αὐτὰρ
ὃ
μερμήριζε
μένων
ὅ
τι
κύντατον
ἕρδοι
,
ἢ
ὅ
γε
δίφρον
ἑλών
,
ὅθι
ποικίλα
τεύχεʼ
ἔκειτο
,
ῥυμοῦ
ἐξερύοι
ἢ
ἐκφέροι
ὑψόσʼ
ἀείρας
,
505
ἦ
ἔτι
τῶν
πλεόνων
Θρῃκῶν
ἀπὸ
θυμὸν
ἕλοιτο
.
εἷος
ὃ
ταῦθʼ
ὥρμαινε
κατὰ
φρένα
,
τόφρα
δʼ
Ἀθήνη
ἐγγύθεν
ἱσταμένη
προσέφη
Διομήδεα
δῖον
·
νόστου
δὴ
μνῆσαι
μεγαθύμου
Τυδέος
υἱὲ
νῆας
ἔπι
γλαφυράς
,
μὴ
καὶ
πεφοβημένος
ἔλθῃς
,
510
μή
πού
τις
καὶ
Τρῶας
ἐγείρῃσιν
θεὸς
ἄλλος
.
ὣς
φάθʼ
,
ὃ
δὲ
ξυνέηκε
θεᾶς
ὄπα
φωνησάσης
,
καρπαλίμως
δʼ
ἵππων
ἐπεβήσετο
·
κόψε
δʼ
Ὀδυσσεὺς
τόξῳ
·
τοὶ
δʼ
ἐπέτοντο
θοὰς
ἐπὶ
νῆας
Ἀχαιῶν
.
οὐδʼ
ἀλαοσκοπιὴν
εἶχʼ
ἀργυρότοξος
Ἀπόλλων
515
ὡς
ἴδʼ
Ἀθηναίην
μετὰ
Τυδέος
υἱὸν
ἕπουσαν
·
τῇ
κοτέων
Τρώων
κατεδύσετο
πουλὺν
ὅμιλον
,
ὦρσεν
δὲ
Θρῃκῶν
βουληφόρον
Ἱπποκόωντα
Ῥήσου
ἀνεψιὸν
ἐσθλόν
·
ὃ
δʼ
ἐξ
ὕπνου
ἀνορούσας
ὡς
ἴδε
χῶρον
ἐρῆμον
,
ὅθʼ
ἕστασαν
ὠκέες
ἵπποι
,
520
ἄνδράς
τʼ
ἀσπαίροντας
ἐν
ἀργαλέῃσι
φονῇσιν
,
ᾤμωξέν
τʼ
ἄρʼ
ἔπειτα
φίλον
τʼ
ὀνόμηνεν
ἑταῖρον
.
Τρώων
δὲ
κλαγγή
τε
καὶ
ἄσπετος
ὦρτο
κυδοιμὸς
θυνόντων
ἄμυδις
·
θηεῦντο
δὲ
μέρμερα
ἔργα
ὅσσʼ
ἄνδρες
ῥέξαντες
ἔβαν
κοίλας
ἐπὶ
νῆας
.
525
οἳ
δʼ
ὅτε
δή
ῥʼ
ἵκανον
ὅθι
σκοπὸν
Ἕκτορος
ἔκταν
,
ἔνθʼ
Ὀδυσεὺς
μὲν
ἔρυξε
Διῒ
φίλος
ὠκέας
ἵππους
,
Τυδεΐδης
δὲ
χαμᾶζε
θορὼν
ἔναρα
βροτόεντα
ἐν
χείρεσσʼ
Ὀδυσῆϊ
τίθει
,
ἐπεβήσετο
δʼ
ἵππων
·
μάστιξεν
δʼ
ἵππους
,
τὼ
δʼ
οὐκ
ἀέκοντε
πετέσθην
530
νῆας
ἔπι
γλαφυράς
·
τῇ
γὰρ
φίλον
ἔπλετο
θυμῷ
.
Νέστωρ
δὲ
πρῶτος
κτύπον
ἄϊε
φώνησέν
τε
·
ὦ
φίλοι
Ἀργείων
ἡγήτορες
ἠδὲ
μέδοντες
ψεύσομαι
,
ἦ
ἔτυμον
ἐρέω
;
κέλεται
δέ
με
θυμός
.
ἵππων
μʼ
ὠκυπόδων
ἀμφὶ
κτύπος
οὔατα
βάλλει
.
535
αἲ
γὰρ
δὴ
Ὀδυσεύς
τε
καὶ
ὃ
κρατερὸς
Διομήδης
ὧδʼ
ἄφαρ
ἐκ
Τρώων
ἐλασαίατο
μώνυχας
ἵππους
·
ἀλλʼ
αἰνῶς
δείδοικα
κατὰ
φρένα
μή
τι
πάθωσιν
Ἀργείων
οἳ
ἄριστοι
ὑπὸ
Τρώων
ὀρυμαγδοῦ
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.