ἦ
,
καὶ
Νέστορος
υἷας
ὀπάσσατο
κυδαλίμοιο
Φυλεΐδην
τε
Μέγητα
Θόαντά
τε
Μηριόνην
τε
καὶ
Κρειοντιάδην
Λυκομήδεα
καὶ
Μελάνιππον
·
240
βὰν
δʼ
ἴμεν
ἐς
κλισίην
Ἀγαμέμνονος
Ἀτρεΐδαο
.
αὐτίκʼ
ἔπειθʼ
ἅμα
μῦθος
ἔην
,
τετέλεστο
δὲ
ἔργον
·
ἑπτὰ
μὲν
ἐκ
κλισίης
τρίποδας
φέρον
,
οὕς
οἱ
ὑπέστη
,
αἴθωνας
δὲ
λέβητας
ἐείκοσι
,
δώδεκα
δʼ
ἵππους
·
ἐκ
δʼ
ἄγον
αἶψα
γυναῖκας
ἀμύμονα
ἔργα
ἰδυίας
245
ἕπτʼ
,
ἀτὰρ
ὀγδοάτην
Βρισηΐδα
καλλιπάρῃον
.
χρυσοῦ
δὲ
στήσας
Ὀδυσεὺς
δέκα
πάντα
τάλαντα
ἦρχʼ
,
ἅμα
δʼ
ἄλλοι
δῶρα
φέρον
κούρητες
Ἀχαιῶν
.
καὶ
τὰ
μὲν
ἐν
μέσσῃ
ἀγορῇ
θέσαν
,
ἂν
δʼ
Ἀγαμέμνων
ἵστατο
·
Ταλθύβιος
δὲ
θεῷ
ἐναλίγκιος
αὐδὴν
250
κάπρον
ἔχων
ἐν
χερσὶ
παρίστατο
ποιμένι
λαῶν
.
Ἀτρεΐδης
δὲ
ἐρυσσάμενος
χείρεσσι
μάχαιραν
,
ἥ
οἱ
πὰρ
ξίφεος
μέγα
κουλεὸν
αἰὲν
ἄωρτο
,
κάπρου
ἀπὸ
τρίχας
ἀρξάμενος
Διὶ
χεῖρας
ἀνασχὼν
εὔχετο
·
τοὶ
δʼ
ἄρα
πάντες
ἐπʼ
αὐτόφιν
εἵατο
σιγῇ
255
Ἀργεῖοι
κατὰ
μοῖραν
ἀκούοντες
βασιλῆος
.
εὐξάμενος
δʼ
ἄρα
εἶπεν
ἰδὼν
εἰς
οὐρανὸν
εὐρύν
·
ἴστω
νῦν
Ζεὺς
πρῶτα
θεῶν
ὕπατος
καὶ
ἄριστος
Γῆ
τε
καὶ
Ἠέλιος
καὶ
Ἐρινύες
,
αἵ
θʼ
ὑπὸ
γαῖαν
ἀνθρώπους
τίνυνται
,
ὅτις
κʼ
ἐπίορκον
ὀμόσσῃ
,
260
μὴ
μὲν
ἐγὼ
κούρῃ
Βρισηΐδι
χεῖρʼ
ἐπένεικα
,
οὔτʼ
εὐνῆς
πρόφασιν
κεχρημένος
οὔτέ
τευ
ἄλλου
.
ἀλλʼ
ἔμενʼ
ἀπροτίμαστος
ἐνὶ
κλισίῃσιν
ἐμῇσιν
.
εἰ
δέ
τι
τῶνδʼ
ἐπίορκον
ἐμοὶ
θεοὶ
ἄλγεα
δοῖεν
πολλὰ
μάλʼ
,
ὅσσα
διδοῦσιν
ὅτίς
σφʼ
ἀλίτηται
ὀμόσσας
.
265
ἦ
,
καὶ
ἀπὸ
στόμαχον
κάπρου
τάμε
νηλέϊ
χαλκῷ
.
