Τρώων
δʼ
οἰώθη
καὶ
Ἀχαιῶν
φύλοπις
αἰνή
·
1
πολλὰ
δʼ
ἄρʼ
ἔνθα
καὶ
ἔνθʼ
ἴθυσε
μάχη
πεδίοιο
ἀλλήλων
ἰθυνομένων
χαλκήρεα
δοῦρα
μεσσηγὺς
Σιμόεντος
ἰδὲ
Ξάνθοιο
ῥοάων
.
Αἴας
δὲ
πρῶτος
Τελαμώνιος
ἕρκος
Ἀχαιῶν
5
Τρώων
ῥῆξε
φάλαγγα
,
φόως
δʼ
ἑτάροισιν
ἔθηκεν
,
ἄνδρα
βαλὼν
ὃς
ἄριστος
ἐνὶ
Θρῄκεσσι
τέτυκτο
υἱὸν
Ἐϋσσώρου
Ἀκάμαντʼ
ἠΰν
τε
μέγαν
τε
.
τόν
ῥʼ
ἔβαλε
πρῶτος
κόρυθος
φάλον
ἱπποδασείης
,
ἐν
δὲ
μετώπῳ
πῆξε
,
πέρησε
δʼ
ἄρʼ
ὀστέον
εἴσω
10
αἰχμὴ
χαλκείη
·
τὸν
δὲ
σκότος
ὄσσε
κάλυψεν
.
Ἄξυλον
δʼ
ἄρʼ
ἔπεφνε
βοὴν
ἀγαθὸς
Διομήδης
Τευθρανίδην
,
ὃς
ἔναιεν
ἐϋκτιμένῃ
ἐν
Ἀρίσβῃ
ἀφνειὸς
βιότοιο
,
φίλος
δʼ
ἦν
ἀνθρώποισι
.
πάντας
γὰρ
φιλέεσκεν
ὁδῷ
ἔπι
οἰκία
ναίων
.
15
ἀλλά
οἱ
οὔ
τις
τῶν
γε
τότʼ
ἤρκεσε
λυγρὸν
ὄλεθρον
πρόσθεν
ὑπαντιάσας
,
ἀλλʼ
ἄμφω
θυμὸν
ἀπηύρα
αὐτὸν
καὶ
θεράποντα
Καλήσιον
,
ὅς
ῥα
τόθʼ
ἵππων
ἔσκεν
ὑφηνίοχος
·
τὼ
δʼ
ἄμφω
γαῖαν
ἐδύτην
.
Δρῆσον
δʼ
Εὐρύαλος
καὶ
Ὀφέλτιον
ἐξενάριξε
·
20
βῆ
δὲ
μετʼ
Αἴσηπον
καὶ
Πήδασον
,
οὕς
ποτε
νύμφη
νηῒς
Ἀβαρβαρέη
τέκʼ
ἀμύμονι
Βουκολίωνι
.
Βουκολίων
δʼ
ἦν
υἱὸς
ἀγαυοῦ
Λαομέδοντος
πρεσβύτατος
γενεῇ
,
σκότιον
δέ
ἑ
γείνατο
μήτηρ
·
ποιμαίνων
δʼ
ἐπʼ
ὄεσσι
μίγη
φιλότητι
καὶ
εὐνῇ
,
25
ἣ
δʼ
ὑποκυσαμένη
διδυμάονε
γείνατο
παῖδε
.
καὶ
μὲν
τῶν
ὑπέλυσε
μένος
καὶ
φαίδιμα
γυῖα
Μηκιστηϊάδης
καὶ
ἀπʼ
ὤμων
τεύχεʼ
ἐσύλα
.
Ἀστύαλον
δʼ
ἄρʼ
ἔπεφνε
μενεπτόλεμος
Πολυποίτης
·
Πιδύτην
δʼ
Ὀδυσεὺς
Περκώσιον
ἐξενάριξεν
30
ἔγχεϊ
χαλκείῳ
,
Τεῦκρος
δʼ
Ἀρετάονα
δῖον
.
Ἀντίλοχος
δʼ
Ἄβληρον
ἐνήρατο
δουρὶ
φαεινῷ
Νεστορίδης
,
Ἔλατον
δὲ
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
·
ναῖε
δὲ
Σατνιόεντος
ἐϋρρείταο
παρʼ
ὄχθας
Πήδασον
αἰπεινήν
.
Φύλακον
δʼ
ἕλε
Λήϊτος
ἥρως
35
φεύγοντʼ
·
Εὐρύπυλος
δὲ
Μελάνθιον
ἐξενάριξεν
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.