
ἐγὼ
πολλὰς
μὲν
ἀΰπνους
νύκτας
ἴαυον
,
325
ἤματα
δʼ
αἱματόεντα
διέπρησσον
πολεμίζων
ἀνδράσι
μαρνάμενος
ὀάρων
ἕνεκα
σφετεράων
.
δώδεκα
δὴ
σὺν
νηυσὶ
πόλεις
ἀλάπαξʼ
ἀνθρώπων
,
πεζὸς
δʼ
ἕνδεκά
φημι
κατὰ
Τροίην
ἐρίβωλον
·
τάων
ἐκ
πασέων
κειμήλια
πολλὰ
καὶ
ἐσθλὰ
330
ἐξελόμην
,
καὶ
πάντα
φέρων
Ἀγαμέμνονι
δόσκον
Ἀτρεΐδῃ
·
ὃ
δʼ
ὄπισθε
μένων
παρὰ
νηυσὶ
θοῇσι
δεξάμενος
διὰ
παῦρα
δασάσκετο
,
πολλὰ
δʼ
ἔχεσκεν
.
ἄλλα
δʼ
ἀριστήεσσι
δίδου
γέρα
καὶ
βασιλεῦσι
·
τοῖσι
μὲν
ἔμπεδα
κεῖται
,
ἐμεῦ
δʼ
ἀπὸ
μούνου
Ἀχαιῶν
335
εἵλετʼ
,
ἔχει
δʼ
ἄλοχον
θυμαρέα
·
τῇ
παριαύων
τερπέσθω
.
τί
δὲ
δεῖ
πολεμιζέμεναι
Τρώεσσιν
Ἀργείους
;
τί
δὲ
λαὸν
ἀνήγαγεν
ἐνθάδʼ
ἀγείρας
Ἀτρεΐδης
;
ἦ
οὐχ
Ἑλένης
ἕνεκʼ
ἠϋκόμοιο
;
ἦ
μοῦνοι
φιλέουσʼ
ἀλόχους
μερόπων
ἀνθρώπων
340
Ἀτρεΐδαι
;
ἐπεὶ
ὅς
τις
ἀνὴρ
ἀγαθὸς
καὶ
ἐχέφρων
τὴν
αὐτοῦ
φιλέει
καὶ
κήδεται
,
ὡς
καὶ
ἐγὼ
τὴν
ἐκ
θυμοῦ
φίλεον
δουρικτητήν
περ
ἐοῦσαν
.
νῦν
δʼ
ἐπεὶ
ἐκ
χειρῶν
γέρας
εἵλετο
καί
μʼ
ἀπάτησε
μή
μευ
πειράτω
εὖ
εἰδότος
·
οὐδέ
με
πείσει
.
345
ἀλλʼ
Ὀδυσεῦ
σὺν
σοί
τε
καὶ
ἄλλοισιν
βασιλεῦσι
φραζέσθω
νήεσσιν
ἀλεξέμεναι
δήϊον
πῦρ
.
ἦ
μὲν
δὴ
μάλα
πολλὰ
πονήσατο
νόσφιν
ἐμεῖο
,
καὶ
δὴ
τεῖχος
ἔδειμε
,
καὶ
ἤλασε
τάφρον
ἐπʼ
αὐτῷ
εὐρεῖαν
μεγάλην
,
ἐν
δὲ
σκόλοπας
κατέπηξεν
·
350
ἀλλʼ
οὐδʼ
ὧς
δύναται
σθένος
Ἕκτορος
ἀνδροφόνοιο
ἴσχειν
·
ὄφρα
δʼ
ἐγὼ
μετʼ
Ἀχαιοῖσιν
πολέμιζον
οὐκ
ἐθέλεσκε
μάχην
ἀπὸ
τείχεος
ὀρνύμεν
Ἕκτωρ
,
ἀλλʼ
ὅσον
ἐς
Σκαιάς
τε
πύλας
καὶ
φηγὸν
ἵκανεν
·
ἔνθά
ποτʼ
οἶον
ἔμιμνε
,
μόγις
δέ
μευ
ἔκφυγεν
ὁρμήν
.
355
νῦν
δʼ
ἐπεὶ
οὐκ
ἐθέλω
πολεμιζέμεν
Ἕκτορι
δίῳ
αὔριον
ἱρὰ
Διὶ
ῥέξας
καὶ
πᾶσι
θεοῖσι
νηήσας
εὖ
νῆας
,
ἐπὴν
ἅλα
δὲ
προερύσσω
,
ὄψεαι
,
αἴ
κʼ
ἐθέλῃσθα
καὶ
αἴ
κέν
τοι
τὰ
μεμήλῃ
,
ἦρι
μάλʼ
Ἑλλήσποντον
ἐπʼ
ἰχθυόεντα
πλεούσας
360
νῆας
ἐμάς
,
ἐν
δʼ
ἄνδρας
ἐρεσσέμεναι
μεμαῶτας
·
εἰ
δέ
κεν
εὐπλοίην
δώῃ
κλυτὸς
ἐννοσίγαιος
ἤματί
κε
τριτάτῳ
Φθίην
ἐρίβωλον
ἱκοίμην
.