τὸν
μὲν
Ταλθύβιος
πολιῆς
ἁλὸς
ἐς
μέγα
λαῖτμα
ῥῖψʼ
ἐπιδινήσας
βόσιν
ἰχθύσιν
·
αὐτὰρ
Ἀχιλλεὺς
ἀνστὰς
Ἀργείοισι
φιλοπτολέμοισι
μετηύδα
·
Ζεῦ
πάτερ
ἦ
μεγάλας
ἄτας
ἄνδρεσσι
διδοῖσθα
·
270
οὐκ
ἂν
δή
ποτε
θυμὸν
ἐνὶ
στήθεσσιν
ἐμοῖσιν
Ἀτρεΐδης
ὤρινε
διαμπερές
,
οὐδέ
κε
κούρην
ἦγεν
ἐμεῦ
ἀέκοντος
ἀμήχανος
·
ἀλλά
ποθι
Ζεὺς
ἤθελʼ
Ἀχαιοῖσιν
θάνατον
πολέεσσι
γενέσθαι
.
νῦν
δʼ
ἔρχεσθʼ
ἐπὶ
δεῖπνον
,
ἵνα
ξυνάγωμεν
Ἄρηα
.
275
ὣς
ἄρʼ
ἐφώνησεν
,
λῦσεν
δʼ
ἀγορὴν
αἰψηρήν
.
οἳ
μὲν
ἄρʼ
ἐσκίδναντο
ἑὴν
ἐπὶ
νῆα
ἕκαστος
,
δῶρα
δὲ
Μυρμιδόνες
μεγαλήτορες
ἀμφεπένοντο
,
βὰν
δʼ
ἐπὶ
νῆα
φέροντες
Ἀχιλλῆος
θείοιο
.
καὶ
τὰ
μὲν
ἐν
κλισίῃσι
θέσαν
,
κάθισαν
δὲ
γυναῖκας
,
280
ἵππους
δʼ
εἰς
ἀγέλην
ἔλασαν
θεράποντες
ἀγαυοί
.
Βρισηῒς
δʼ
ἄρʼ
ἔπειτʼ
ἰκέλη
χρυσέῃ
Ἀφροδίτῃ
ὡς
ἴδε
Πάτροκλον
δεδαϊγμένον
ὀξέϊ
χαλκῷ
,
ἀμφʼ
αὐτῷ
χυμένη
λίγʼ
ἐκώκυε
,
χερσὶ
δʼ
ἄμυσσε
στήθεά
τʼ
ἠδʼ
ἁπαλὴν
δειρὴν
ἰδὲ
καλὰ
πρόσωπα
.
285
εἶπε
δʼ
ἄρα
κλαίουσα
γυνὴ
ἐϊκυῖα
θεῇσι
·
Πάτροκλέ
μοι
δειλῇ
πλεῖστον
κεχαρισμένε
θυμῷ
ζωὸν
μέν
σε
ἔλειπον
ἐγὼ
κλισίηθεν
ἰοῦσα
,
νῦν
δέ
σε
τεθνηῶτα
κιχάνομαι
ὄρχαμε
λαῶν
ἂψ
ἀνιοῦσʼ
·
ὥς
μοι
δέχεται
κακὸν
ἐκ
κακοῦ
αἰεί
.
290
ἄνδρα
μὲν
ᾧ
ἔδοσάν
με
πατὴρ
καὶ
πότνια
μήτηρ
εἶδον
πρὸ
πτόλιος
δεδαϊγμένον
ὀξέϊ
χαλκῷ
,
τρεῖς
τε
κασιγνήτους
,
τούς
μοι
μία
γείνατο
μήτηρ
,
κηδείους
,
οἳ
πάντες
ὀλέθριον
ἦμαρ
ἐπέσπον
.
