τῷ
ὅ
γʼ
ἐρεισάμενος
ἔπεʼ
Ἀργείοισι
μετηύδα
·
ὦ
φίλοι
ἥρωες
Δαναοὶ
θεράποντες
Ἄρηος
110
Ζεύς
με
μέγα
Κρονίδης
ἄτῃ
ἐνέδησε
βαρείῃ
,
σχέτλιος
,
ὃς
πρὶν
μέν
μοι
ὑπέσχετο
καὶ
κατένευσεν
Ἴλιον
ἐκπέρσαντʼ
εὐτείχεον
ἀπονέεσθαι
,
νῦν
δὲ
κακὴν
ἀπάτην
βουλεύσατο
,
καί
με
κελεύει
δυσκλέα
Ἄργος
ἱκέσθαι
,
ἐπεὶ
πολὺν
ὤλεσα
λαόν
.
115
οὕτω
που
Διὶ
μέλλει
ὑπερμενέϊ
φίλον
εἶναι
,
ὃς
δὴ
πολλάων
πολίων
κατέλυσε
κάρηνα
ἠδʼ
ἔτι
καὶ
λύσει
·
τοῦ
γὰρ
κράτος
ἐστὶ
μέγιστον
.
αἰσχρὸν
γὰρ
τόδε
γʼ
ἐστὶ
καὶ
ἐσσομένοισι
πυθέσθαι
μὰψ
οὕτω
τοιόνδε
τοσόνδε
τε
λαὸν
Ἀχαιῶν
120
ἄπρηκτον
πόλεμον
πολεμίζειν
ἠδὲ
μάχεσθαι
ἀνδράσι
παυροτέροισι
,
τέλος
δʼ
οὔ
πώ
τι
πέφανται
·
εἴ
περ
γάρ
κʼ
ἐθέλοιμεν
Ἀχαιοί
τε
Τρῶές
τε
ὅρκια
πιστὰ
ταμόντες
ἀριθμηθήμεναι
ἄμφω
,
Τρῶας
μὲν
λέξασθαι
ἐφέστιοι
ὅσσοι
ἔασιν
,
125
ἡμεῖς
δʼ
ἐς
δεκάδας
διακοσμηθεῖμεν
Ἀχαιοί
,
Τρώων
δʼ
ἄνδρα
ἕκαστοι
ἑλοίμεθα
οἰνοχοεύειν
,
πολλαί
κεν
δεκάδες
δευοίατο
οἰνοχόοιο
.
τόσσον
ἐγώ
φημι
πλέας
ἔμμεναι
υἷας
Ἀχαιῶν
Τρώων
,
οἳ
ναίουσι
κατὰ
πτόλιν
·
ἀλλʼ
ἐπίκουροι
130
πολλέων
ἐκ
πολίων
ἐγχέσπαλοι
ἄνδρες
ἔασιν
,
οἵ
με
μέγα
πλάζουσι
καὶ
οὐκ
εἰῶσʼ
ἐθέλοντα
Ἰλίου
ἐκπέρσαι
εὖ
ναιόμενον
πτολίεθρον
.
ἐννέα
δὴ
βεβάασι
Διὸς
μεγάλου
ἐνιαυτοί
,
καὶ
δὴ
δοῦρα
σέσηπε
νεῶν
καὶ
σπάρτα
λέλυνται
·
135
αἳ
δέ
που
ἡμέτεραί
τʼ
ἄλοχοι
καὶ
νήπια
τέκνα
εἵατʼ
ἐνὶ
μεγάροις
ποτιδέγμεναι
·
ἄμμι
δὲ
ἔργον
αὔτως
ἀκράαντον
οὗ
εἵνεκα
δεῦρʼ
ἱκόμεσθα
.
ἀλλʼ
ἄγεθʼ
ὡς
ἂν
ἐγὼ
εἴπω
πειθώμεθα
πάντες
·
φεύγωμεν
σὺν
νηυσὶ
φίλην
ἐς
πατρίδα
γαῖαν
·
140
οὐ
γὰρ
ἔτι
Τροίην
αἱρήσομεν
εὐρυάγυιαν
.
ὣς
φάτο
,
τοῖσι
δὲ
θυμὸν
ἐνὶ
στήθεσσιν
ὄρινε
πᾶσι
μετὰ
πληθὺν
ὅσοι
οὐ
βουλῆς
ἐπάκουσαν
·
κινήθη
δʼ
ἀγορὴ
φὴ
κύματα
μακρὰ
θαλάσσης
πόντου
Ἰκαρίοιο
,
τὰ
μέν
τʼ
Εὖρός
τε
Νότος
τε
145
ὤρορʼ
ἐπαΐξας
πατρὸς
Διὸς
ἐκ
νεφελάων
.
ὡς
δʼ
ὅτε
κινήσῃ
Ζέφυρος
βαθὺ
λήϊον
ἐλθὼν
λάβρος
ἐπαιγίζων
,
ἐπί
τʼ
ἠμύει
ἀσταχύεσσιν
,
ὣς
τῶν
πᾶσʼ
ἀγορὴ
κινήθη
·
τοὶ
δʼ
ἀλαλητῷ
νῆας
ἔπʼ
ἐσσεύοντο
,
ποδῶν
δʼ
ὑπένερθε
κονίη
150
ἵστατʼ
ἀειρομένη
·
τοὶ
δʼ
ἀλλήλοισι
κέλευον
ἅπτεσθαι
νηῶν
ἠδʼ
ἑλκέμεν
εἰς
ἅλα
δῖαν
,
οὐρούς
τʼ
ἐξεκάθαιρον
·
ἀϋτὴ
δʼ
οὐρανὸν
ἷκεν
οἴκαδε
ἱεμένων
·
ὑπὸ
δʼ
ᾕρεον
ἕρματα
νηῶν
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.