ὣς
οἳ
μὲν
περὶ
νηὸς
ἐϋσσέλμοιο
μάχοντο
·
1
Πάτροκλος
δʼ
Ἀχιλῆϊ
παρίστατο
ποιμένι
λαῶν
δάκρυα
θερμὰ
χέων
ὥς
τε
κρήνη
μελάνυδρος
,
ἥ
τε
κατʼ
αἰγίλιπος
πέτρης
δνοφερὸν
χέει
ὕδωρ
.
τὸν
δὲ
ἰδὼν
ᾤκτιρε
ποδάρκης
δῖος
Ἀχιλλεύς
,
5
καί
μιν
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
τίπτε
δεδάκρυσαι
Πατρόκλεες
,
ἠΰτε
κούρη
νηπίη
,
ἥ
θʼ
ἅμα
μητρὶ
θέουσʼ
ἀνελέσθαι
ἀνώγει
εἱανοῦ
ἁπτομένη
,
καί
τʼ
ἐσσυμένην
κατερύκει
,
δακρυόεσσα
δέ
μιν
ποτιδέρκεται
,
ὄφρʼ
ἀνέληται
·
10
τῇ
ἴκελος
Πάτροκλε
τέρεν
κατὰ
δάκρυον
εἴβεις
.
ἠέ
τι
Μυρμιδόνεσσι
πιφαύσκεαι
,
ἢ
ἐμοὶ
αὐτῷ
,
ἦέ
τινʼ
ἀγγελίην
Φθίης
ἐξέκλυες
οἶος
;
ζώειν
μὰν
ἔτι
φασὶ
Μενοίτιον
Ἄκτορος
υἱόν
,
ζώει
δʼ
Αἰακίδης
Πηλεὺς
μετὰ
Μυρμιδόνεσσι
;
15
τῶν
κε
μάλʼ
ἀμφοτέρων
ἀκαχοίμεθα
τεθνηώτων
.
ἦε
σύ
γʼ
Ἀργείων
ὀλοφύρεαι
,
ὡς
ὀλέκονται
νηυσὶν
ἔπι
γλαφυρῇσιν
ὑπερβασίης
ἕνεκα
σφῆς
;
ἐξαύδα
,
μὴ
κεῦθε
νόῳ
,
ἵνα
εἴδομεν
ἄμφω
.
τὸν
δὲ
βαρὺ
στενάχων
προσέφης
Πατρόκλεες
ἱππεῦ
·
20
ὦ
Ἀχιλεῦ
Πηλῆος
υἱὲ
μέγα
φέρτατʼ
Ἀχαιῶν
μὴ
νεμέσα
·
τοῖον
γὰρ
ἄχος
βεβίηκεν
Ἀχαιούς
.
οἳ
μὲν
γὰρ
δὴ
πάντες
,
ὅσοι
πάρος
ἦσαν
ἄριστοι
,
ἐν
νηυσὶν
κέαται
βεβλημένοι
οὐτάμενοί
τε
.
βέβληται
μὲν
ὃ
Τυδεΐδης
κρατερὸς
Διομήδης
,
25
οὔτασται
δʼ
Ὀδυσεὺς
δουρικλυτὸς
ἠδʼ
Ἀγαμέμνων
,
βέβληται
δὲ
καὶ
Εὐρύπυλος
κατὰ
μηρὸν
ὀϊστῷ
.
τοὺς
μέν
τʼ
ἰητροὶ
πολυφάρμακοι
ἀμφιπένονται
ἕλκεʼ
ἀκειόμενοι
·
σὺ
δʼ
ἀμήχανος
ἔπλευ
Ἀχιλλεῦ
.
μὴ
ἐμέ
γʼ
οὖν
οὗτός
γε
λάβοι
χόλος
,
ὃν
σὺ
φυλάσσεις
30
αἰναρέτη
·
τί
σευ
ἄλλος
ὀνήσεται
ὀψίγονός
περ
αἴ
κε
μὴ
Ἀργείοισιν
ἀεικέα
λοιγὸν
ἀμύνῃς
;
νηλεές
,
οὐκ
ἄρα
σοί
γε
πατὴρ
ἦν
ἱππότα
Πηλεύς
,
οὐδὲ
Θέτις
μήτηρ
·
γλαυκὴ
δέ
σε
τίκτε
θάλασσα
πέτραι
τʼ
ἠλίβατοι
,
ὅτι
τοι
νόος
ἐστὶν
ἀπηνής
.
35
εἰ
δέ
τινα
φρεσὶ
σῇσι
θεοπροπίην
ἀλεείνεις
καί
τινά
τοι
πὰρ
Ζηνὸς
ἐπέφραδε
πότνια
μήτηρ
,
ἀλλʼ
ἐμέ
περ
πρόες
ὦχʼ
,
ἃμα
δʼ
ἄλλον
λαὸν
ὄπασσον
Μυρμιδόνων
,
ἤν
πού
τι
φόως
Δαναοῖσι
γένωμαι
.