οὐδὲ
μὲν
οὐδέ
μʼ
ἔασκες
,
ὅτʼ
ἄνδρʼ
ἐμὸν
ὠκὺς
Ἀχιλλεὺς
295
ἔκτεινεν
,
πέρσεν
δὲ
πόλιν
θείοιο
Μύνητος
,
κλαίειν
,
ἀλλά
μʼ
ἔφασκες
Ἀχιλλῆος
θείοιο
κουριδίην
ἄλοχον
θήσειν
,
ἄξειν
τʼ
ἐνὶ
νηυσὶν
ἐς
Φθίην
,
δαίσειν
δὲ
γάμον
μετὰ
Μυρμιδόνεσσι
.
τώ
σʼ
ἄμοτον
κλαίω
τεθνηότα
μείλιχον
αἰεί
.
300
ὣς
ἔφατο
κλαίουσʼ
,
ἐπὶ
δὲ
στενάχοντο
γυναῖκες
Πάτροκλον
πρόφασιν
,
σφῶν
δʼ
αὐτῶν
κήδεʼ
ἑκάστη
.
αὐτὸν
δʼ
ἀμφὶ
γέροντες
Ἀχαιῶν
ἠγερέθοντο
λισσόμενοι
δειπνῆσαι
·
ὃ
δʼ
ἠρνεῖτο
στεναχίζων
·
λίσσομαι
,
εἴ
τις
ἔμοιγε
φίλων
ἐπιπείθεθʼ
ἑταίρων
,
305
μή
με
πρὶν
σίτοιο
κελεύετε
μηδὲ
ποτῆτος
ἄσασθαι
φίλον
ἦτορ
,
ἐπεί
μʼ
ἄχος
αἰνὸν
ἱκάνει
·
δύντα
δʼ
ἐς
ἠέλιον
μενέω
καὶ
τλήσομαι
ἔμπης
.
ὣς
εἰπὼν
ἄλλους
μὲν
ἀπεσκέδασεν
βασιλῆας
,
δοιὼ
δʼ
Ἀτρεΐδα
μενέτην
καὶ
δῖος
Ὀδυσσεὺς
310
Νέστωρ
Ἰδομενεύς
τε
γέρων
θʼ
ἱππηλάτα
Φοῖνιξ
τέρποντες
πυκινῶς
ἀκαχήμενον
·
οὐδέ
τι
θυμῷ
τέρπετο
,
πρὶν
πολέμου
στόμα
δύμεναι
αἱματόεντος
.
μνησάμενος
δʼ
ἁδινῶς
ἀνενείκατο
φώνησέν
τε
·
ἦ
ῥά
νύ
μοί
ποτε
καὶ
σὺ
δυσάμμορε
φίλταθʼ
ἑταίρων
315
αὐτὸς
ἐνὶ
κλισίῃ
λαρὸν
παρὰ
δεῖπνον
ἔθηκας
αἶψα
καὶ
ὀτραλέως
,
ὁπότε
σπερχοίατʼ
Ἀχαιοὶ
Τρωσὶν
ἐφʼ
ἱπποδάμοισι
φέρειν
πολύδακρυν
Ἄρηα
.
νῦν
δὲ
σὺ
μὲν
κεῖσαι
δεδαϊγμένος
,
αὐτὰρ
ἐμὸν
κῆρ
ἄκμηνον
πόσιος
καὶ
ἐδητύος
,
ἔνδον
ἐόντων
,
320
σῇ
ποθῇ
·
οὐ
μὲν
γάρ
τι
κακώτερον
ἄλλο
πάθοιμι
,
οὐδʼ
εἴ
κεν
τοῦ
πατρὸς
ἀποφθιμένοιο
πυθοίμην
,
ὅς
που
νῦν
Φθίηφι
τέρεν
κατὰ
δάκρυον
εἴβει
χήτεϊ
τοιοῦδʼ
υἷος
·
ὃ
δʼ
ἀλλοδαπῷ
ἐνὶ
δήμῳ
εἵνεκα
ῥιγεδανῆς
Ἑλένης
Τρωσὶν
πολεμίζω
·
325
ἠὲ
τὸν
ὃς
Σκύρῳ
μοι
ἔνι
τρέφεται
φίλος
υἱός
,
εἴ
που
ἔτι
ζώει
γε
Νεοπτόλεμος
θεοειδής
.
