τὸν
δʼ
αὖτʼ
Αἰνείας
ἀπαμείβετο
φώνησέν
τε
·
Πηλεΐδη
μὴ
δὴ
ἐπέεσσί
με
νηπύτιον
ὣς
200
ἔλπεο
δειδίξεσθαι
,
ἐπεὶ
σάφα
οἶδα
καὶ
αὐτὸς
ἠμὲν
κερτομίας
ἠδʼ
αἴσυλα
μυθήσασθαι
.
ἴδμεν
δʼ
ἀλλήλων
γενεήν
,
ἴδμεν
δὲ
τοκῆας
πρόκλυτʼ
ἀκούοντες
ἔπεα
θνητῶν
ἀνθρώπων
·
ὄψει
δʼ
οὔτʼ
ἄρ
πω
σὺ
ἐμοὺς
ἴδες
οὔτʼ
ἄρʼ
ἐγὼ
σούς
.
205
φασὶ
σὲ
μὲν
Πηλῆος
ἀμύμονος
ἔκγονον
εἶναι
,
μητρὸς
δʼ
ἐκ
Θέτιδος
καλλιπλοκάμου
ἁλοσύδνης
·
αὐτὰρ
ἐγὼν
υἱὸς
μεγαλήτορος
Ἀγχίσαο
εὔχομαι
ἐκγεγάμεν
,
μήτηρ
δέ
μοί
ἐστʼ
Ἀφροδίτη
·
τῶν
δὴ
νῦν
ἕτεροί
γε
φίλον
παῖδα
κλαύσονται
210
σήμερον
·
οὐ
γάρ
φημʼ
ἐπέεσσί
γε
νηπυτίοισιν
ὧδε
διακρινθέντε
μάχης
ἐξαπονέεσθαι
.
εἰ
δʼ
ἐθέλεις
καὶ
ταῦτα
δαήμεναι
,
ὄφρʼ
ἐῢ
εἰδῇς
ἡμετέρην
γενεήν
,
πολλοὶ
δέ
μιν
ἄνδρες
ἴσασι
·
Δάρδανον
αὖ
πρῶτον
τέκετο
νεφεληγερέτα
Ζεύς
,
215
κτίσσε
δὲ
Δαρδανίην
,
ἐπεὶ
οὔ
πω
Ἴλιος
ἱρὴ
ἐν
πεδίῳ
πεπόλιστο
πόλις
μερόπων
ἀνθρώπων
,
ἀλλʼ
ἔθʼ
ὑπωρείας
ᾤκεον
πολυπίδακος
Ἴδης
.
Δάρδανος
αὖ
τέκεθʼ
υἱὸν
Ἐριχθόνιον
βασιλῆα
,
ὃς
δὴ
ἀφνειότατος
γένετο
θνητῶν
ἀνθρώπων
·
220
τοῦ
τρισχίλιαι
ἵπποι
ἕλος
κάτα
βουκολέοντο
θήλειαι
,
πώλοισιν
ἀγαλλόμεναι
ἀταλῇσι
.
τάων
καὶ
Βορέης
ἠράσσατο
βοσκομενάων
,
ἵππῳ
δʼ
εἰσάμενος
παρελέξατο
κυανοχαίτῃ
·
αἳ
δʼ
ὑποκυσάμεναι
ἔτεκον
δυοκαίδεκα
πώλους
.
225
αἳ
δʼ
ὅτε
μὲν
σκιρτῷεν
ἐπὶ
ζείδωρον
ἄρουραν
,
ἄκρον
ἐπʼ
ἀνθερίκων
καρπὸν
θέον
οὐδὲ
κατέκλων
·
ἀλλʼ
ὅτε
δὴ
σκιρτῷεν
ἐπʼ
εὐρέα
νῶτα
θαλάσσης
,
ἄκρον
ἐπὶ
ῥηγμῖνος
ἁλὸς
πολιοῖο
θέεσκον
.
Τρῶα
δʼ
Ἐριχθόνιος
τέκετο
Τρώεσσιν
ἄνακτα
·
230
Τρωὸς
δʼ
αὖ
τρεῖς
παῖδες
ἀμύμονες
ἐξεγένοντο
Ἶλός
τʼ
Ἀσσάρακός
τε
καὶ
ἀντίθεος
Γανυμήδης
,
ὃς
δὴ
κάλλιστος
γένετο
θνητῶν
ἀνθρώπων
·
τὸν
καὶ
ἀνηρείψαντο
θεοὶ
Διὶ
οἰνοχοεύειν
κάλλεος
εἵνεκα
οἷο
ἵνʼ
ἀθανάτοισι
μετείη
.