ἔστι
δέ
μοι
μάλα
πολλά
,
τὰ
κάλλιπον
ἐνθάδε
ἔρρων
·
ἄλλον
δʼ
ἐνθένδε
χρυσὸν
καὶ
χαλκὸν
ἐρυθρὸν
365
ἠδὲ
γυναῖκας
ἐϋζώνους
πολιόν
τε
σίδηρον
ἄξομαι
,
ἅσσʼ
ἔλαχόν
γε
·
γέρας
δέ
μοι
,
ὅς
περ
ἔδωκεν
,
αὖτις
ἐφυβρίζων
ἕλετο
κρείων
Ἀγαμέμνων
Ἀτρεΐδης
·
τῷ
πάντʼ
ἀγορευέμεν
ὡς
ἐπιτέλλω
ἀμφαδόν
,
ὄφρα
καὶ
ἄλλοι
ἐπισκύζωνται
Ἀχαιοὶ
370
εἴ
τινά
που
Δαναῶν
ἔτι
ἔλπεται
ἐξαπατήσειν
αἰὲν
ἀναιδείην
ἐπιειμένος
·
οὐδʼ
ἂν
ἔμοιγε
τετλαίη
κύνεός
περ
ἐὼν
εἰς
ὦπα
ἰδέσθαι
·
οὐδέ
τί
οἱ
βουλὰς
συμφράσσομαι
,
οὐδὲ
μὲν
ἔργον
·
ἐκ
γὰρ
δή
μʼ
ἀπάτησε
καὶ
ἤλιτεν
·
οὐδʼ
ἂν
ἔτʼ
αὖτις
375
ἐξαπάφοιτʼ
ἐπέεσσιν
·
ἅλις
δέ
οἱ
·
ἀλλὰ
ἕκηλος
ἐρρέτω
·
ἐκ
γάρ
εὑ
φρένας
εἵλετο
μητίετα
Ζεύς
.
ἐχθρὰ
δέ
μοι
τοῦ
δῶρα
,
τίω
δέ
μιν
ἐν
καρὸς
αἴσῃ
.
οὐδʼ
εἴ
μοι
δεκάκις
τε
καὶ
εἰκοσάκις
τόσα
δοίη
ὅσσά
τέ
οἱ
νῦν
ἔστι
,
καὶ
εἴ
ποθεν
ἄλλα
γένοιτο
,
380
οὐδʼ
ὅσʼ
ἐς
Ὀρχομενὸν
ποτινίσεται
,
οὐδʼ
ὅσα
Θήβας
Αἰγυπτίας
,
ὅθι
πλεῖστα
δόμοις
ἐν
κτήματα
κεῖται
,
αἵ
θʼ
ἑκατόμπυλοί
εἰσι
,
διηκόσιοι
δʼ
ἀνʼ
ἑκάστας
ἀνέρες
ἐξοιχνεῦσι
σὺν
ἵπποισιν
καὶ
ὄχεσφιν
·
οὐδʼ
εἴ
μοι
τόσα
δοίη
ὅσα
ψάμαθός
τε
κόνις
τε
,
385
οὐδέ
κεν
ὧς
ἔτι
θυμὸν
ἐμὸν
πείσειʼ
Ἀγαμέμνων
πρίν
γʼ
ἀπὸ
πᾶσαν
ἐμοὶ
δόμεναι
θυμαλγέα
λώβην
.
κούρην
δʼ
οὐ
γαμέω
Ἀγαμέμνονος
Ἀτρεΐδαο
,
οὐδʼ
εἰ
χρυσείῃ
Ἀφροδίτῃ
κάλλος
ἐρίζοι
,
ἔργα
δʼ
Ἀθηναίῃ
γλαυκώπιδι
ἰσοφαρίζοι
·
390
οὐδέ
μιν
ὧς
γαμέω
·
ὃ
δʼ
Ἀχαιῶν
ἄλλον
ἑλέσθω
,
ὅς
τις
οἷ
τʼ
ἐπέοικε
καὶ
ὃς
βασιλεύτερός
ἐστιν
.
ἢν
γὰρ
δή
με
σαῶσι
θεοὶ
καὶ
οἴκαδʼ
ἵκωμαι
,
Πηλεύς
θήν
μοι
ἔπειτα
γυναῖκά
γε
μάσσεται
αὐτός
.