δὸς
δέ
μοι
ὤμοιιν
τὰ
σὰ
τεύχεα
θωρηχθῆναι
,
40
αἴ
κʼ
ἐμὲ
σοὶ
ἴσκοντες
ἀπόσχωνται
πολέμοιο
Τρῶες
,
ἀναπνεύσωσι
δʼ
Ἀρήϊοι
υἷες
Ἀχαιῶν
τειρόμενοι
·
ὀλίγη
δέ
τʼ
ἀνάπνευσις
πολέμοιο
.
ῥεῖα
δέ
κʼ
ἀκμῆτες
κεκμηότας
ἄνδρας
ἀϋτῇ
ὤσαιμεν
προτὶ
ἄστυ
νεῶν
ἄπο
καὶ
κλισιάων
.
45
ὣς
φάτο
λισσόμενος
μέγα
νήπιος
·
ἦ
γὰρ
ἔμελλεν
οἷ
αὐτῷ
θάνατόν
τε
κακὸν
καὶ
κῆρα
λιτέσθαι
.
τὸν
δὲ
μέγʼ
ὀχθήσας
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
ὤ
μοι
διογενὲς
Πατρόκλεες
οἷον
ἔειπες
·
οὔτε
θεοπροπίης
ἐμπάζομαι
ἥν
τινα
οἶδα
,
50
οὔτέ
τί
μοι
πὰρ
Ζηνὸς
ἐπέφραδε
πότνια
μήτηρ
·
ἀλλὰ
τόδʼ
αἰνὸν
ἄχος
κραδίην
καὶ
θυμὸν
ἱκάνει
,
ὁππότε
δὴ
τὸν
ὁμοῖον
ἀνὴρ
ἐθέλῃσιν
ἀμέρσαι
καὶ
γέρας
ἂψ
ἀφελέσθαι
,
ὅ
τε
κράτεϊ
προβεβήκῃ
·
αἰνὸν
ἄχος
τό
μοί
ἐστιν
,
ἐπεὶ
πάθον
ἄλγεα
θυμῷ
.
55
κούρην
ἣν
ἄρα
μοι
γέρας
ἔξελον
υἷες
Ἀχαιῶν
,
δουρὶ
δʼ
ἐμῷ
κτεάτισσα
πόλιν
εὐτείχεα
πέρσας
,
τὴν
ἂψ
ἐκ
χειρῶν
ἕλετο
κρείων
Ἀγαμέμνων
Ἀτρεΐδης
ὡς
εἴ
τινʼ
ἀτίμητον
μετανάστην
.
ἀλλὰ
τὰ
μὲν
προτετύχθαι
ἐάσομεν
·
οὐδʼ
ἄρα
πως
ἦν
60
ἀσπερχὲς
κεχολῶσθαι
ἐνὶ
φρεσίν
·
ἤτοι
ἔφην
γε
οὐ
πρὶν
μηνιθμὸν
καταπαυσέμεν
,
ἀλλʼ
ὁπότʼ
ἂν
δὴ
νῆας
ἐμὰς
ἀφίκηται
ἀϋτή
τε
πτόλεμός
τε
.
τύνη
δʼ
ὤμοιιν
μὲν
ἐμὰ
κλυτὰ
τεύχεα
δῦθι
,
ἄρχε
δὲ
Μυρμιδόνεσσι
φιλοπτολέμοισι
μάχεσθαι
,
65
εἰ
δὴ
κυάνεον
Τρώων
νέφος
ἀμφιβέβηκε
νηυσὶν
ἐπικρατέως
,
οἳ
δὲ
ῥηγμῖνι
θαλάσσης
κεκλίαται
,
χώρης
ὀλίγην
ἔτι
μοῖραν
ἔχοντες
Ἀργεῖοι
,
Τρώων
δὲ
πόλις
ἐπὶ
πᾶσα
βέβηκε
θάρσυνος
·
οὐ
γὰρ
ἐμῆς
κόρυθος
λεύσσουσι
μέτωπον
70
ἐγγύθι
λαμπομένης
·
τάχα
κεν
φεύγοντες
ἐναύλους
πλήσειαν
νεκύων
,
εἴ
μοι
κρείων
Ἀγαμέμνων
ἤπια
εἰδείη
·
νῦν
δὲ
στρατὸν
ἀμφιμάχονται
.