235
Ἶλος
δʼ
αὖ
τέκεθʼ
υἱὸν
ἀμύμονα
Λαομέδοντα
·
Λαομέδων
δʼ
ἄρα
Τιθωνὸν
τέκετο
Πρίαμόν
τε
Λάμπόν
τε
Κλυτίον
θʼ
Ἱκετάονά
τʼ
ὄζον
Ἄρηος
·
Ἀσσάρακος
δὲ
Κάπυν
,
ὃ
δʼ
ἄρʼ
Ἀγχίσην
τέκε
παῖδα
·
αὐτὰρ
ἔμʼ
Ἀγχίσης
,
Πρίαμος
δʼ
ἔτεχʼ
Ἕκτορα
δῖον
.
240
ταύτης
τοι
γενεῆς
τε
καὶ
αἵματος
εὔχομαι
εἶναι
.
Ζεὺς
δʼ
ἀρετὴν
ἄνδρεσσιν
ὀφέλλει
τε
μινύθει
τε
ὅππως
κεν
ἐθέλῃσιν
·
ὃ
γὰρ
κάρτιστος
ἁπάντων
.
ἀλλʼ
ἄγε
μηκέτι
ταῦτα
λεγώμεθα
νηπύτιοι
ὣς
ἑσταότʼ
ἐν
μέσσῃ
ὑσμίνῃ
δηϊοτῆτος
.
245
ἔστι
γὰρ
ἀμφοτέροισιν
ὀνείδεα
μυθήσασθαι
πολλὰ
μάλʼ
,
οὐδʼ
ἂν
νηῦς
ἑκατόζυγος
ἄχθος
ἄροιτο
.
στρεπτὴ
δὲ
γλῶσσʼ
ἐστὶ
βροτῶν
,
πολέες
δʼ
ἔνι
μῦθοι
παντοῖοι
,
ἐπέων
δὲ
πολὺς
νομὸς
ἔνθα
καὶ
ἔνθα
.
ὁπποῖόν
κʼ
εἴπῃσθα
ἔπος
,
τοῖόν
κʼ
ἐπακούσαις
.
250
ἀλλὰ
τί
ἢ
ἔριδας
καὶ
νείκεα
νῶϊν
ἀνάγκη
νεικεῖν
ἀλλήλοισιν
ἐναντίον
ὥς
τε
γυναῖκας
,
αἵ
τε
χολωσάμεναι
ἔριδος
πέρι
θυμοβόροιο
νεικεῦσʼ
ἀλλήλῃσι
μέσην
ἐς
ἄγυιαν
ἰοῦσαι
πόλλʼ
ἐτεά
τε
καὶ
οὐκί
·
χόλος
δέ
τε
καὶ
τὰ
κελεύει
.
255
ἀλκῆς
δʼ
οὔ
μʼ
ἐπέεσσιν
ἀποτρέψεις
μεμαῶτα
πρὶν
χαλκῷ
μαχέσασθαι
ἐναντίον
·
ἀλλʼ
ἄγε
θᾶσσον
γευσόμεθʼ
ἀλλήλων
χαλκήρεσιν
ἐγχείῃσιν
.
ἦ
ῥα
καὶ
ἐν
δεινῷ
σάκει
ἤλασεν
ὄβριμον
ἔγχος
σμερδαλέῳ
·
μέγα
δʼ
ἀμφὶ
σάκος
μύκε
δουρὸς
ἀκωκῇ
.
260
Πηλεΐδης
δὲ
σάκος
μὲν
ἀπὸ
ἕο
χειρὶ
παχείῃ
ἔσχετο
ταρβήσας
·
φάτο
γὰρ
δολιχόσκιον
ἔγχος
ῥέα
διελεύσεσθαι
μεγαλήτορος
Αἰνείαο
νήπιος
,
οὐδʼ
ἐνόησε
κατὰ
φρένα
καὶ
κατὰ
θυμὸν
ὡς
οὐ
ῥηΐδιʼ
ἐστὶ
θεῶν
ἐρικυδέα
δῶρα
265
ἀνδράσι
γε
θνητοῖσι
δαμήμεναι
οὐδʼ
ὑποείκειν
.
οὐδὲ
τότʼ
Αἰνείαο
δαΐφρονος
ὄβριμον
ἔγχος
ῥῆξε
σάκος
·
χρυσὸς
γὰρ
ἐρύκακε
,
δῶρα
θεοῖο
·
ἀλλὰ
δύω
μὲν
ἔλασσε
διὰ
πτύχας
,
αἳ
δʼ
ἄρʼ
ἔτι
τρεῖς
ἦσαν
,
ἐπεὶ
πέντε
πτύχας
ἤλασε
κυλλοποδίων
,
270
τὰς
δύο
χαλκείας
,
δύο
δʼ
ἔνδοθι
κασσιτέροιο
,
τὴν
δὲ
μίαν
χρυσῆν
,
τῇ
ῥʼ
ἔσχετο
μείλινον
ἔγχος
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.