ἔσπετε
νῦν
μοι
Μοῦσαι
Ὀλύμπια
δώματʼ
ἔχουσαι
,
ὅππως
δὴ
πρῶτον
πῦρ
ἔμπεσε
νηυσὶν
Ἀχαιῶν
.
Ἕκτωρ
Αἴαντος
δόρυ
μείλινον
ἄγχι
παραστὰς
πλῆξʼ
ἄορι
μεγάλῳ
αἰχμῆς
παρὰ
καυλὸν
ὄπισθεν
,
115
ἀντικρὺ
δʼ
ἀπάραξε
·
τὸ
μὲν
Τελαμώνιος
Αἴας
πῆλʼ
αὔτως
ἐν
χειρὶ
κόλον
δόρυ
,
τῆλε
δʼ
ἀπʼ
αὐτοῦ
αἰχμὴ
χαλκείη
χαμάδις
βόμβησε
πεσοῦσα
.
γνῶ
δʼ
Αἴας
κατὰ
θυμὸν
ἀμύμονα
ῥίγησέν
τε
ἔργα
θεῶν
,
ὅ
ῥα
πάγχυ
μάχης
ἐπὶ
μήδεα
κεῖρε
120
Ζεὺς
ὑψιβρεμέτης
,
Τρώεσσι
δὲ
βούλετο
νίκην
·
χάζετο
δʼ
ἐκ
βελέων
.
τοὶ
δʼ
ἔμβαλον
ἀκάματον
πῦρ
νηῒ
θοῇ
·
τῆς
δʼ
αἶψα
κατʼ
ἀσβέστη
κέχυτο
φλόξ
.
ὣς
τὴν
μὲν
πρυμνὴν
πῦρ
ἄμφεπεν
·
αὐτὰρ
Ἀχιλλεὺς
μηρὼ
πληξάμενος
Πατροκλῆα
προσέειπεν
·
125
ὄρσεο
διογενὲς
Πατρόκλεες
ἱπποκέλευθε
·
λεύσσω
δὴ
παρὰ
νηυσὶ
πυρὸς
δηΐοιο
ἰωήν
·
μὴ
δὴ
νῆας
ἕλωσι
καὶ
οὐκέτι
φυκτὰ
πέλωνται
·
δύσεο
τεύχεα
θᾶσσον
,
ἐγὼ
δέ
κε
λαὸν
ἀγείρω
.
ὣς
φάτο
,
Πάτροκλος
δὲ
κορύσσετο
νώροπι
χαλκῷ
.
130
κνημῖδας
μὲν
πρῶτα
περὶ
κνήμῃσιν
ἔθηκε
καλάς
,
ἀργυρέοισιν
ἐπισφυρίοις
ἀραρυίας
·
δεύτερον
αὖ
θώρηκα
περὶ
στήθεσσιν
ἔδυνε
ποικίλον
ἀστερόεντα
ποδώκεος
Αἰακίδαο
.
ἀμφὶ
δʼ
ἄρʼ
ὤμοισιν
βάλετο
ξίφος
ἀργυρόηλον
135
χάλκεον
,
αὐτὰρ
ἔπειτα
σάκος
μέγα
τε
στιβαρόν
τε
·
κρατὶ
δʼ
ἐπʼ
ἰφθίμῳ
κυνέην
εὔτυκτον
ἔθηκεν
ἵππουριν
·
δεινὸν
δὲ
λόφος
καθύπερθεν
ἔνευεν
.
εἵλετο
δʼ
ἄλκιμα
δοῦρε
,
τά
οἱ
παλάμηφιν
ἀρήρει
.
ἔγχος
δʼ
οὐχ
ἕλετʼ
οἶον
ἀμύμονος
Αἰακίδαο
140
βριθὺ
μέγα
στιβαρόν
·
τὸ
μὲν
οὐ
δύνατʼ
ἄλλος
Ἀχαιῶν
πάλλειν
,
ἀλλά
μιν
οἶος
ἐπίστατο
πῆλαι
Ἀχιλλεὺς
Πηλιάδα
μελίην
,
τὴν
πατρὶ
φίλῳ
πόρε
Χείρων
Πηλίου
ἐκ
κορυφῆς
,
φόνον
ἔμμεναι
ἡρώεσσιν
.
ἵππους
δʼ
Αὐτομέδοντα
θοῶς
ζευγνῦμεν
ἄνωγε
,
145
τὸν
μετʼ
Ἀχιλλῆα
ῥηξήνορα
τῖε
μάλιστα
,
πιστότατος
δέ
οἱ
ἔσκε
μάχῃ
ἔνι
μεῖναι
ὁμοκλήν
.
τῷ
δὲ
καὶ
Αὐτομέδων
ὕπαγε
ζυγὸν
ὠκέας
ἵππους
Ξάνθον
καὶ
Βαλίον
,
τὼ
ἅμα
πνοιῇσι
πετέσθην
,
τοὺς
ἔτεκε
Ζεφύρῳ
ἀνέμῳ
Ἅρπυια
Ποδάργη
150
βοσκομένη
λειμῶνι
παρὰ
ῥόον
Ὠκεανοῖο
.
ἐν
δὲ
παρηορίῃσιν
ἀμύμονα
Πήδασον
ἵει
,
τόν
ῥά
ποτʼ
Ἠετίωνος
ἑλὼν
πόλιν
ἤγαγʼ
Ἀχιλλεύς
,
ὃς
καὶ
θνητὸς
ἐὼν
ἕπεθʼ
ἵπποις
ἀθανάτοισι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.