τὸν
δʼ
αὖτʼ
Ἰδομενεὺς
Κρητῶν
ἀγὸς
ἀντίον
ηὔδα
·
265
Ἀτρεΐδη
μάλα
μέν
τοι
ἐγὼν
ἐρίηρος
ἑταῖρος
ἔσσομαι
,
ὡς
τὸ
πρῶτον
ὑπέστην
καὶ
κατένευσα
·
ἀλλʼ
ἄλλους
ὄτρυνε
κάρη
κομόωντας
Ἀχαιοὺς
ὄφρα
τάχιστα
μαχώμεθʼ
,
ἐπεὶ
σύν
γʼ
ὅρκιʼ
ἔχευαν
Τρῶες
·
τοῖσιν
δʼ
αὖ
θάνατος
καὶ
κήδεʼ
ὀπίσσω
270
ἔσσετʼ
ἐπεὶ
πρότεροι
ὑπὲρ
ὅρκια
δηλήσαντο
.
ὣς
ἔφατʼ
,
Ἀτρεΐδης
δὲ
παρῴχετο
γηθόσυνος
κῆρ
·
ἦλθε
δʼ
ἐπʼ
Αἰάντεσσι
κιὼν
ἀνὰ
οὐλαμὸν
ἀνδρῶν
·
τὼ
δὲ
κορυσσέσθην
,
ἅμα
δὲ
νέφος
εἵπετο
πεζῶν
.
ὡς
δʼ
ὅτʼ
ἀπὸ
σκοπιῆς
εἶδεν
νέφος
αἰπόλος
ἀνὴρ
275
ἐρχόμενον
κατὰ
πόντον
ὑπὸ
Ζεφύροιο
ἰωῆς
·
τῷ
δέ
τʼ
ἄνευθεν
ἐόντι
μελάντερον
ἠΰτε
πίσσα
φαίνετʼ
ἰὸν
κατὰ
πόντον
,
ἄγει
δέ
τε
λαίλαπα
πολλήν
,
ῥίγησέν
τε
ἰδών
,
ὑπό
τε
σπέος
ἤλασε
μῆλα
·
τοῖαι
ἅμʼ
Αἰάντεσσι
διοτρεφέων
αἰζηῶν
280
δήϊον
ἐς
πόλεμον
πυκιναὶ
κίνυντο
φάλαγγες
κυάνεαι
,
σάκεσίν
τε
καὶ
ἔγχεσι
πεφρικυῖαι
.
καὶ
τοὺς
μὲν
γήθησεν
ἰδὼν
κρείων
Ἀγαμέμνων
,
καί
σφεας
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
Αἴαντʼ
Ἀργείων
ἡγήτορε
χαλκοχιτώνων
,
285
σφῶϊ
μέν
·
οὐ
γὰρ
ἔοικʼ
ὀτρυνέμεν
·
οὔ
τι
κελεύω
·
αὐτὼ
γὰρ
μάλα
λαὸν
ἀνώγετον
ἶφι
μάχεσθαι
.
αἲ
γὰρ
Ζεῦ
τε
πάτερ
καὶ
Ἀθηναίη
καὶ
Ἄπολλον
τοῖος
πᾶσιν
θυμὸς
ἐνὶ
στήθεσσι
γένοιτο
·
τώ
κε
τάχʼ
ἠμύσειε
πόλις
Πριάμοιο
ἄνακτος
290
χερσὶν
ὑφʼ
ἡμετέρῃσιν
ἁλοῦσά
τε
περθομένη
τε
.
ὣς
εἰπὼν
τοὺς
μὲν
λίπεν
αὐτοῦ
,
βῆ
δὲ
μετʼ
ἄλλους
·
ἔνθʼ
ὅ
γε
Νέστορʼ
ἔτετμε
λιγὺν
Πυλίων
ἀγορητὴν
οὓς
ἑτάρους
στέλλοντα
καὶ
ὀτρύνοντα
μάχεσθαι
ἀμφὶ
μέγαν
Πελάγοντα
Ἀλάστορά
τε
Χρομίον
τε
295
Αἵμονά
τε
κρείοντα
Βίαντά
τε
ποιμένα
λαῶν
·
ἱππῆας
μὲν
πρῶτα
σὺν
ἵπποισιν
καὶ
ὄχεσφι
,
πεζοὺς
δʼ
ἐξόπιθε
στῆσεν
πολέας
τε
καὶ
ἐσθλοὺς
ἕρκος
ἔμεν
πολέμοιο
·
κακοὺς
δʼ
ἐς
μέσσον
ἔλασσεν
,
ὄφρα
καὶ
οὐκ
ἐθέλων
τις
ἀναγκαίῃ
πολεμίζοι
.
300
ἱππεῦσιν
μὲν
πρῶτʼ
ἐπετέλλετο
·
τοὺς
γὰρ
ἀνώγει
σφοὺς
ἵππους
ἐχέμεν
μηδὲ
κλονέεσθαι
ὁμίλῳ
·
μηδέ
τις
ἱπποσύνῃ
τε
καὶ
ἠνορέηφι
πεποιθὼς
οἶος
πρόσθʼ
ἄλλων
μεμάτω
Τρώεσσι
μάχεσθαι
,
μηδʼ
ἀναχωρείτω
·
ἀλαπαδνότεροι
γὰρ
ἔσεσθε
.
305
ὃς
δέ
κʼ
ἀνὴρ
ἀπὸ
ὧν
ὀχέων
ἕτερʼ
ἅρμαθʼ
ἵκηται
ἔγχει
ὀρεξάσθω
,
ἐπεὶ
ἦ
πολὺ
φέρτερον
οὕτω
.
ὧδε
καὶ
οἱ
πρότεροι
πόλεας
καὶ
τείχεʼ
ἐπόρθεον
τόνδε
νόον
καὶ
θυμὸν
ἐνὶ
στήθεσσιν
ἔχοντες
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.