ὣς
οἳ
μὲν
μάρναντο
δέμας
πυρός
,
οὐδέ
κε
φαίης
οὔτέ
ποτʼ
ἠέλιον
σῶν
ἔμμεναι
οὔτε
σελήνην
·
ἠέρι
γὰρ
κατέχοντο
μάχης
ἐπί
θʼ
ὅσσον
ἄριστοι
ἕστασαν
ἀμφὶ
Μενοιτιάδῃ
κατατεθνηῶτι
.
οἳ
δʼ
ἄλλοι
Τρῶες
καὶ
ἐϋκνήμιδες
Ἀχαιοὶ
370
εὔκηλοι
πολέμιζον
ὑπʼ
αἰθέρι
,
πέπτατο
δʼ
αὐγὴ
ἠελίου
ὀξεῖα
,
νέφος
δʼ
οὐ
φαίνετο
πάσης
γαίης
οὐδʼ
ὀρέων
·
μεταπαυόμενοι
δὲ
μάχοντο
ἀλλήλων
ἀλεείνοντες
βέλεα
στονόεντα
πολλὸν
ἀφεσταότες
.
τοὶ
δʼ
ἐν
μέσῳ
ἄλγεʼ
ἔπασχον
375
ἠέρι
καὶ
πολέμῳ
,
τείροντο
δὲ
νηλέϊ
χαλκῷ
ὅσσοι
ἄριστοι
ἔσαν
·
δύο
δʼ
οὔ
πω
φῶτε
πεπύσθην
ἀνέρε
κυδαλίμω
Θρασυμήδης
Ἀντίλοχός
τε
Πατρόκλοιο
θανόντος
ἀμύμονος
,
ἀλλʼ
ἔτʼ
ἔφαντο
ζωὸν
ἐνὶ
πρώτῳ
ὁμάδῳ
Τρώεσσι
μάχεσθαι
.
380
τὼ
δʼ
ἐπιοσσομένω
θάνατον
καὶ
φύζαν
ἑταίρων
νόσφιν
ἐμαρνάσθην
,
ἐπεὶ
ὣς
ἐπετέλλετο
Νέστωρ
ὀτρύνων
πόλεμον
δὲ
μελαινάων
ἀπὸ
νηῶν
.
τοῖς
δὲ
πανημερίοις
ἔριδος
μέγα
νεῖκος
ὀρώρει
ἀργαλέης
·
καμάτῳ
δὲ
καὶ
ἱδρῷ
νωλεμὲς
αἰεὶ
385
γούνατά
τε
κνῆμαί
τε
πόδες
θʼ
ὑπένερθεν
ἑκάστου
χεῖρές
τʼ
ὀφθαλμοί
τε
παλάσσετο
μαρναμένοιιν
ἀμφʼ
ἀγαθὸν
θεράποντα
ποδώκεος
Αἰακίδαο
.
ὡς
δʼ
ὅτʼ
ἀνὴρ
ταύροιο
βοὸς
μεγάλοιο
βοείην
λαοῖσιν
δώῃ
τανύειν
μεθύουσαν
ἀλοιφῇ
·
390
δεξάμενοι
δʼ
ἄρα
τοί
γε
διαστάντες
τανύουσι
κυκλόσʼ
,
ἄφαρ
δέ
τε
ἰκμὰς
ἔβη
,
δύνει
δέ
τʼ
ἀλοιφὴ
πολλῶν
ἑλκόντων
,
τάνυται
δέ
τε
πᾶσα
διὰ
πρό
·
ὣς
οἵ
γʼ
ἔνθα
καὶ
ἔνθα
νέκυν
ὀλίγῃ
ἐνὶ
χώρῃ
εἵλκεον
ἀμφότεροι
·
μάλα
δέ
σφισιν
ἔλπετο
θυμὸς
395
Τρωσὶν
μὲν
ἐρύειν
προτὶ
Ἴλιον
,
αὐτὰρ
Ἀχαιοῖς
νῆας
ἔπι
γλαφυράς
·
περὶ
δʼ
αὐτοῦ
μῶλος
ὀρώρει
ἄγριος
·
οὐδέ
κʼ
Ἄρης
λαοσσόος
οὐδέ
κʼ
Ἀθήνη
τόν
γε
ἰδοῦσʼ
ὀνόσαιτʼ
,
οὐδʼ
εἰ
μάλα
μιν
χόλος
ἵκοι
·
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.