τάρβησαν
,
πᾶσιν
δὲ
παραὶ
ποσὶ
κάππεσε
θυμός
.
280
τοῖσι
δʼ
ἔπειτʼ
ἀγόρευε
Θόας
Ἀνδραίμονος
υἱός
,
Αἰτωλῶν
ὄχʼ
ἄριστος
ἐπιστάμενος
μὲν
ἄκοντι
ἐσθλὸς
δʼ
ἐν
σταδίῃ
·
ἀγορῇ
δέ
ἑ
παῦροι
Ἀχαιῶν
νίκων
,
ὁππότε
κοῦροι
ἐρίσσειαν
περὶ
μύθων
·
ὅ
σφιν
ἐϋφρονέων
ἀγορήσατο
καὶ
μετέειπεν
·
285
ὢ
πόποι
ἦ
μέγα
θαῦμα
τόδʼ
ὀφθαλμοῖσιν
ὁρῶμαι
,
οἷον
δʼ
αὖτʼ
ἐξαῦτις
ἀνέστη
κῆρας
ἀλύξας
Ἕκτωρ
·
ἦ
θήν
μιν
μάλα
ἔλπετο
θυμὸς
ἑκάστου
χερσὶν
ὑπʼ
Αἴαντος
θανέειν
Τελαμωνιάδαο
.
ἀλλά
τις
αὖτε
θεῶν
ἐρρύσατο
καὶ
ἐσάωσεν
290
Ἕκτορʼ
,
ὃ
δὴ
πολλῶν
Δαναῶν
ὑπὸ
γούνατʼ
ἔλυσεν
,
ὡς
καὶ
νῦν
ἔσσεσθαι
ὀΐομαι
·
οὐ
γὰρ
ἄτερ
γε
Ζηνὸς
ἐριγδούπου
πρόμος
ἵσταται
ὧδε
μενοινῶν
.
ἀλλʼ
ἄγεθʼ
ὡς
ἂν
ἐγὼν
εἴπω
πειθώμεθα
πάντες
.
πληθὺν
μὲν
ποτὶ
νῆας
ἀνώξομεν
ἀπονέεσθαι
·
295
αὐτοὶ
δʼ
,
ὅσσοι
ἄριστοι
ἐνὶ
στρατῷ
εὐχόμεθʼ
εἶναι
,
στήομεν
,
εἴ
κεν
πρῶτον
ἐρύξομεν
ἀντιάσαντες
δούρατʼ
ἀνασχόμενοι
·
τὸν
δʼ
οἴω
καὶ
μεμαῶτα
θυμῷ
δείσεσθαι
Δαναῶν
καταδῦναι
ὅμιλον
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
τοῦ
μάλα
μὲν
κλύον
ἠδὲ
πίθοντο
·
300
οἳ
μὲν
ἄρʼ
ἀμφʼ
Αἴαντα
καὶ
Ἰδομενῆα
ἄνακτα
Τεῦκρον
Μηριόνην
τε
Μέγην
τʼ
ἀτάλαντον
Ἄρηϊ
ὑσμίνην
ἤρτυνον
ἀριστῆας
καλέσαντες
Ἕκτορι
καὶ
Τρώεσσιν
ἐναντίον
·
αὐτὰρ
ὀπίσσω
ἣ
πληθὺς
ἐπὶ
νῆας
Ἀχαιῶν
ἀπονέοντο
.
305
Τρῶες
δὲ
προὔτυψαν
ἀολλέες
,
ἦρχε
δʼ
ἄρʼ
Ἕκτωρ
μακρὰ
βιβάς
·
πρόσθεν
δὲ
κίʼ
αὐτοῦ
Φοῖβος
Ἀπόλλων
εἱμένος
ὤμοιιν
νεφέλην
,
ἔχε
δʼ
αἰγίδα
θοῦριν
δεινὴν
ἀμφιδάσειαν
ἀριπρεπέʼ
,
ἣν
ἄρα
χαλκεὺς
Ἥφαιστος
Διὶ
δῶκε
φορήμεναι
ἐς
φόβον
ἀνδρῶν
·
310
τὴν
ἄρʼ
ὅ
γʼ
ἐν
χείρεσσιν
ἔχων
ἡγήσατο
λαῶν
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.