πολλαὶ
Ἀχαιΐδες
εἰσὶν
ἀνʼ
Ἑλλάδα
τε
Φθίην
τε
395
κοῦραι
ἀριστήων
,
οἵ
τε
πτολίεθρα
ῥύονται
,
τάων
ἥν
κʼ
ἐθέλωμι
φίλην
ποιήσομʼ
ἄκοιτιν
.
ἔνθα
δέ
μοι
μάλα
πολλὸν
ἐπέσσυτο
θυμὸς
ἀγήνωρ
γήμαντα
μνηστὴν
ἄλοχον
ἐϊκυῖαν
ἄκοιτιν
κτήμασι
τέρπεσθαι
τὰ
γέρων
ἐκτήσατο
Πηλεύς
·
400
οὐ
γὰρ
ἐμοὶ
ψυχῆς
ἀντάξιον
οὐδʼ
ὅσα
φασὶν
Ἴλιον
ἐκτῆσθαι
εὖ
ναιόμενον
πτολίεθρον
τὸ
πρὶν
ἐπʼ
εἰρήνης
,
πρὶν
ἐλθεῖν
υἷας
Ἀχαιῶν
,
οὐδʼ
ὅσα
λάϊνος
οὐδὸς
ἀφήτορος
ἐντὸς
ἐέργει
Φοίβου
Ἀπόλλωνος
Πυθοῖ
ἔνι
πετρηέσσῃ
.
405
ληϊστοὶ
μὲν
γάρ
τε
βόες
καὶ
ἴφια
μῆλα
,
κτητοὶ
δὲ
τρίποδές
τε
καὶ
ἵππων
ξανθὰ
κάρηνα
,
ἀνδρὸς
δὲ
ψυχὴ
πάλιν
ἐλθεῖν
οὔτε
λεϊστὴ
οὔθʼ
ἑλετή
,
ἐπεὶ
ἄρ
κεν
ἀμείψεται
ἕρκος
ὀδόντων
.
μήτηρ
γάρ
τέ
μέ
φησι
θεὰ
Θέτις
ἀργυρόπεζα
410
διχθαδίας
κῆρας
φερέμεν
θανάτοιο
τέλος
δέ
.
εἰ
μέν
κʼ
αὖθι
μένων
Τρώων
πόλιν
ἀμφιμάχωμαι
,
ὤλετο
μέν
μοι
νόστος
,
ἀτὰρ
κλέος
ἄφθιτον
ἔσται
·
εἰ
δέ
κεν
οἴκαδʼ
ἵκωμι
φίλην
ἐς
πατρίδα
γαῖαν
,
ὤλετό
μοι
κλέος
ἐσθλόν
,
ἐπὶ
δηρὸν
δέ
μοι
αἰὼν
415
ἔσσεται
,
οὐδέ
κέ
μʼ
ὦκα
τέλος
θανάτοιο
κιχείη
.
καὶ
δʼ
ἂν
τοῖς
ἄλλοισιν
ἐγὼ
παραμυθησαίμην
οἴκαδʼ
ἀποπλείειν
,
ἐπεὶ
οὐκέτι
δήετε
τέκμωρ
Ἰλίου
αἰπεινῆς
·
μάλα
γάρ
ἑθεν
εὐρύοπα
Ζεὺς
χεῖρα
ἑὴν
ὑπερέσχε
,
τεθαρσήκασι
δὲ
λαοί
.
420
ἀλλʼ
ὑμεῖς
μὲν
ἰόντες
ἀριστήεσσιν
Ἀχαιῶν
ἀγγελίην
ἀπόφασθε
·
τὸ
γὰρ
γέρας
ἐστὶ
γερόντων
·
ὄφρʼ
ἄλλην
φράζωνται
ἐνὶ
φρεσὶ
μῆτιν
ἀμείνω
,
ἥ
κέ
σφιν
νῆάς
τε
σαῷ
καὶ
λαὸν
Ἀχαιῶν
νηυσὶν
ἔπι
γλαφυρῇς
,
ἐπεὶ
οὔ
σφισιν
ἥδέ
γʼ
ἑτοίμη
425
ἣν
νῦν
ἐφράσσαντο
ἐμεῦ
ἀπομηνίσαντος
·
Φοῖνιξ
δʼ
αὖθι
παρʼ
ἄμμι
μένων
κατακοιμηθήτω
,
ὄφρά
μοι
ἐν
νήεσσι
φίλην
ἐς
πατρίδʼ
ἕπηται
αὔριον
ἢν
ἐθέλῃσιν
·
ἀνάγκῃ
δʼ
οὔ
τί
μιν
ἄξω
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
πάντες
ἀκὴν
ἐγένοντο
σιωπῇ
430
μῦθον
ἀγασσάμενοι
·
μάλα
γὰρ
κρατερῶς
ἀπέειπεν
·
ὀψὲ
δὲ
δὴ
μετέειπε
γέρων
ἱππηλάτα
Φοῖνιξ
δάκρυʼ
ἀναπρήσας
·
περὶ
γὰρ
δίε
νηυσὶν
Ἀχαιῶν
·
εἰ
μὲν
δὴ
νόστόν
γε
μετὰ
φρεσὶ
φαίδιμʼ
Ἀχιλλεῦ
βάλλεαι
,
οὐδέ
τι
πάμπαν
ἀμύνειν
νηυσὶ
θοῇσι
435
πῦρ
ἐθέλεις
ἀΐδηλον
,
ἐπεὶ
χόλος
ἔμπεσε
θυμῷ
,
πῶς
ἂν
ἔπειτʼ
ἀπὸ
σεῖο
φίλον
τέκος
αὖθι
λιποίμην
οἶος
;
σοὶ
δέ
μʼ
ἔπεμπε
γέρων
ἱππηλάτα
Πηλεὺς
ἤματι
τῷ
ὅτε
σʼ
ἐκ
Φθίης
Ἀγαμέμνονι
πέμπε
νήπιον
οὔ
πω
εἰδόθʼ
ὁμοιΐου
πολέμοιο
440
οὐδʼ
ἀγορέων
,
ἵνα
τʼ
ἄνδρες
ἀριπρεπέες
τελέθουσι
.
