Πηλεΐδης
δʼ
ᾤμωξεν
ἰδὼν
εἰς
οὐρανὸν
εὐρύν
·
Ζεῦ
πάτερ
ὡς
οὔ
τίς
με
θεῶν
ἐλεεινὸν
ὑπέστη
ἐκ
ποταμοῖο
σαῶσαι
·
ἔπειτα
δὲ
καί
τι
πάθοιμι
.
ἄλλος
δʼ
οὔ
τις
μοι
τόσον
αἴτιος
Οὐρανιώνων
,
275
ἀλλὰ
φίλη
μήτηρ
,
ἥ
με
ψεύδεσσιν
ἔθελγεν
·
ἥ
μʼ
ἔφατο
Τρώων
ὑπὸ
τείχεϊ
θωρηκτάων
λαιψηροῖς
ὀλέεσθαι
Ἀπόλλωνος
βελέεσσιν
.
ὥς
μʼ
ὄφελʼ
Ἕκτωρ
κτεῖναι
ὃς
ἐνθάδε
γʼ
ἔτραφʼ
ἄριστος
·
τώ
κʼ
ἀγαθὸς
μὲν
ἔπεφνʼ
,
ἀγαθὸν
δέ
κεν
ἐξενάριξε
·
280
νῦν
δέ
με
λευγαλέῳ
θανάτῳ
εἵμαρτο
ἁλῶναι
ἐρχθέντʼ
ἐν
μεγάλῳ
ποταμῷ
ὡς
παῖδα
συφορβόν
,
ὅν
ῥά
τʼ
ἔναυλος
ἀποέρσῃ
χειμῶνι
περῶντα
.
ὣς
φάτο
,
τῷ
δὲ
μάλʼ
ὦκα
Ποσειδάων
καὶ
Ἀθήνη
στήτην
ἐγγὺς
ἰόντε
,
δέμας
δʼ
ἄνδρεσσιν
ἐΐκτην
,
285
χειρὶ
δὲ
χεῖρα
λαβόντες
ἐπιστώσαντʼ
ἐπέεσσι
.
τοῖσι
δὲ
μύθων
ἦρχε
Ποσειδάων
ἐνοσίχθων
·
Πηλεΐδη
μήτʼ
ἄρ
τι
λίην
τρέε
μήτέ
τι
τάρβει
·
τοίω
γάρ
τοι
νῶϊ
θεῶν
ἐπιταρρόθω
εἰμὲν
Ζηνὸς
ἐπαινήσαντος
ἐγὼ
καὶ
Παλλὰς
Ἀθήνη
·
290
ὡς
οὔ
τοι
ποταμῷ
γε
δαμήμεναι
αἴσιμόν
ἐστιν
,
ἀλλʼ
ὅδε
μὲν
τάχα
λωφήσει
,
σὺ
δὲ
εἴσεαι
αὐτός
·
αὐτάρ
τοι
πυκινῶς
ὑποθησόμεθʼ
αἴ
κε
πίθηαι
·
μὴ
πρὶν
παύειν
χεῖρας
ὁμοιΐου
πολέμοιο
πρὶν
κατὰ
Ἰλιόφι
κλυτὰ
τείχεα
λαὸν
ἐέλσαι
295
Τρωϊκόν
,
ὅς
κε
φύγῃσι
·
σὺ
δʼ
Ἕκτορι
θυμὸν
ἀπούρας
ἂψ
ἐπὶ
νῆας
ἴμεν
·
δίδομεν
δέ
τοι
εὖχος
ἀρέσθαι
.
τὼ
μὲν
ἄρʼ
ὣς
εἰπόντε
μετʼ
ἀθανάτους
ἀπεβήτην
·
αὐτὰρ
ὃ
βῆ
,
μέγα
γάρ
ῥα
θεῶν
ὄτρυνεν
ἐφετμή
,
ἐς
πεδίον
·
τὸ
δὲ
πᾶν
πλῆθʼ
ὕδατος
ἐκχυμένοιο
,
300
πολλὰ
δὲ
τεύχεα
καλὰ
δαὶ
κταμένων
αἰζηῶν
πλῶον
καὶ
νέκυες
·
τοῦ
δʼ
ὑψόσε
γούνατʼ
ἐπήδα
πρὸς
ῥόον
ἀΐσσοντος
ἀνʼ
ἰθύν
,
οὐδέ
μιν
ἴσχεν
εὐρὺ
ῥέων
ποταμός
·
μέγα
γὰρ
σθένος
ἔμβαλʼ
Ἀθήνη
.
οὐδὲ
Σκάμανδρος
ἔληγε
τὸ
ὃν
μένος
,
ἀλλʼ
ἔτι
μᾶλλον
305
χώετο
Πηλεΐωνι
,
κόρυσσε
δὲ
κῦμα
ῥόοιο
ὑψόσʼ
ἀειρόμενος
,
Σιμόεντι
δὲ
κέκλετʼ
ἀΰσας
·
φίλε
κασίγνητε
σθένος
ἀνέρος
ἀμφότεροί
περ
σχῶμεν
,
ἐπεὶ
τάχα
ἄστυ
μέγα
Πριάμοιο
ἄνακτος
ἐκπέρσει
,
Τρῶες
δὲ
κατὰ
μόθον
οὐ
μενέουσιν
.
310
ἀλλʼ
ἐπάμυνε
τάχιστα
,
καὶ
ἐμπίπληθι
ῥέεθρα
ὕδατος
ἐκ
πηγέων
,
πάντας
δʼ
ὀρόθυνον
ἐναύλους
,
ἵστη
δὲ
μέγα
κῦμα
,
πολὺν
δʼ
ὀρυμαγδὸν
ὄρινε
φιτρῶν
καὶ
λάων
,
ἵνα
παύσομεν
ἄγριον
ἄνδρα
ὃς
δὴ
νῦν
κρατέει
,
μέμονεν
δʼ
ὅ
γε
ἶσα
θεοῖσι
.
315
φημὶ
γὰρ
οὔτε
βίην
χραισμησέμεν
οὔτέ
τι
εἶδος
οὔτε
τὰ
τεύχεα
καλά
,
τά
που
μάλα
νειόθι
λίμνης
κείσεθʼ
ὑπʼ
ἰλύος
κεκαλυμμένα
·
κὰδ
δέ
μιν
αὐτὸν
εἰλύσω
ψαμάθοισιν
ἅλις
χέραδος
περιχεύας
μυρίον
,
οὐδέ
οἱ
ὀστέʼ
ἐπιστήσονται
Ἀχαιοὶ
320
ἀλλέξαι
·
τόσσην
οἱ
ἄσιν
καθύπερθε
καλύψω
.
αὐτοῦ
οἱ
καὶ
σῆμα
τετεύξεται
,
οὐδέ
τί
μιν
χρεὼ
ἔσται
τυμβοχόης
,
ὅτε
μιν
θάπτωσιν
Ἀχαιοί
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.