πρὶν
μὲν
γάρ
μοι
θυμὸς
ἐνὶ
στήθεσσιν
ἐώλπει
οἶον
ἐμὲ
φθίσεσθαι
ἀπʼ
Ἄργεος
ἱπποβότοιο
αὐτοῦ
ἐνὶ
Τροίῃ
,
σὲ
δέ
τε
Φθίην
δὲ
νέεσθαι
,
330
ὡς
ἄν
μοι
τὸν
παῖδα
θοῇ
ἐνὶ
νηῒ
μελαίνῃ
Σκυρόθεν
ἐξαγάγοις
καί
οἱ
δείξειας
ἕκαστα
κτῆσιν
ἐμὴν
δμῶάς
τε
καὶ
ὑψερεφὲς
μέγα
δῶμα
.
ἤδη
γὰρ
Πηλῆά
γʼ
ὀΐομαι
ἢ
κατὰ
πάμπαν
τεθνάμεν
,
ἤ
που
τυτθὸν
ἔτι
ζώοντʼ
ἀκάχησθαι
335
γήραΐ
τε
στυγερῷ
καὶ
ἐμὴν
ποτιδέγμενον
αἰεὶ
λυγρὴν
ἀγγελίην
,
ὅτʼ
ἀποφθιμένοιο
πύθηται
.
ὣς
ἔφατο
κλαίων
,
ἐπὶ
δὲ
στενάχοντο
γέροντες
,
μνησάμενοι
τὰ
ἕκαστος
ἐνὶ
μεγάροισιν
ἔλειπον
·
μυρομένους
δʼ
ἄρα
τούς
γε
ἰδὼν
ἐλέησε
Κρονίων
,
340
αἶψα
δʼ
Ἀθηναίην
ἔπεα
πτερόεντα
προσηύδα
·
τέκνον
ἐμόν
,
δὴ
πάμπαν
ἀποίχεαι
ἀνδρὸς
ἑῆος
.
ἦ
νύ
τοι
οὐκέτι
πάγχυ
μετὰ
φρεσὶ
μέμβλετʼ
Ἀχιλλεύς
;
κεῖνος
ὅ
γε
προπάροιθε
νεῶν
ὀρθοκραιράων
ἧσται
ὀδυρόμενος
ἕταρον
φίλον
·
οἳ
δὲ
δὴ
ἄλλοι
345
οἴχονται
μετὰ
δεῖπνον
,
ὃ
δʼ
ἄκμηνος
καὶ
ἄπαστος
.
ἀλλʼ
ἴθι
οἱ
νέκτάρ
τε
καὶ
ἀμβροσίην
ἐρατεινὴν
στάξον
ἐνὶ
στήθεσσʼ
,
ἵνα
μή
μιν
λιμὸς
ἵκηται
.
ὣς
εἰπὼν
ὄτρυνε
πάρος
μεμαυῖαν
Ἀθήνην
·
ἣ
δʼ
ἅρπῃ
ἐϊκυῖα
τανυπτέρυγι
λιγυφώνῳ
350
οὐρανοῦ
ἐκκατεπᾶλτο
διʼ
αἰθέρος
.
αὐτὰρ
Ἀχαιοὶ
αὐτίκα
θωρήσσοντο
κατὰ
στρατόν
·
ἣ
δʼ
Ἀχιλῆϊ
νέκταρ
ἐνὶ
στήθεσσι
καὶ
ἀμβροσίην
ἐρατεινὴν
στάξʼ
,
ἵνα
μή
μιν
λιμὸς
ἀτερπὴς
γούναθʼ
ἵκοιτο
·
αὐτὴ
δὲ
πρὸς
πατρὸς
ἐρισθενέος
πυκινὸν
δῶ
355
ᾤχετο
,
τοὶ
δʼ
ἀπάνευθε
νεῶν
ἐχέοντο
θοάων
.