τοὔνεκά
με
προέηκε
διδασκέμεναι
τάδε
πάντα
,
μύθων
τε
ῥητῆρʼ
ἔμεναι
πρηκτῆρά
τε
ἔργων
.
ὡς
ἂν
ἔπειτʼ
ἀπὸ
σεῖο
φίλον
τέκος
οὐκ
ἐθέλοιμι
λείπεσθʼ
,
οὐδʼ
εἴ
κέν
μοι
ὑποσταίη
θεὸς
αὐτὸς
445
γῆρας
ἀποξύσας
θήσειν
νέον
ἡβώοντα
,
οἷον
ὅτε
πρῶτον
λίπον
Ἑλλάδα
καλλιγύναικα
φεύγων
νείκεα
πατρὸς
Ἀμύντορος
Ὀρμενίδαο
,
ὅς
μοι
παλλακίδος
περιχώσατο
καλλικόμοιο
,
τὴν
αὐτὸς
φιλέεσκεν
,
ἀτιμάζεσκε
δʼ
ἄκοιτιν
450
μητέρʼ
ἐμήν
·
ἣ
δʼ
αἰὲν
ἐμὲ
λισσέσκετο
γούνων
παλλακίδι
προμιγῆναι
,
ἵνʼ
ἐχθήρειε
γέροντα
.
τῇ
πιθόμην
καὶ
ἔρεξα
·
πατὴρ
δʼ
ἐμὸς
αὐτίκʼ
ὀϊσθεὶς
πολλὰ
κατηρᾶτο
,
στυγερὰς
δʼ
ἐπεκέκλετʼ
Ἐρινῦς
,
μή
ποτε
γούνασιν
οἷσιν
ἐφέσσεσθαι
φίλον
υἱὸν
455
ἐξ
ἐμέθεν
γεγαῶτα
·
θεοὶ
δʼ
ἐτέλειον
ἐπαρὰς
Ζεύς
τε
καταχθόνιος
καὶ
ἐπαινὴ
Περσεφόνεια
.
ἔνθʼ
ἐμοὶ
οὐκέτι
πάμπαν
ἐρητύετʼ
ἐν
φρεσὶ
θυμὸς
πατρὸς
χωομένοιο
κατὰ
μέγαρα
στρωφᾶσθαι
.
ἦ
μὲν
πολλὰ
ἔται
καὶ
ἀνεψιοὶ
ἀμφὶς
ἐόντες
αὐτοῦ
λισσόμενοι
κατερήτυον
ἐν
μεγάροισι
,
465
πολλὰ
δὲ
ἴφια
μῆλα
καὶ
εἰλίποδας
ἕλικας
βοῦς
ἔσφαζον
,
πολλοὶ
δὲ
σύες
θαλέθοντες
ἀλοιφῇ
εὑόμενοι
τανύοντο
διὰ
φλογὸς
Ἡφαίστοιο
,
πολλὸν
δʼ
ἐκ
κεράμων
μέθυ
πίνετο
τοῖο
γέροντος
.
εἰνάνυχες
δέ
μοι
ἀμφʼ
αὐτῷ
παρὰ
νύκτας
ἴαυον
·
470
οἳ
μὲν
ἀμειβόμενοι
φυλακὰς
ἔχον
,
οὐδέ
ποτʼ
ἔσβη
πῦρ
,
ἕτερον
μὲν
ὑπʼ
αἰθούσῃ
εὐερκέος
αὐλῆς
,
ἄλλο
δʼ
ἐνὶ
προδόμῳ
,
πρόσθεν
θαλάμοιο
θυράων
.