οὐ
γὰρ
Τυδεΐδεω
Διομήδεος
ἐν
παλάμῃσι
μαίνεται
ἐγχείη
Δαναῶν
ἀπὸ
λοιγὸν
ἀμῦναι
·
75
οὐδέ
πω
Ἀτρεΐδεω
ὀπὸς
ἔκλυον
αὐδήσαντος
ἐχθρῆς
ἐκ
κεφαλῆς
·
ἀλλʼ
Ἕκτορος
ἀνδροφόνοιο
Τρωσὶ
κελεύοντος
περιάγνυται
,
οἳ
δʼ
ἀλαλητῷ
πᾶν
πεδίον
κατέχουσι
μάχῃ
νικῶντες
Ἀχαιούς
.
ἀλλὰ
καὶ
ὧς
Πάτροκλε
νεῶν
ἄπο
λοιγὸν
ἀμύνων
80
ἔμπεσʼ
ἐπικρατέως
,
μὴ
δὴ
πυρὸς
αἰθομένοιο
νῆας
ἐνιπρήσωσι
,
φίλον
δʼ
ἀπὸ
νόστον
ἕλωνται
.
πείθεο
δʼ
ὥς
τοι
ἐγὼ
μύθου
τέλος
ἐν
φρεσὶ
θείω
,
ὡς
ἄν
μοι
τιμὴν
μεγάλην
καὶ
κῦδος
ἄρηαι
πρὸς
πάντων
Δαναῶν
,
ἀτὰρ
οἳ
περικαλλέα
κούρην
85
ἂψ
ἀπονάσσωσιν
,
ποτὶ
δʼ
ἀγλαὰ
δῶρα
πόρωσιν
.
ἐκ
νηῶν
ἐλάσας
ἰέναι
πάλιν
·
εἰ
δέ
κεν
αὖ
τοι
δώῃ
κῦδος
ἀρέσθαι
ἐρίγδουπος
πόσις
Ἥρης
,
μὴ
σύ
γʼ
ἄνευθεν
ἐμεῖο
λιλαίεσθαι
πολεμίζειν
Τρωσὶ
φιλοπτολέμοισιν
·
ἀτιμότερον
δέ
με
θήσεις
·
90
μὴ
δʼ
ἐπαγαλλόμενος
πολέμῳ
καὶ
δηϊοτῆτι
Τρῶας
ἐναιρόμενος
προτὶ
Ἴλιον
ἡγεμονεύειν
,
μή
τις
ἀπʼ
Οὐλύμποιο
θεῶν
αἰειγενετάων
ἐμβήῃ
·
μάλα
τούς
γε
φιλεῖ
ἑκάεργος
Ἀπόλλων
·
ἀλλὰ
πάλιν
τρωπᾶσθαι
,
ἐπὴν
φάος
ἐν
νήεσσι
95
θήῃς
,
τοὺς
δʼ
ἔτʼ
ἐᾶν
πεδίον
κάτα
δηριάασθαι
.
αἲ
γὰρ
Ζεῦ
τε
πάτερ
καὶ
Ἀθηναίη
καὶ
Ἄπολλον
μήτέ
τις
οὖν
Τρώων
θάνατον
φύγοι
ὅσσοι
ἔασι
,
μήτέ
τις
Ἀργείων
,
νῶϊν
δʼ
ἐκδῦμεν
ὄλεθρον
,
ὄφρʼ
οἶοι
Τροίης
ἱερὰ
κρήδεμνα
λύωμεν
.
100
ὣς
οἳ
μὲν
τοιαῦτα
πρὸς
ἀλλήλους
ἀγόρευον
,
Αἴας
δʼ
οὐκ
ἔτʼ
ἔμιμνε
·
βιάζετο
γὰρ
βελέεσσι
·
δάμνα
μιν
Ζηνός
τε
νόος
καὶ
Τρῶες
ἀγαυοὶ
βάλλοντες
·
δεινὴν
δὲ
περὶ
κροτάφοισι
φαεινὴ
πήληξ
βαλλομένη
καναχὴν
ἔχε
,
βάλλετο
δʼ
αἰεὶ
105
κὰπ
φάλαρʼ
εὐποίηθʼ
·
ὃ
δʼ
ἀριστερὸν
ὦμον
ἔκαμνεν
ἔμπεδον
αἰὲν
ἔχων
σάκος
αἰόλον
·
οὐδὲ
δύναντο
ἀμφʼ
αὐτῷ
πελεμίξαι
ἐρείδοντες
βελέεσσιν
.
αἰεὶ
δʼ
ἀργαλέῳ
ἔχετʼ
ἄσθματι
,
κὰδ
δέ
οἱ
ἱδρὼς
πάντοθεν
ἐκ
μελέων
πολὺς
ἔρρεεν
,
οὐδέ
πῃ
εἶχεν
110
ἀμπνεῦσαι
·
πάντῃ
δὲ
κακὸν
κακῷ
ἐστήρικτο
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.