τὸν
δʼ
ἀπαμειβόμενος
προσεφώνεε
Τεῦκρος
ἀμύμων
·
Ἀτρεΐδη
κύδιστε
τί
με
σπεύδοντα
καὶ
αὐτὸν
ὀτρύνεις
;
οὐ
μέν
τοι
ὅση
δύναμίς
γε
πάρεστι
παύομαι
,
ἀλλʼ
ἐξ
οὗ
προτὶ
Ἴλιον
ὠσάμεθʼ
αὐτοὺς
295
ἐκ
τοῦ
δὴ
τόξοισι
δεδεγμένος
ἄνδρας
ἐναίρω
.
ὀκτὼ
δὴ
προέηκα
τανυγλώχινας
ὀϊστούς
,
πάντες
δʼ
ἐν
χροῒ
πῆχθεν
ἀρηϊθόων
αἰζηῶν
·
τοῦτον
δʼ
οὐ
δύναμαι
βαλέειν
κύνα
λυσσητῆρα
.
ἦ
ῥα
καὶ
ἄλλον
ὀϊστὸν
ἀπὸ
νευρῆφιν
ἴαλλεν
300
Ἕκτορος
ἀντικρύ
,
βαλέειν
δέ
ἑ
ἵετο
θυμός
·
καὶ
τοῦ
μέν
ῥʼ
ἀφάμαρθʼ
,
ὃ
δʼ
ἀμύμονα
Γοργυθίωνα
υἱὸν
ἐῢν
Πριάμοιο
κατὰ
στῆθος
βάλεν
ἰῷ
,
τόν
ῥʼ
ἐξ
Αἰσύμηθεν
ὀπυιομένη
τέκε
μήτηρ
καλὴ
Καστιάνειρα
δέμας
ἐϊκυῖα
θεῇσι
.
305
μήκων
δʼ
ὡς
ἑτέρωσε
κάρη
βάλεν
,
ἥ
τʼ
ἐνὶ
κήπῳ
καρπῷ
βριθομένη
νοτίῃσί
τε
εἰαρινῇσιν
,
ὣς
ἑτέρωσʼ
ἤμυσε
κάρη
πήληκι
βαρυνθέν
.
Τεῦκρος
δʼ
ἄλλον
ὀϊστὸν
ἀπὸ
νευρῆφιν
ἴαλλεν
Ἕκτορος
ἀντικρύ
,
βαλέειν
δέ
ἑ
ἵετο
θυμός
.
310
ἀλλʼ
ὅ
γε
καὶ
τόθʼ
ἅμαρτε
·
παρέσφηλεν
γὰρ
Ἀπόλλων
·
ἀλλʼ
Ἀρχεπτόλεμον
θρασὺν
Ἕκτορος
ἡνιοχῆα
ἱέμενον
πόλεμον
δὲ
βάλε
στῆθος
παρὰ
μαζόν
·
ἤριπε
δʼ
ἐξ
ὀχέων
,
ὑπερώησαν
δέ
οἱ
ἵπποι
ὠκύποδες
·
τοῦ
δʼ
αὖθι
λύθη
ψυχή
τε
μένος
τε
.
315
Ἕκτορα
δʼ
αἰνὸν
ἄχος
πύκασε
φρένας
ἡνιόχοιο
·
τὸν
μὲν
ἔπειτʼ
εἴασε
καὶ
ἀχνύμενός
περ
ἑταίρου
,
Κεβριόνην
δʼ
ἐκέλευσεν
ἀδελφεὸν
ἐγγὺς
ἐόντα
ἵππων
ἡνίʼ
ἑλεῖν
·
ὃ
δʼ
ἄρʼ
οὐκ
ἀπίθησεν
ἀκούσας
.
αὐτὸς
δʼ
ἐκ
δίφροιο
χαμαὶ
θόρε
παμφανόωντος
320
σμερδαλέα
ἰάχων
·
ὃ
δὲ
χερμάδιον
λάβε
χειρί
,
βῆ
δʼ
ἰθὺς
Τεύκρου
,
βαλέειν
δέ
ἑ
θυμὸς
ἀνώγει
.
ἤτοι
ὃ
μὲν
φαρέτρης
ἐξείλετο
πικρὸν
ὀϊστόν
,
θῆκε
δʼ
ἐπὶ
νευρῇ
·
τὸν
δʼ
αὖ
κορυθαίολος
Ἕκτωρ
αὐερύοντα
παρʼ
ὦμον
,
ὅθι
κληῒς
ἀποέργει
325
αὐχένα
τε
στῆθός
τε
,
μάλιστα
δὲ
καίριόν
ἐστι
,
τῇ
ῥʼ
ἐπὶ
οἷ
μεμαῶτα
βάλεν
λίθῳ
ὀκριόεντι
,
ῥῆξε
δέ
οἱ
νευρήν
·
νάρκησε
δὲ
χεὶρ
ἐπὶ
καρπῷ
,
στῆ
δὲ
γνὺξ
ἐριπών
,
τόξον
δέ
οἱ
ἔκπεσε
χειρός
.
Αἴας
δʼ
οὐκ
ἀμέλησε
κασιγνήτοιο
πεσόντος
,
330
ἀλλὰ
θέων
περίβη
καί
οἱ
σάκος
ἀμφεκάλυψε
.
τὸν
μὲν
ἔπειθʼ
ὑποδύντε
δύω
ἐρίηρες
ἑταῖροι
Μηκιστεὺς
Ἐχίοιο
πάϊς
καὶ
δῖος
Ἀλάστωρ
νῆας
ἔπι
γλαφυρὰς
φερέτην
βαρέα
στενάχοντα
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.