ὣς
ἄρα
φωνήσασʼ
ἀπεβήσετο
,
τὸν
δὲ
λίπʼ
αὐτοῦ
χωόμενον
κατὰ
θυμὸν
ἐϋζώνοιο
γυναικὸς
τήν
ῥα
βίῃ
ἀέκοντος
ἀπηύρων
·
αὐτὰρ
Ὀδυσσεὺς
430
ἐς
Χρύσην
ἵκανεν
ἄγων
ἱερὴν
ἑκατόμβην
.
οἳ
δʼ
ὅτε
δὴ
λιμένος
πολυβενθέος
ἐντὸς
ἵκοντο
ἱστία
μὲν
στείλαντο
,
θέσαν
δʼ
ἐν
νηῒ
μελαίνῃ
,
ἱστὸν
δʼ
ἱστοδόκῃ
πέλασαν
προτόνοισιν
ὑφέντες
καρπαλίμως
,
τὴν
δʼ
εἰς
ὅρμον
προέρεσσαν
ἐρετμοῖς
.
435
ἐκ
δʼ
εὐνὰς
ἔβαλον
,
κατὰ
δὲ
πρυμνήσιʼ
ἔδησαν
·
ἐκ
δὲ
καὶ
αὐτοὶ
βαῖνον
ἐπὶ
ῥηγμῖνι
θαλάσσης
,
ἐκ
δʼ
ἑκατόμβην
βῆσαν
ἑκηβόλῳ
Ἀπόλλωνι
·
ἐκ
δὲ
Χρυσηῒς
νηὸς
βῆ
ποντοπόροιο
.
τὴν
μὲν
ἔπειτʼ
ἐπὶ
βωμὸν
ἄγων
πολύμητις
Ὀδυσσεὺς
440
πατρὶ
φίλῳ
ἐν
χερσὶ
τίθει
καί
μιν
προσέειπεν
·
ὦ
Χρύση
,
πρό
μʼ
ἔπεμψεν
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
παῖδά
τε
σοὶ
ἀγέμεν
,
Φοίβῳ
θʼ
ἱερὴν
ἑκατόμβην
ῥέξαι
ὑπὲρ
Δαναῶν
ὄφρʼ
ἱλασόμεσθα
ἄνακτα
,
ὃς
νῦν
Ἀργείοισι
πολύστονα
κήδεʼ
ἐφῆκεν
.
445
ὣς
εἰπὼν
ἐν
χερσὶ
τίθει
,
ὃ
δὲ
δέξατο
χαίρων
παῖδα
φίλην
·
τοὶ
δʼ
ὦκα
θεῷ
ἱερὴν
ἑκατόμβην
ἑξείης
ἔστησαν
ἐΰδμητον
περὶ
βωμόν
,
χερνίψαντο
δʼ
ἔπειτα
καὶ
οὐλοχύτας
ἀνέλοντο
.
τοῖσιν
δὲ
Χρύσης
μεγάλʼ
εὔχετο
χεῖρας
ἀνασχών
·
450
κλῦθί
μευ
ἀργυρότοξʼ
,
ὃς
Χρύσην
ἀμφιβέβηκας
Κίλλαν
τε
ζαθέην
Τενέδοιό
τε
ἶφι
ἀνάσσεις
·
ἦ
μὲν
δή
ποτʼ
ἐμεῦ
πάρος
ἔκλυες
εὐξαμένοιο
,
τίμησας
μὲν
ἐμέ
,
μέγα
δʼ
ἴψαο
λαὸν
Ἀχαιῶν
·
ἠδʼ
ἔτι
καὶ
νῦν
μοι
τόδʼ
ἐπικρήηνον
ἐέλδωρ
·
455
ἤδη
νῦν
Δαναοῖσιν
ἀεικέα
λοιγὸν
ἄμυνον
.
ὣς
ἔφατʼ
εὐχόμενος
,
τοῦ
δʼ
ἔκλυε
Φοῖβος
Ἀπόλλων
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.