ὣς
ὃ
μὲν
Ἕκτορα
δῖον
ἀείκιζεν
μενεαίνων
·
τὸν
δʼ
ἐλεαίρεσκον
μάκαρες
θεοὶ
εἰσορόωντες
,
κλέψαι
δʼ
ὀτρύνεσκον
ἐΰσκοπον
ἀργεϊφόντην
.
ἔνθʼ
ἄλλοις
μὲν
πᾶσιν
ἑήνδανεν
,
οὐδέ
ποθʼ
Ἥρῃ
25
οὐδὲ
Ποσειδάων
ʼ
οὐδὲ
γλαυκώπιδι
κούρῃ
,
ἀλλʼ
ἔχον
ὥς
σφιν
πρῶτον
ἀπήχθετο
Ἴλιος
ἱρὴ
καὶ
Πρίαμος
καὶ
λαὸς
Ἀλεξάνδρου
ἕνεκʼ
ἄτης
,
ὃς
νείκεσσε
θεὰς
ὅτε
οἱ
μέσσαυλον
ἵκοντο
,
τὴν
δʼ
ᾔνησʼ
ἥ
οἱ
πόρε
μαχλοσύνην
ἀλεγεινήν
.
30
ἀλλʼ
ὅτε
δή
ῥʼ
ἐκ
τοῖο
δυωδεκάτη
γένετʼ
ἠώς
,
καὶ
τότʼ
ἄρʼ
ἀθανάτοισι
μετηύδα
Φοῖβος
Ἀπόλλων
·
σχέτλιοί
ἐστε
θεοί
,
δηλήμονες
·
οὔ
νύ
ποθʼ
ὑμῖν
Ἕκτωρ
μηρίʼ
ἔκηε
βοῶν
αἰγῶν
τε
τελείων
;
τὸν
νῦν
οὐκ
ἔτλητε
νέκυν
περ
ἐόντα
σαῶσαι
35
ᾗ
τʼ
ἀλόχῳ
ἰδέειν
καὶ
μητέρι
καὶ
τέκεϊ
ᾧ
καὶ
πατέρι
Πριάμῳ
λαοῖσί
τε
,
τοί
κέ
μιν
ὦκα
ἐν
πυρὶ
κήαιεν
καὶ
ἐπὶ
κτέρεα
κτερίσαιεν
.
ἀλλʼ
ὀλοῷ
Ἀχιλῆϊ
θεοὶ
βούλεσθʼ
ἐπαρήγειν
,
ᾧ
οὔτʼ
ἂρ
φρένες
εἰσὶν
ἐναίσιμοι
οὔτε
νόημα
40
γναμπτὸν
ἐνὶ
στήθεσσι
,
λέων
δʼ
ὣς
ἄγρια
οἶδεν
,
ὅς
τʼ
ἐπεὶ
ἂρ
μεγάλῃ
τε
βίῃ
καὶ
ἀγήνορι
θυμῷ
εἴξας
εἶσʼ
ἐπὶ
μῆλα
βροτῶν
ἵνα
δαῖτα
λάβῃσιν
·
ὣς
Ἀχιλεὺς
ἔλεον
μὲν
ἀπώλεσεν
,
οὐδέ
οἱ
αἰδὼς
γίγνεται
,
ἥ
τʼ
ἄνδρας
μέγα
σίνεται
ἠδʼ
ὀνίνησι
.
45
μέλλει
μέν
πού
τις
καὶ
φίλτερον
ἄλλον
ὀλέσσαι
ἠὲ
κασίγνητον
ὁμογάστριον
ἠὲ
καὶ
υἱόν
·
ἀλλʼ
ἤτοι
κλαύσας
καὶ
ὀδυράμενος
μεθέηκε
·
τλητὸν
γὰρ
Μοῖραι
θυμὸν
θέσαν
ἀνθρώποισιν
.
αὐτὰρ
ὅ
γʼ
Ἕκτορα
δῖον
,
ἐπεὶ
φίλον
ἦτορ
ἀπηύρα
,
50
ἵππων
ἐξάπτων
περὶ
σῆμʼ
ἑτάροιο
φίλοιο
ἕλκει
·
οὐ
μήν
οἱ
τό
γε
κάλλιον
οὐδέ
τʼ
ἄμεινον
.
μὴ
ἀγαθῷ
περ
ἐόντι
νεμεσσηθέωμέν
οἱ
ἡμεῖς
·
κωφὴν
γὰρ
δὴ
γαῖαν
ἀεικίζει
μενεαίνων
.
τὸν
δὲ
χολωσαμένη
προσέφη
λευκώλενος
Ἥρη
·
55
εἴη
κεν
καὶ
τοῦτο
τεὸν
ἔπος
ἀργυρότοξε
εἰ
δὴ
ὁμὴν
Ἀχιλῆϊ
καὶ
Ἕκτορι
θήσετε
τιμήν
.
Ἕκτωρ
μὲν
θνητός
τε
γυναῖκά
τε
θήσατο
μαζόν
·
αὐτὰρ
Ἀχιλλεύς
ἐστι
θεᾶς
γόνος
,
ἣν
ἐγὼ
αὐτὴ
θρέψά
τε
καὶ
ἀτίτηλα
καὶ
ἀνδρὶ
πόρον
παράκοιτιν
60
Πηλέϊ
,
ὃς
περὶ
κῆρι
φίλος
γένετʼ
ἀθανάτοισι
.
πάντες
δʼ
ἀντιάασθε
θεοὶ
γάμου
·
ἐν
δὲ
σὺ
τοῖσι
δαίνυʼ
ἔχων
φόρμιγγα
κακῶν
ἕταρʼ
,
αἰὲν
ἄπιστε
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.