ἀλλʼ
ὅτε
δὴ
δεκάτη
μοι
ἐπήλυθε
νὺξ
ἐρεβεννή
,
καὶ
τότʼ
ἐγὼ
θαλάμοιο
θύρας
πυκινῶς
ἀραρυίας
475
ῥήξας
ἐξῆλθον
,
καὶ
ὑπέρθορον
ἑρκίον
αὐλῆς
ῥεῖα
,
λαθὼν
φύλακάς
τʼ
ἄνδρας
δμῳάς
τε
γυναῖκας
.
φεῦγον
ἔπειτʼ
ἀπάνευθε
διʼ
Ἑλλάδος
εὐρυχόροιο
,
Φθίην
δʼ
ἐξικόμην
ἐριβώλακα
μητέρα
μήλων
ἐς
Πηλῆα
ἄναχθʼ
·
ὃ
δέ
με
πρόφρων
ὑπέδεκτο
,
480
καί
μʼ
ἐφίλησʼ
ὡς
εἴ
τε
πατὴρ
ὃν
παῖδα
φιλήσῃ
μοῦνον
τηλύγετον
πολλοῖσιν
ἐπὶ
κτεάτεσσι
,
καί
μʼ
ἀφνειὸν
ἔθηκε
,
πολὺν
δέ
μοι
ὤπασε
λαόν
·
ναῖον
δʼ
ἐσχατιὴν
Φθίης
Δολόπεσσιν
ἀνάσσων
.
καί
σε
τοσοῦτον
ἔθηκα
θεοῖς
ἐπιείκελʼ
Ἀχιλλεῦ
,
485
ἐκ
θυμοῦ
φιλέων
,
ἐπεὶ
οὐκ
ἐθέλεσκες
ἅμʼ
ἄλλῳ
οὔτʼ
ἐς
δαῖτʼ
ἰέναι
οὔτʼ
ἐν
μεγάροισι
πάσασθαι
,
πρίν
γʼ
ὅτε
δή
σʼ
ἐπʼ
ἐμοῖσιν
ἐγὼ
γούνεσσι
καθίσσας
ὄψου
τʼ
ἄσαιμι
προταμὼν
καὶ
οἶνον
ἐπισχών
.
πολλάκι
μοι
κατέδευσας
ἐπὶ
στήθεσσι
χιτῶνα
490
οἴνου
ἀποβλύζων
ἐν
νηπιέῃ
ἀλεγεινῇ
.
ὣς
ἐπὶ
σοὶ
μάλα
πολλὰ
πάθον
καὶ
πολλὰ
μόγησα
,
τὰ
φρονέων
ὅ
μοι
οὔ
τι
θεοὶ
γόνον
ἐξετέλειον
ἐξ
ἐμεῦ
·
ἀλλὰ
σὲ
παῖδα
θεοῖς
ἐπιείκελʼ
Ἀχιλλεῦ
ποιεύμην
,
ἵνα
μοί
ποτʼ
ἀεικέα
λοιγὸν
ἀμύνῃς
.
495
ἀλλʼ
Ἀχιλεῦ
δάμασον
θυμὸν
μέγαν
·
οὐδέ
τί
σε
χρὴ
νηλεὲς
ἦτορ
ἔχειν
·
στρεπτοὶ
δέ
τε
καὶ
θεοὶ
αὐτοί
,
τῶν
περ
καὶ
μείζων
ἀρετὴ
τιμή
τε
βίη
τε
.
καὶ
μὲν
τοὺς
θυέεσσι
καὶ
εὐχωλῇς
ἀγανῇσι
λοιβῇ
τε
κνίσῃ
τε
παρατρωπῶσʼ
ἄνθρωποι
500
λισσόμενοι
,
ὅτε
κέν
τις
ὑπερβήῃ
καὶ
ἁμάρτῃ
.
καὶ
γάρ
τε
λιταί
εἰσι
Διὸς
κοῦραι
μεγάλοιο
χωλαί
τε
ῥυσαί
τε
παραβλῶπές
τʼ
ὀφθαλμώ
,
αἵ
ῥά
τε
καὶ
μετόπισθʼ
ἄτης
ἀλέγουσι
κιοῦσαι
.
ἣ
δʼ
ἄτη
σθεναρή
τε
καὶ
ἀρτίπος
,
οὕνεκα
πάσας
505
πολλὸν
ὑπεκπροθέει
,
φθάνει
δέ
τε
πᾶσαν
ἐπʼ
αἶαν
βλάπτουσʼ
ἀνθρώπους
·
αἳ
δʼ
ἐξακέονται
ὀπίσσω
.
