ἐν
δὲ
χορὸν
ποίκιλλε
περικλυτὸς
ἀμφιγυήεις
,
590
τῷ
ἴκελον
οἷόν
ποτʼ
ἐνὶ
Κνωσῷ
εὐρείῃ
Δαίδαλος
ἤσκησεν
καλλιπλοκάμῳ
Ἀριάδνῃ
.
ἔνθα
μὲν
ἠΐθεοι
καὶ
παρθένοι
ἀλφεσίβοιαι
ὀρχεῦντʼ
ἀλλήλων
ἐπὶ
καρπῷ
χεῖρας
ἔχοντες
.
τῶν
δʼ
αἳ
μὲν
λεπτὰς
ὀθόνας
ἔχον
,
οἳ
δὲ
χιτῶνας
595
εἵατʼ
ἐϋννήτους
,
ἦκα
στίλβοντας
ἐλαίῳ
·
καί
ῥʼ
αἳ
μὲν
καλὰς
στεφάνας
ἔχον
,
οἳ
δὲ
μαχαίρας
εἶχον
χρυσείας
ἐξ
ἀργυρέων
τελαμώνων
.
οἳ
δʼ
ὁτὲ
μὲν
θρέξασκον
ἐπισταμένοισι
πόδεσσι
ῥεῖα
μάλʼ
,
ὡς
ὅτε
τις
τροχὸν
ἄρμενον
ἐν
παλάμῃσιν
600
ἑζόμενος
κεραμεὺς
πειρήσεται
,
αἴ
κε
θέῃσιν
·
ἄλλοτε
δʼ
αὖ
θρέξασκον
ἐπὶ
στίχας
ἀλλήλοισι
.
πολλὸς
δʼ
ἱμερόεντα
χορὸν
περιίσταθʼ
ὅμιλος
τερπόμενοι
·
μετὰ
δέ
σφιν
ἐμέλπετο
θεῖος
ἀοιδὸς
φορμίζων
·
δοιὼ
δὲ
κυβιστητῆρε
κατ'
αὐτοὺς
605
μολπῆς
ἐξάρχοντες
ἐδίνευον
κατὰ
μέσσους
.
ἐν
δʼ
ἐτίθει
ποταμοῖο
μέγα
σθένος
Ὠκεανοῖο
ἄντυγα
πὰρ
πυμάτην
σάκεος
πύκα
ποιητοῖο
.
αὐτὰρ
ἐπεὶ
δὴ
τεῦξε
σάκος
μέγα
τε
στιβαρόν
τε
,
τεῦξʼ
ἄρα
οἱ
θώρηκα
φαεινότερον
πυρὸς
αὐγῆς
,
610
τεῦξε
δέ
οἱ
κόρυθα
βριαρὴν
κροτάφοις
ἀραρυῖαν
καλὴν
δαιδαλέην
,
ἐπὶ
δὲ
χρύσεον
λόφον
ἧκε
,
τεῦξε
δέ
οἱ
κνημῖδας
ἑανοῦ
κασσιτέροιο
.
αὐτὰρ
ἐπεὶ
πάνθʼ
ὅπλα
κάμε
κλυτὸς
ἀμφιγυήεις
,
μητρὸς
Ἀχιλλῆος
θῆκε
προπάροιθεν
ἀείρας
.
615
ἣ
δʼ
ἴρηξ
ὣς
ἆλτο
κατʼ
Οὐλύμπου
νιφόεντος
τεύχεα
μαρμαίροντα
παρʼ
Ἡφαίστοιο
φέρουσα
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.