ἦ
καὶ
φωριαμῶν
ἐπιθήματα
κάλʼ
ἀνέῳγεν
·
ἔνθεν
δώδεκα
μὲν
περικαλλέας
ἔξελε
πέπλους
,
δώδεκα
δʼ
ἁπλοΐδας
χλαίνας
,
τόσσους
δὲ
τάπητας
,
230
τόσσα
δὲ
φάρεα
λευκά
,
τόσους
δʼ
ἐπὶ
τοῖσι
χιτῶνας
.
χρυσοῦ
δὲ
στήσας
ἔφερεν
δέκα
πάντα
τάλαντα
,
ἐκ
δὲ
δύʼ
αἴθωνας
τρίποδας
,
πίσυρας
δὲ
λέβητας
,
ἐκ
δὲ
δέπας
περικαλλές
,
ὅ
οἱ
Θρῇκες
πόρον
ἄνδρες
ἐξεσίην
ἐλθόντι
μέγα
κτέρας
·
οὐδέ
νυ
τοῦ
περ
235
φείσατʼ
ἐνὶ
μεγάροις
ὃ
γέρων
,
περὶ
δʼ
ἤθελε
θυμῷ
λύσασθαι
φίλον
υἱόν
.
ὃ
δὲ
Τρῶας
μὲν
ἅπαντας
αἰθούσης
ἀπέεργεν
ἔπεσσʼ
αἰσχροῖσιν
ἐνίσσων
·
ἔρρετε
λωβητῆρες
ἐλεγχέες
·
οὔ
νυ
καὶ
ὑμῖν
οἴκοι
ἔνεστι
γόος
,
ὅτι
μʼ
ἤλθετε
κηδήσοντες
;
240
ἦ
ὀνόσασθʼ
ὅτι
μοι
Κρονίδης
Ζεὺς
ἄλγεʼ
ἔδωκε
παῖδʼ
ὀλέσαι
τὸν
ἄριστον
;
ἀτὰρ
γνώσεσθε
καὶ
ὔμμες
·
ῥηΐτεροι
γὰρ
μᾶλλον
Ἀχαιοῖσιν
δὴ
ἔσεσθε
κείνου
τεθνηῶτος
ἐναιρέμεν
.
αὐτὰρ
ἔγωγε
πρὶν
ἀλαπαζομένην
τε
πόλιν
κεραϊζομένην
τε
245
ὀφθαλμοῖσιν
ἰδεῖν
βαίην
δόμον
Ἄϊδος
εἴσω
.
ἦ
καὶ
σκηπανίῳ
δίεπʼ
ἀνέρας
·
οἳ
δʼ
ἴσαν
ἔξω
σπερχομένοιο
γέροντος
·
ὃ
δʼ
υἱάσιν
οἷσιν
ὁμόκλα
νεικείων
Ἕλενόν
τε
Πάριν
τʼ
Ἀγάθωνά
τε
δῖον
Πάμμονά
τʼ
Ἀντίφονόν
τε
βοὴν
ἀγαθόν
τε
Πολίτην
250
Δηΐφοβόν
τε
καὶ
Ἱππόθοον
καὶ
δῖον
Ἀγαυόν
·
ἐννέα
τοῖς
ὃ
γεραιὸς
ὁμοκλήσας
ἐκέλευε
·
σπεύσατέ
μοι
κακὰ
τέκνα
κατηφόνες
·
αἴθʼ
ἅμα
πάντες
Ἕκτορος
ὠφέλετʼ
ἀντὶ
θοῇς
ἐπὶ
νηυσὶ
πεφάσθαι
.
ὤ
μοι
ἐγὼ
πανάποτμος
,
ἐπεὶ
τέκον
υἷας
ἀρίστους
255
Τροίῃ
ἐν
εὐρείῃ
,
τῶν
δʼ
οὔ
τινά
φημι
λελεῖφθαι
,
Μήστορά
τʼ
ἀντίθεον
καὶ
Τρωΐλον
ἱππιοχάρμην
Ἕκτορά
θʼ
,
ὃς
θεὸς
ἔσκε
μετʼ
ἀνδράσιν
,
οὐδὲ
ἐῴκει
ἀνδρός
γε
θνητοῦ
πάϊς
ἔμμεναι
ἀλλὰ
θεοῖο
.
τοὺς
μὲν
ἀπώλεσʼ
Ἄρης
,
τὰ
δʼ
ἐλέγχεα
πάντα
λέλειπται
260
ψεῦσταί
τʼ
ὀρχησταί
τε
χοροιτυπίῃσιν
ἄριστοι
ἀρνῶν
ἠδʼ
ἐρίφων
ἐπιδήμιοι
ἁρπακτῆρες
.