ὃς
μέν
τʼ
αἰδέσεται
κούρας
Διὸς
ἆσσον
ἰούσας
,
τὸν
δὲ
μέγʼ
ὤνησαν
καί
τʼ
ἔκλυον
εὐχομένοιο
·
ὃς
δέ
κʼ
ἀνήνηται
καί
τε
στερεῶς
ἀποείπῃ
,
510
λίσσονται
δʼ
ἄρα
ταί
γε
Δία
Κρονίωνα
κιοῦσαι
τῷ
ἄτην
ἅμʼ
ἕπεσθαι
,
ἵνα
βλαφθεὶς
ἀποτίσῃ
.
ἀλλʼ
Ἀχιλεῦ
πόρε
καὶ
σὺ
Διὸς
κούρῃσιν
ἕπεσθαι
τιμήν
,
ἥ
τʼ
ἄλλων
περ
ἐπιγνάμπτει
νόον
ἐσθλῶν
.
εἰ
μὲν
γὰρ
μὴ
δῶρα
φέροι
τὰ
δʼ
ὄπισθʼ
ὀνομάζοι
515
Ἀτρεΐδης
,
ἀλλʼ
αἰὲν
ἐπιζαφελῶς
χαλεπαίνοι
,
οὐκ
ἂν
ἔγωγέ
σε
μῆνιν
ἀπορρίψαντα
κελοίμην
Ἀργείοισιν
ἀμυνέμεναι
χατέουσί
περ
ἔμπης
·
νῦν
δʼ
ἅμα
τʼ
αὐτίκα
πολλὰ
διδοῖ
τὰ
δʼ
ὄπισθεν
ὑπέστη
,
ἄνδρας
δὲ
λίσσεσθαι
ἐπιπροέηκεν
ἀρίστους
520
κρινάμενος
κατὰ
λαὸν
Ἀχαιϊκόν
,
οἵ
τε
σοὶ
αὐτῷ
φίλτατοι
Ἀργείων
·
τῶν
μὴ
σύ
γε
μῦθον
ἐλέγξῃς
μηδὲ
πόδας
·
πρὶν
δʼ
οὔ
τι
νεμεσσητὸν
κεχολῶσθαι
.
οὕτω
καὶ
τῶν
πρόσθεν
ἐπευθόμεθα
κλέα
ἀνδρῶν
ἡρώων
,
ὅτε
κέν
τινʼ
ἐπιζάφελος
χόλος
ἵκοι
·
525
δωρητοί
τε
πέλοντο
παράρρητοί
τʼ
ἐπέεσσι
.
μέμνημαι
τόδε
ἔργον
ἐγὼ
πάλαι
οὔ
τι
νέον
γε
ὡς
ἦν
·
ἐν
δʼ
ὑμῖν
ἐρέω
πάντεσσι
φίλοισι
.
Κουρῆτές
τʼ
ἐμάχοντο
καὶ
Αἰτωλοὶ
μενεχάρμαι
ἀμφὶ
πόλιν
Καλυδῶνα
καὶ
ἀλλήλους
ἐνάριζον
,
530
Αἰτωλοὶ
μὲν
ἀμυνόμενοι
Καλυδῶνος
ἐραννῆς
,
Κουρῆτες
δὲ
διαπραθέειν
μεμαῶτες
Ἄρηϊ
.
καὶ
γὰρ
τοῖσι
κακὸν
χρυσόθρονος
Ἄρτεμις
ὦρσε
χωσαμένη
ὅ
οἱ
οὔ
τι
θαλύσια
γουνῷ
ἀλωῆς
Οἰνεὺς
ῥέξʼ
·
ἄλλοι
δὲ
θεοὶ
δαίνυνθʼ
ἑκατόμβας
,
535
οἴῃ
δʼ
οὐκ
ἔρρεξε
Διὸς
κούρῃ
μεγάλοιο
.
ἢ
λάθετʼ
ἢ
οὐκ
ἐνόησεν
·
ἀάσατο
δὲ
μέγα
θυμῷ
.
ἣ
δὲ
χολωσαμένη
δῖον
γένος
ἰοχέαιρα
ὦρσεν
ἔπι
χλούνην
σῦν
ἄγριον
ἀργιόδοντα
,
ὃς
κακὰ
πόλλʼ
ἕρδεσκεν
ἔθων
Οἰνῆος
ἀλωήν
·
540
πολλὰ
δʼ
ὅ
γε
προθέλυμνα
χαμαὶ
βάλε
δένδρεα
μακρὰ
αὐτῇσιν
ῥίζῃσι
καὶ
αὐτοῖς
ἄνθεσι
μήλων
.