ὡς
δʼ
ὅτε
ταρφειαὶ
νιφάδες
Διὸς
ἐκποτέονται
ψυχραὶ
ὑπὸ
ῥιπῆς
αἰθρηγενέος
Βορέαο
,
ὣς
τότε
ταρφειαὶ
κόρυθες
λαμπρὸν
γανόωσαι
νηῶν
ἐκφορέοντο
καὶ
ἀσπίδες
ὀμφαλόεσσαι
360
θώρηκές
τε
κραταιγύαλοι
καὶ
μείλινα
δοῦρα
.
αἴγλη
δʼ
οὐρανὸν
ἷκε
,
γέλασσε
δὲ
πᾶσα
περὶ
χθὼν
χαλκοῦ
ὑπὸ
στεροπῆς
·
ὑπὸ
δὲ
κτύπος
ὄρνυτο
ποσσὶν
ἀνδρῶν
·
ἐν
δὲ
μέσοισι
κορύσσετο
δῖος
Ἀχιλλεύς
.
τοῦ
καὶ
ὀδόντων
μὲν
καναχὴ
πέλε
,
τὼ
δέ
οἱ
ὄσσε
365
λαμπέσθην
ὡς
εἴ
τε
πυρὸς
σέλας
,
ἐν
δέ
οἱ
ἦτορ
δῦνʼ
ἄχος
ἄτλητον
·
ὃ
δʼ
ἄρα
Τρωσὶν
μενεαίνων
δύσετο
δῶρα
θεοῦ
,
τά
οἱ
Ἥφαιστος
κάμε
τεύχων
.
κνημῖδας
μὲν
πρῶτα
περὶ
κνήμῃσιν
ἔθηκε
καλὰς
ἀργυρέοισιν
ἐπισφυρίοις
ἀραρυίας
·
370
δεύτερον
αὖ
θώρηκα
περὶ
στήθεσσιν
ἔδυνεν
.
ἀμφὶ
δʼ
ἄρʼ
ὤμοισιν
βάλετο
ξίφος
ἀργυρόηλον
χάλκεον
·
αὐτὰρ
ἔπειτα
σάκος
μέγα
τε
στιβαρόν
τε
εἵλετο
,
τοῦ
δʼ
ἀπάνευθε
σέλας
γένετʼ
ἠΰτε
μήνης
.
ὡς
δʼ
ὅτʼ
ἂν
ἐκ
πόντοιο
σέλας
ναύτῃσι
φανήῃ
375
καιομένοιο
πυρός
,
τό
τε
καίεται
ὑψόθʼ
ὄρεσφι
σταθμῷ
ἐν
οἰοπόλῳ
·
τοὺς
δʼ
οὐκ
ἐθέλοντας
ἄελλαι
πόντον
ἐπʼ
ἰχθυόεντα
φίλων
ἀπάνευθε
φέρουσιν
·
ὣς
ἀπʼ
Ἀχιλλῆος
σάκεος
σέλας
αἰθέρʼ
ἵκανε
καλοῦ
δαιδαλέου
·
περὶ
δὲ
τρυφάλειαν
ἀείρας
380
κρατὶ
θέτο
βριαρήν
·
ἣ
δʼ
ἀστὴρ
ὣς
ἀπέλαμπεν
ἵππουρις
τρυφάλεια
,
περισσείοντο
δʼ
ἔθειραι
χρύσεαι
,
ἃς
Ἥφαιστος
ἵει
λόφον
ἀμφὶ
θαμειάς
.
πειρήθη
δʼ
ἕο
αὐτοῦ
ἐν
ἔντεσι
δῖος
Ἀχιλλεύς
,
εἰ
οἷ
ἐφαρμόσσειε
καὶ
ἐντρέχοι
ἀγλαὰ
γυῖα
·
385
τῷ
δʼ
εὖτε
πτερὰ
γίγνετʼ
,
ἄειρε
δὲ
ποιμένα
λαῶν
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.