οὐκ
ἂν
δή
μοι
ἄμαξαν
ἐφοπλίσσαιτε
τάχιστα
,
ταῦτά
τε
πάντʼ
ἐπιθεῖτε
,
ἵνα
πρήσσωμεν
ὁδοῖο
;
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
πατρὸς
ὑποδείσαντες
ὁμοκλὴν
265
ἐκ
μὲν
ἄμαξαν
ἄειραν
ἐΰτροχον
ἡμιονείην
καλὴν
πρωτοπαγέα
,
πείρινθα
δὲ
δῆσαν
ἐπʼ
αὐτῆς
,
κὰδ
δʼ
ἀπὸ
πασσαλόφι
ζυγὸν
ᾕρεον
ἡμιόνειον
πύξινον
ὀμφαλόεν
εὖ
οἰήκεσσιν
ἀρηρός
·
ἐκ
δʼ
ἔφερον
ζυγόδεσμον
ἅμα
ζυγῷ
ἐννεάπηχυ
.
270
καὶ
τὸ
μὲν
εὖ
κατέθηκαν
ἐϋξέστῳ
ἐπὶ
ῥυμῷ
πέζῃ
ἔπι
πρώτῃ
,
ἐπὶ
δὲ
κρίκον
ἕστορι
βάλλον
,
τρὶς
δʼ
ἑκάτερθεν
ἔδησαν
ἐπʼ
ὀμφαλόν
,
αὐτὰρ
ἔπειτα
ἑξείης
κατέδησαν
,
ὑπὸ
γλωχῖνα
δʼ
ἔκαμψαν
.
ἐκ
θαλάμου
δὲ
φέροντες
ἐϋξέστης
ἐπʼ
ἀπήνης
275
νήεον
Ἑκτορέης
κεφαλῆς
ἀπερείσιʼ
ἄποινα
,
ζεῦξαν
δʼ
ἡμιόνους
κρατερώνυχας
ἐντεσιεργούς
,
τούς
ῥά
ποτε
Πριάμῳ
Μυσοὶ
δόσαν
ἀγλαὰ
δῶρα
.
ἵππους
δὲ
Πριάμῳ
ὕπαγον
ζυγόν
,
οὓς
ὃ
γεραιὸς
αὐτὸς
ἔχων
ἀτίταλλεν
ἐϋξέστῃ
ἐπὶ
φάτνῃ
.
280
τὼ
μὲν
ζευγνύσθην
ἐν
δώμασιν
ὑψηλοῖσι
κῆρυξ
καὶ
Πρίαμος
πυκινὰ
φρεσὶ
μήδεʼ
ἔχοντες
·
ἀγχίμολον
δέ
σφʼ
ἦλθʼ
Ἑκάβη
τετιηότι
θυμῷ
οἶνον
ἔχουσʼ
ἐν
χειρὶ
μελίφρονα
δεξιτερῆφι
χρυσέῳ
ἐν
δέπαϊ
,
ὄφρα
λείψαντε
κιοίτην
·
285
στῆ
δʼ
ἵππων
προπάροιθεν
ἔπος
τʼ
ἔφατʼ
ἔκ
τʼ
ὀνόμαζε
·
τῆ
σπεῖσον
Διὶ
πατρί
,
καὶ
εὔχεο
οἴκαδʼ
ἱκέσθαι
ἂψ
ἐκ
δυσμενέων
ἀνδρῶν
,
ἐπεὶ
ἂρ
σέ
γε
θυμὸς
ὀτρύνει
ἐπὶ
νῆας
ἐμεῖο
μὲν
οὐκ
ἐθελούσης
.
ἀλλʼ
εὔχεο
σύ
γʼ
ἔπειτα
κελαινεφέϊ
Κρονίωνι
290
Ἰδαίῳ
,
ὅς
τε
Τροίην
κατὰ
πᾶσαν
ὁρᾶται
,
αἴτει
δʼ
οἰωνὸν
ταχὺν
ἄγγελον
,
ὅς
τέ
οἱ
αὐτῷ
φίλτατος
οἰωνῶν
,
καί
εὑ
κράτος
ἐστὶ
μέγιστον
,
δεξιόν
,
ὄφρά
μιν
αὐτὸς
ἐν
ὀφθαλμοῖσι
νοήσας
τῷ
πίσυνος
ἐπὶ
νῆας
ἴῃς
Δαναῶν
ταχυπώλων
.
295
εἰ
δέ
τοι
οὐ
δώσει
ἑὸν
ἄγγελον
εὐρύοπα
Ζεύς
,
οὐκ
ἂν
ἔγωγέ
σʼ
ἔπειτα
ἐποτρύνουσα
κελοίμην
νῆας
ἐπʼ
Ἀργείων
ἰέναι
μάλα
περ
μεμαῶτα
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.