τὸν
δʼ
υἱὸς
Οἰνῆος
ἀπέκτεινεν
Μελέαγρος
πολλέων
ἐκ
πολίων
θηρήτορας
ἄνδρας
ἀγείρας
καὶ
κύνας
·
οὐ
μὲν
γάρ
κε
δάμη
παύροισι
βροτοῖσι
·
545
τόσσος
ἔην
,
πολλοὺς
δὲ
πυρῆς
ἐπέβησʼ
ἀλεγεινῆς
.
ἣ
δʼ
ἀμφʼ
αὐτῷ
θῆκε
πολὺν
κέλαδον
καὶ
ἀϋτὴν
ἀμφὶ
συὸς
κεφαλῇ
καὶ
δέρματι
λαχνήεντι
,
Κουρήτων
τε
μεσηγὺ
καὶ
Αἰτωλῶν
μεγαθύμων
.
ὄφρα
μὲν
οὖν
Μελέαγρος
ἄρηι
φίλος
πολέμιζε
,
550
τόφρα
δὲ
Κουρήτεσσι
κακῶς
ἦν
,
οὐδὲ
δύναντο
τείχεος
ἔκτοσθεν
μίμνειν
πολέες
περ
ἐόντες
·
ἀλλʼ
ὅτε
δὴ
Μελέαγρον
ἔδυ
χόλος
,
ὅς
τε
καὶ
ἄλλων
οἰδάνει
ἐν
στήθεσσι
νόον
πύκα
περ
φρονεόντων
,
ἤτοι
ὃ
μητρὶ
φίλῃ
Ἀλθαίῃ
χωόμενος
κῆρ
555
κεῖτο
παρὰ
μνηστῇ
ἀλόχῳ
καλῇ
Κλεοπάτρῃ
κούρῃ
Μαρπήσσης
καλλισφύρου
Εὐηνίνης
Ἴδεώ
θʼ
,
ὃς
κάρτιστος
ἐπιχθονίων
γένετʼ
ἀνδρῶν
τῶν
τότε
·
καί
ῥα
ἄνακτος
ἐναντίον
εἵλετο
τόξον
Φοίβου
Ἀπόλλωνος
καλλισφύρου
εἵνεκα
νύμφης
,
560
τὴν
δὲ
τότʼ
ἐν
μεγάροισι
πατὴρ
καὶ
πότνια
μήτηρ
Ἀλκυόνην
καλέεσκον
ἐπώνυμον
,
οὕνεκʼ
ἄρʼ
αὐτῆς
μήτηρ
ἀλκυόνος
πολυπενθέος
οἶτον
ἔχουσα
κλαῖεν
ὅ
μιν
ἑκάεργος
ἀνήρπασε
Φοῖβος
Ἀπόλλων
·
τῇ
ὅ
γε
παρκατέλεκτο
χόλον
θυμαλγέα
πέσσων
565
ἐξ
ἀρέων
μητρὸς
κεχολωμένος
,
ἥ
ῥα
θεοῖσι
πόλλʼ
ἀχέουσʼ
ἠρᾶτο
κασιγνήτοιο
φόνοιο
,
πολλὰ
δὲ
καὶ
γαῖαν
πολυφόρβην
χερσὶν
ἀλοία
κικλήσκουσʼ
Ἀΐδην
καὶ
ἐπαινὴν
Περσεφόνειαν
πρόχνυ
καθεζομένη
,
δεύοντο
δὲ
δάκρυσι
κόλποι
,
570
παιδὶ
δόμεν
θάνατον
·
τῆς
δʼ
ἠεροφοῖτις
Ἐρινὺς
ἔκλυεν
ἐξ
Ἐρέβεσφιν
ἀμείλιχον
ἦτορ
ἔχουσα
.
τῶν
δὲ
τάχʼ
ἀμφὶ
πύλας
ὅμαδος
καὶ
δοῦπος
ὀρώρει
πύργων
βαλλομένων
·
τὸν
δὲ
λίσσοντο
γέροντες
Αἰτωλῶν
,
πέμπον
δὲ
θεῶν
ἱερῆας
ἀρίστους
,
575
ἐξελθεῖν
καὶ
ἀμῦναι
ὑποσχόμενοι
μέγα
δῶρον
·
ὁππόθι
πιότατον
πεδίον
Καλυδῶνος
ἐραννῆς
,
ἔνθά
μιν
ἤνωγον
τέμενος
περικαλλὲς
ἑλέσθαι
πεντηκοντόγυον
,
τὸ
μὲν
ἥμισυ
οἰνοπέδοιο
,
ἥμισυ
δὲ
ψιλὴν
ἄροσιν
πεδίοιο
ταμέσθαι
.
580
πολλὰ
δέ
μιν
λιτάνευε
γέρων
ἱππηλάτα
Οἰνεὺς
οὐδοῦ
ἐπεμβεβαὼς
ὑψηρεφέος
θαλάμοιο
σείων
κολλητὰς
σανίδας
γουνούμενος
υἱόν
·
πολλὰ
δὲ
τόν
γε
κασίγνηται
καὶ
πότνια
μήτηρ
ἐλλίσσονθʼ
·
ὃ
δὲ
μᾶλλον
ἀναίνετο
·
πολλὰ
δʼ
ἑταῖροι
,
585
οἵ
οἱ
κεδνότατοι
καὶ
φίλτατοι
ἦσαν
ἁπάντων
·
ἀλλʼ
οὐδʼ
ὧς
τοῦ
θυμὸν
ἐνὶ
στήθεσσιν
ἔπειθον
,
πρίν
γʼ
ὅτε
δὴ
θάλαμος
πύκʼ
ἐβάλλετο
,
τοὶ
δʼ
ἐπὶ
πύργων
βαῖνον
Κουρῆτες
καὶ
ἐνέπρηθον
μέγα
ἄστυ
.
καὶ
τότε
δὴ
Μελέαγρον
ἐΰζωνος
παράκοιτις
590
λίσσετʼ
ὀδυρομένη
,
καί
οἱ
κατέλεξεν
ἅπαντα
κήδεʼ
,
ὅσʼ
ἀνθρώποισι
πέλει
τῶν
ἄστυ
ἁλώῃ
·
ἄνδρας
μὲν
κτείνουσι
,
πόλιν
δέ
τε
πῦρ
ἀμαθύνει
,
τέκνα
δέ
τʼ
ἄλλοι
ἄγουσι
βαθυζώνους
τε
γυναῖκας
.
τοῦ
δʼ
ὠρίνετο
θυμὸς
ἀκούοντος
κακὰ
ἔργα
,
595
βῆ
δʼ
ἰέναι
,
χροῒ
δʼ
ἔντεʼ
ἐδύσετο
παμφανόωντα
.
ὣς
ὃ
μὲν
Αἰτωλοῖσιν
ἀπήμυνεν
κακὸν
ἦμαρ
εἴξας
ᾧ
θυμῷ
·
τῷ
δʼ
οὐκέτι
δῶρα
τέλεσσαν
πολλά
τε
καὶ
χαρίεντα
,
κακὸν
δʼ
ἤμυνε
καὶ
αὔτως
.
ἀλλὰ
σὺ
μή
μοι
ταῦτα
νόει
φρεσί
,
μὴ
δέ
σε
δαίμων
600
ἐνταῦθα
τρέψειε
φίλος
·
κάκιον
δέ
κεν
εἴη
νηυσὶν
καιομένῃσιν
ἀμυνέμεν
·
ἀλλʼ
ἐπὶ
δώρων
ἔρχεο
·
ἶσον
γάρ
σε
θεῷ
τίσουσιν
Ἀχαιοί
.
εἰ
δέ
κʼ
ἄτερ
δώρων
πόλεμον
φθισήνορα
δύῃς
οὐκέθʼ
ὁμῶς
τιμῆς
ἔσεαι
πόλεμόν
περ
ἀλαλκών
.
605
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
Φοῖνιξ
ἄττα
γεραιὲ
διοτρεφὲς
οὔ
τί
με
ταύτης
χρεὼ
τιμῆς
·
φρονέω
δὲ
τετιμῆσθαι
Διὸς
αἴσῃ
,
ἥ
μʼ
ἕξει
παρὰ
νηυσὶ
κορωνίσιν
εἰς
ὅ
κʼ
ἀϋτμὴ
ἐν
στήθεσσι
μένῃ
καί
μοι
φίλα
γούνατʼ
ὀρώρῃ
.
610
ἄλλο
δέ
τοι
ἐρέω
,
σὺ
δʼ
ἐνὶ
φρεσὶ
βάλλεο
σῇσι
·
μή
μοι
σύγχει
θυμὸν
ὀδυρόμενος
καὶ
ἀχεύων
Ἀτρεΐδῃ
ἥρωϊ
φέρων
χάριν
·
οὐδέ
τί
σε
χρὴ
τὸν
φιλέειν
,
ἵνα
μή
μοι
ἀπέχθηαι
φιλέοντι
.
καλόν
τοι
σὺν
ἐμοὶ
τὸν
κήδειν
ὅς
κʼ
ἐμὲ
κήδῃ
·
615
ἶσον
ἐμοὶ
βασίλευε
καὶ
ἥμισυ
μείρεο
τιμῆς
.
οὗτοι
δʼ
ἀγγελέουσι
,
σὺ
δʼ
αὐτόθι
λέξεο
μίμνων
εὐνῇ
ἔνι
μαλακῇ
·
ἅμα
δʼ
ἠοῖ
φαινομένηφι
φρασσόμεθʼ
ἤ
κε
νεώμεθʼ
ἐφʼ
ἡμέτερ
ʼ
ἦ
κε
μένωμεν
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.